Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Πέμπτη 11 Απριλίου 2013

ΞΑ (61). ΠΕΡΙ ΤΟΥ "ΟΤΙ ΚΑΙΡΟΣ ΤΟΥ ΑΡΞΑΣΘΑΙ ΤΟ ΚΡΙΜΑ ΑΠΟ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΘΕΟΥ".


61. ΕΡΩΤΗΣΙΣ ΞΑ'

Ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ; Καὶ εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Τί ἐστι τὸ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸ εἰ ὁ δίκαιος μόλις σῴζεται;


Ἀπόκρισις.

Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεὸς οὐ συνέκτισεν αὐτῇ κατὰ τὴν αἴσθησιν οὔτε ἡδονὴν οὔτε ὀδύνην(1), ἀλλὰ δύναμίν τινα κατὰ νοῦν αὐτῇ πρὸς ἡδονήν, καθ᾽ ἣν ἀρρήτως ἀπολαύειν αὐτοῦ δυνήσεται, ἐνετεκτήνατο. Ταύτην δὲ τὴν δύναμιν—λέγω δὲ τὴν κατὰ φύσιν τοῦ νοῦ πρὸς τὸν Θεὸν ἔφεσιν—ἅμα τῷ γενέσθαι τῇ αἰσθήσει δοὺς ὁ πρῶτος ἄνθρωπος πρὸς τὰ αἰσθητὰ κατ᾽ αὐτὴν τὴν πρώτην κίνησιν διὰ μέσης τῆς αἰσθήσεως ἔσχε παρὰ φύσιν ἐνεργουμένην τὴν ἡδονήν· ᾗτινι κατὰ πρόνοιαν ὁ τῆς ἡμῶν σωτηρίας κηδόμενος(2) παρέπηξεν, ὥσπερ τινὰ τιμωρὸν δύναμιν, τὴν ὀδύνην, καθ᾽ ἣν ὁ τοῦ θανάτου μετὰ σοφίας ἐνερριζώθη τῇ τοῦ σώματος φύσει νόμος, περιορίζων τῆς τοῦ νοῦ μανίας παρὰ φύσιν ἐπὶ τὰ αἰσθητὰ κινουμένην τὴν ἔφεσιν.

Ἐντεῦθεν διὰ τὴν ἐπεισελθοῦσαν τῇ φύσει παράλογον ἡδονὴν ἡ κατὰ λόγον ἀντεπεισῆλθεν ὀδύνη, διὰ πολλῶν παθημάτων, ἐν οἷς καὶ ἐξ ὧν ὁ θάνατος, ποιουμένη τῆς παρὰ φύσιν ἡδονῆς τὴν ἀφαίρεσιν(3), οὐ μὴν δὲ καὶ τελείαν ἀναίρεσιν, καθ᾽ ἣν ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἀναδείκνυσθαι πέφυκε χάρις. Πᾶς γὰρ πόνος, ὡς αἰτίαν τῆς ἰδίας γενέσεως ἔχων κατ᾽ ἐνέργειαν προηγουμένην τὴν ἡδονήν, χρέος ἐστὶ δηλαδὴ φυσικῶς κατ᾽ αἰτίαν παρὰ πάντων τῶν μετειληφότων τῆς φύσεως ἐκτιννύμενον. Τῇ γὰρ παρὰ φύσιν ἡδονῇ πάντως παρέπεται φυσικῶς ὁ πόνος ἐν πᾶσιν, ὧν ὁ τῆς ἡδονῆς νόμος ἀναιτίως προκαθηγήσατο τῆς γενέσεως· ἀναίτιον δέ φημι τὴν ἐκ τῆς παραβάσεως ἡδονήν, ὡς μὴ γενομένην δηλονότι προλαβόντος πόνου διάδοχον.

Οὐκοῦν, ἐπειδὴ μετὰ τὴν παράβασιν πάντες ἄνθρωποι τὴν ἡδονὴν εἶχον τῆς ἰδίας φυσικῶς προκαθηγουμένην γενέσεως, καὶ οὐδεὶς ἦν τὸ σύνολον ὁ τῆς καθ᾽ ἡδονὴν ἐμπαθοῦς γενέσεως φυσικῶς ὑπάρχων ἐλεύθερος, ἀλλ᾽ ὡς χρέος πάντες φυσικὸν ἀποδιδόντες τοὺς πόνους καὶ τὸν ἐπ᾽ αὐτοῖς ὑπέμενον θάνατον(4), καὶ ἦν ἄπορος παντάπασιν ὁ τῆς ἐλευθερίας τρόπος τοῖς ὑπὸ τῆς ἀδίκου τυραννουμένοις ἡδονῆς καὶ ὑπὸ τῶν δικαίων πόνων καὶ τοῦ ἐπ᾽ αὐτοῖς δικαιοτάτου θανάτου φυσικῶς ἐνεχομένοις, ἔδει δὲ πρὸς ἀναίρεσιν μὲν τῆς ἀδικωτάτης ἡδονῆς καὶ τῶν δι᾽ αὐτὴν δικαιοτάτων πόνων, ὑφ᾽ ὧν ἐλεεινῶς διεσπᾶτο πάσχων ὁ ἄνθρωπος, ἐκ φθορᾶς, τῆς καθ᾽ ἡδονήν, ἔχων τὴν ἀρχὴν τῆς γενέσεως καὶ εἰς φθοράν, τὴν διὰ θανάτου, τὸ τῆς ζωῆς καταλήγων τέλος, πρὸς δὲ τὴν ἐπανόρθωσιν τῆς παθούσης φύσεως ἐπινοηθῆναι πόνον καὶ θάνατον ἄδικον ὁμοῦ καὶ ἀναίτιον (ἀναίτιον μέν, ὡς οὐδαμῶς προλαβοῦσαν ἡδονὴν ἐσχηκότα κατὰ τὴν γένεσιν, ἄδικον δέ, ὡς οὐδεμιᾶς τὸ παράπαν ἐμπαθοῦς ζωῆς ὄντα διάδοχον) ἵνα, μέσος διαληφθεὶς ἡδονῆς ἀδίκου καὶ πόνου καὶ θανάτου δικαιοτάτου(5), πόνος καὶ θάνατος ἀδικώτατος ἀνέλῃ διόλου τὴν ἐξ ἡδονῆς ἀδικωτάτην ἀρχὴν καὶ τὸ δι᾽ αὐτὴν διὰ θανάτου δικαιότατον τέλος τῆς φύσεως, καὶ γένηται πάλιν ἡδονῆς καὶ ὀδύνης ἐλεύθερον τὸ γένος τῶν ἀνθρώπων, τὴν ἐξ ἀρχῆς εὐκληρίαν ἀπολαβούσης τῆς φύσεως, μηδενὶ τῶν ἐμπεφυκότων τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν γνωρισμάτων μολυνομένην.

Διὰ τοῦτο, Θεὸς ὑπάρχων τέλειος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος γίνεται τέλειος ἄνθρωπος, ἐκ ψυχῆς νοερᾶς καὶ σώματος παθητοῦ κατὰ φύσιν(6) παραπλησίως ἡμῖν χωρὶς μόνης ἁμαρτίας συνεστώς, τὴν μὲν ἐκ τῆς παρακοῆς ἡδονὴν οὐδαμῶς τὸ σύνολον ἐσχηκὼς προηγουμένην αὐτοῦ τῆς ἐκ γυναικὸς ἐν χρόνῳ γεννήσεως, τὴν δὲ δι᾽ αὐτὴν ὀδύνην, ὑπάρχουσαν τέλος τῆς φύσεως, διὰ φιλανθρωπίαν κατὰ θέλησιν προσηκάμενος, ἵνα, πάσχων ἀδίκως, ἀνέλῃ τὴν ἐξ ἡδονῆς ἀδίκου τυραννοῦσαν τὴν φύσιν ἀρχὴν τῆς γενέσεως, οὐκ ἔχουσαν ὡς χρέος ὑπὲρ αὐτῆς ἐκτιννύμενον, κατὰ τοὺς ἄλλους ἀνθρώπους, καὶ τοῦ Κυρίου τὸν θάνατον, ἀλλὰ μᾶλλον κατ᾽ αὐτῆς προβεβλημένον, καὶ τὸ διὰ τοῦ θανάτου δίκαιον τέλος ἐξαφανίσῃ τῆς φύσεως, οὐκ ἔχον τήν, δι᾽ ἣν ἐπεισῆλθεν(7) καὶ ὑπ᾽ αὐτοῦ δικαίως τιμωρουμένην, ὡς αἰτίαν τοῦ εἶναι, παράνομον ἡδονήν.

Ἔδει γὰρ ὡς ἀληθῶς, ἔδει σοφὸν καὶ δίκαιον καὶ δυνατὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὡς μὲν σοφόν, μὴ ἀγνοῆσαι τὸν τρόπον τῆς ἰατρείας, ὡς δίκαιον δέ, μὴ τυραννικὴν ποιήσασθαι τοῦ κατειλημμένου κατὰ γνώμην ὑπὸ τῆς ἁμαρτίας ἀνθρώπου τὴν σωτηρίαν, ὡς δὲ πάντα δυνάμενον, μὴ ἀτονῆσαι πρὸς τὴν τῆς ἰατρείας ἐκπλήρωσιν.

Φανερὸν οὖν ἐποίησε τὸν μὲν τῆς σοφίας λόγον ἐν τῷ τρόπῳ τῆς ἰατρείας, χωρὶς τροπῆς καὶ τῆς οἱασοῦν ἀλλοιώσεως γενόμενος ἄνθρωπος· τὴν ἰσότητα δὲ τῆς δικαιοσύνης ἐν τῷ μεγέθει τῆς συγκαταβάσεως ἔδειξεν, τὸ ἐν τῷ παθητῷ κατάκριμα τῆς φύσεως κατὰ θέλησιν ὑποδὺς κἀκεῖνο ποιήσας ὅπλον πρὸς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν καὶ τοῦ δι᾽ αὐτὴν θανάτου, τουτέστι τῆς ἡδονῆς καὶ τῆς δι᾽ αὐτὴν ὀδύνης, ἐν ᾧ τῆς ἁμαρτίας ὑπῆρχε καὶ τοῦ θανάτου τὸ κράτος(8) καὶ ἡ κατὰ τὴν ἡδονὴν τῆς ἁμαρτίας τυραννὶς καὶ ἡ δι᾽ αὐτὴν κατὰ τὴν ὀδύνην τοῦ θανάτου δυναστεία—ἐν γὰρ τῷ παθητῷ προδήλως ὑπάρχει τῆς φύσεως τὸ τῆς ἡδονῆς κράτος καὶ τὸ τῆς ὀδύνης· θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν(9) πρὸς τὴν ἡδονὴν καταφεύγομεν, τῷ τῆς ὀδύνης αἰκισμῷ πιεζομένην τὴν φύσιν ἐπιχειροῦντες παραμυθεῖσθαι· σπεύδοντες δὲ διὰ τῆς ἡδονῆς τὰ τῆς ὀδύνης ἀμβλῦναι κινήματα, πλέον αὐτῆς τὸ καθ᾽ ἑαυτῶν ἐπικυροῦμεν χειρόγραφον, ὀδύνης καὶ πόνων ἀπολελυμένην ἔχειν τὴν ἡδονὴν οὐ δυνάμενοι—.

Τὴν δὲ τῆς ὑπερβαλλούσης δυνάμεως ἰσχὺν(10) δήλην κατέστησεν, τῶν οἷς αὐτὸς ἔπασχεν ἐναντίων ὑποστήσας τῇ φύσει τὴν γένεσιν ἄτρεπτον· διὰ πάθους γὰρ τὴν ἀπάθειαν καὶ διὰ πόνων τὴν ἄνεσιν καὶ διὰ θανάτου τὴν ἀΐδιον ζωὴν τῇ φύσει δούς, πάλιν ἀποκατέστησεν, ταῖς ἑαυτοῦ κατὰ σάρκα στερήσεσι τὰς ἕξεις ἀνακαινίσας τῆς φύσεως καὶ διὰ τῆς ἰδίας σαρκώσεως τὴν ὑπὲρ φύσιν χάριν δωρησάμενος τῇ φύσει, τὴν θέωσιν.

Γέγονεν οὖν ὁ Θεὸς κατ᾽ ἀλήθειαν ἄνθρωπος καὶ δέδωκεν ἄλλην ἀρχὴν τῇ φύσει δευτέρας γενέσεως, διὰ πόνου πρὸς ἡδονὴν μελλούσης ζωῆς καταλήγουσαν. Ὡς γὰρ Ἀδὰμ ὁ προπάτωρ, τὴν θείαν ἐντολὴν παραβάς, ἄλλην ἀρχὴν γενέσεως, ἐξ ἡδονῆς μὲν συνισταμένην, εἰς δὲ τὸν διὰ πόνου θάνατον τελευτῶσαν, τῇ φύσει παρὰ τὴν πρώτην παρεισήγαγε καί, ἐπινοήσας κατὰ τὴν συμβουλὴν τοῦ ὅφεως ἡδονὴν οὐκ οὖσαν προλαβόντος πόνου διάδοχον, ἀλλὰ μᾶλλον εἰς πόνον περαιουμένην, πάντας τοὺς ἐξ αὐτοῦ σαρκὶ κατ᾽ αὐτὸν γεννωμένους διὰ τὴν ἐξ ἡδονῆς ἄδικον ἀρχὴν εἶχε συνυπαγομένους αὐτῷ δικαίως πρὸς τὸ διὰ πόνου κατὰ τὸν θάνατον τέλος, οὕτως καὶ ὁ Κύριος, γενόμενος ἄνθρωπος καὶ ἄλλην ἀρχὴν δευτέρας γενέσεως ἐκ Πνεύματος ἁγίου τῇ φύσει δημιουργήσας καὶ τὸν διὰ πόνου τοῦ Ἀδὰμ δικαιότατον καταδεξάμενος θάνατον, ἐν αὐτῷ δηλαδὴ γενόμενον ἀδικώτατον, ὡς οὐκ ἔχοντα τῆς ἰδίας γενέσεως ἀρχὴν τὴν ἐκ παρακοῆς ἀδικωτάτην τοῦ προπάτορος ἡδονήν, ἀμφοτέρων τῶν ἄκρων, ἀρχῆς τε λέγω καὶ τέλους, τῆς κατὰ τὸν Ἀδὰμ ἀνθρωπίνης γενέσεως, οἷα δὴ προηγουμένως οὐκ ὄντων ἐκ τοῦ Θεοῦ, τὴν ἀναίρεσιν ἐποιήσατο καὶ πάντας τοὺς ἐξ αὐτοῦ Πνεύματι μυστικῶς ἀναγεννωμένους τῆς ἐπ᾽ αὐτοῖς ἐνοχῆς ἐλευθέρους κατέστησεν, ἔχοντας μὲν τοῦ Ἀδὰμ(11) οὐκέτι τὴν ἐκ τοῦ Ἀδὰμ ἡδονὴν τῆς γενέσεως, μόνην δὲ τὴν διὰ τὸν Ἀδὰμ ὀδύνην ἐνεργοῦσαν ἐν αὐτοῖς, οὐ κατὰ χρέος ὑπὲρ ἁμαρτίας, ἀλλὰ κατ᾽ οἰκονομίαν, διὰ τὴν κατὰ φύσιν περίστασιν κατὰ τῆς ἁμαρτίας, τὸν θάνατον· ὅς, ὁπόταν μὴ ἔχῃ γεννῶσαν αὐτὸν μητέρα τήν, ἧς γίνεσθαι πέφυκε τιμωρός, ἡδονήν, ἀϊδίου ζωῆς προδήλως καθίσταται πατήρ. Ὡς γὰρ τοῦ Ἀδὰμ ἡ καθ᾽ ἡδονὴν ζωὴ θανάτου καὶ φθορᾶς γέγονε μήτηρ, οὕτως καὶ ὁ διὰ τὸν Ἀδὰμ τοῦ Κυρίου θάνατος, ὑπάρχων τῆς ἐκ τοῦ Ἀδὰμ ἐλεύθερος ἡδονῆς, ἀϊδίου γεννήτωρ γίνεται ζωῆς.

Οὐκοῦν, ἐπειδή, καθὼς οἶμαι, καλῶς διεῖλεν ὁ λόγος πῶς μὲν ἡ καθ᾽ ἡδονὴν ἐκ τοῦ Ἀδὰμ γένεσις, τυραννοῦσα τὴν φύσιν, βορὰν τῷ δι᾽ αὐτὴν θανάτῳ παρέπεμπεν, πῶς δὲ πάλιν ἡ διὰ φιλανθρωπίαν κατὰ σάρκα τοῦ Κυρίου γέννησις ἀμφοτέρων ἀναίρεσιν ἐποιήσατο, ἡδονῆς λέγω τῆς ἐκ τοῦ Ἀδὰμ καὶ θανάτου τοῦ διὰ τὸν Ἀδάμ, συνεξαφανίσασα τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ τὸ τοῦ Ἀδὰμ ἐπιτίμιον—οὐ γὰρ ἦν δυνατὸν πρὸς φθορὰν ἁλῶναι διὰ θανάτου κατὰ τὸ τέλος(12) τὴν μηδαμῶς τῆς ἀρχῆς ἁψαμένην γένεσιν, δι᾽ ἧς ὑπέστη κατὰ τὸ τέλος ὁ θάνατος—· ἐπειδὴ ταῦτα διεῖλεν, ὡς ἔφην, ἀλλήλων ὁ λόγος, ἕως ὅτε μόνα τὰ τοῦ Ἀδὰμ κατά τε τὴν ἀρχὴν καὶ τὸ τέλος, φημὶ δὲ τὰ κατὰ τὴν γένεσιν καὶ τὴν φθοράν, γνωρίσματα τυραννικῶς ἐκράτει τῆς φύσεως, οὐκ ἦν καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα πρὸς τελείαν τῆς ἁμαρτίας κατάκρισιν· ὅτε δὲ διὰ σαρκὸς ἡμῖν ἐπεφάνη καὶ γέγονε τέλειος ἄνθρωπος χωρὶς μόνης ἁμαρτίας ὁ τοῦ Θεοῦ Λόγος, μόνον ἔχων ἐν τῇ σαρκὶ τοῦ Ἀδὰμ φύσει κατὰ θέλησιν τὸ ἐπιτίμιον, καὶ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἀνευθύνως πάσχων ὑπὲρ ἀδίκων ὁ δίκαιος, καὶ ἀντέστρεψε τὴν χρῆσιν τοῦ θανάτου, κατάκριμα τῆς ἁμαρτίας αὐτὸν ἀπεργασάμενος ἀλλ᾽ οὐ τῆς φύσεως, γέγονε καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα κατὰ τὴν ἀντιστροφὴν τοῦ θανάτου πρὸς τὴν τῆς ἁμαρτίας κατάκρισιν.

Οἷόν τι λέγω· τὸν Ἀδὰμ ἡ ἁμαρτία κατ᾽ ἀρχὰς δελεάσασα πρὸς παράβασιν ἐλθεῖν τῆς θείας παρέπεισεν ἐντολῆς, καθ᾽ ἥν, τὴν ἡδονὴν ὑποστήσασα καὶ ἑαυτὴν διὰ τῆς ἡδονῆς ἐν αὐτῷ καθηλώσασα τῷ πυθμένι τῆς φύσεως, τὸν θάνατον τῆς ὅλης κατέκρινε φύσεως, ὠθοῦσα πρὸς ἀπογένεσιν κατὰ τὸν θάνατον διὰ τοῦ ἀνθρώπου(13) τὴν φύσιν τῶν γεγονότων. Τοῦτο γὰρ καὶ μεμηχάνητο τῷ σπορεῖ τῆς ἁμαρτίας καὶ πατρὶ τῆς κακίας πονηρῷ διαβόλῳ, τῷ ἑαυτὸν μὲν ἐξ ὑπερηφανίας τῆς θείας ἐξοικίσαντι δόξης, διὰ φθόνον δέ, τόν τε πρὸς ἡμᾶς καὶ τὸν Θεόν, τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξορίσαντι, ἀφανίσαι τὰ ἔργα τοῦ Θεοῦ καὶ διαλῦσαι τὰ συνεστῶτα πρὸς γένεσιν· φθονεῖ γὰρ οὐ μόνον ἡμῖν ὁ μιαρώτατος τῆς ἐπὶ τῷ Θεῷ διὰ τὴν ἀρετὴν δόξης(14), ἀλλὰ καὶ τῷ Θεῷ τῆς ἐφ᾽ ἡμῖν διὰ τὴν σωτηρίαν πανυμνήτου δυνάμεως.

Πάσης οὖν ἐκράτει δυναστεύων τῆς φύσεως ὁ διὰ τὴν παράβασιν θάνατος, τοῦ κράτους ἔχων ὑπόθεσιν τὴν ἐκ τῆς παρακοῆς ἄρξασαν τῆς κατὰ τὴν φύσιν ὅλης γενέσεως ἡδονήν, δι᾽ ἣν αὐτὸς ὁ θάνατος κατεκρίθη τῆς φύσεως. Ὁ δὲ Κύριος, γενόμενος ἄνθρωπος καὶ μὴ λαβὼν προκαθηγουμένην αὐτοῦ τῆς κατὰ σάρκα γεννήσεως τὴν ἄδικον ἡδονήν, δι᾽ ἣν ἡ διὰ τοῦ θανάτου κατὰ τῆς φύσεως ἐξηνέχθη δικαία κατάκρισις, αὐτὸν δὲ κατὰ φύσιν θέλων ἐν τῷ παθητῷ τῆς φύσεως καταδεξάμενος τὸν θάνατον, δηλονότι πάσχων, τὴν τοῦ θανάτου χρῆσιν ἀντέστρεψεν, οὐκ ὄντα λοιπὸν ἐν αὐτῷ τῆς φύσεως, ἀλλὰ τῆς ἁμαρτίας προδήλως, κατάκρισιν· οὐ γὰρ ἦν δυνατὸν εἶναι τὸν θάνατον ἐν τῷ μὴ τὴν γένεσιν ἐξ ἡδονῆς ἐσχηκότι κατάκρισιν φύσεως, ἀλλὰ τῆς τοῦ προπάτορος ἁμαρτίας ἀναίρεσιν, δι᾽ ἣν ὁ τοῦ θανάτου φόβος ὅλης ἐκράτει τῆς φύσεως.

Εἰ γὰρ ἐν τῷ Ἀδὰμ ὁ θάνατος τῆς φύσεως ὑπῆρχε κατάκρισις, ἀρχὴν ἐχούσης τὴν ἡδονὴν τῆς ἰδίας γενέσεως, εἰκότως ὁ θάνατος ἐν Χριστῷ τῆς ἁμαρτίας κατάκρισις γέγονεν, ἡδονῆς καθαρὰν ἐν Χριστῷ πάλιν τῆς φύσεως ἀπολαβούσης τὴν γένεσιν, ἵνα, ὥσπερ κατέκρινεν εἰς φθορὰν ἐν τῷ Ἀδὰμ κατὰ τὴν ἡδονὴν ἡ ἁμαρτία διὰ τοῦ θανάτου τὴν φύσιν καὶ γέγονε καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν φύσιν διὰ τὴν ἁμαρτίαν, οὕτως ἐν Χριστῷ κατὰ τὴν δικαιοσύνην ἡ φύσις διὰ τοῦ θανάτου κατακρίνῃ τὴν ἁμαρτίαν καὶ γένηται καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν ἁμαρτίαν διὰ τὴν δικαιοσύνην, τῆς φύσεως ἐκδυσαμένης ἐν Χριστῷ παντελῶς τὴν ἐξ ἡδονῆς γένεσιν, καθ᾽ ἣν ἀναγκαίως τοῖς πᾶσιν ὡς χρέος ὁ τῆς κατακρίσεως παρείπετο θάνατος, ὥστε τὸν αὐτὸν θάνατον ἐν μὲν τῷ Ἀδὰμ διὰ τὴν ἁμαρτίαν κατάκρισιν ὑπάρχειν τῆς φύσεως, ἐν δὲ τῷ Χριστῷ διὰ τὴν δικαιοσύνην κατάκρισιν ὑπάρχειν τῆς ἁμαρτίας· ὁ γὰρ πάσχων δι᾽ ἁμαρτίαν εἰς κατάκρισιν τῆς φύσεως δικαίως ὑπομένει τὸν θάνατον, ὁ δὲ μὴ πάσχων δι᾽ ἁμαρτίαν, ὡς χάριν μᾶλλον κατ᾽ οἰκονομίαν τῇ φύσει διδούς, εἰς κατάκρισιν τῆς ἁμαρτίας τὸν διὰ τὴν ἁμαρτίαν εἰς τὴν αὐτῆς ἀναίρεσιν θέλων καταδέχεται θάνατον.

Οὐκοῦν, ὥσπερ διὰ τὸν Ἀδάμ, τὸν ὑποστήσαντα διὰ τῆς παρακοῆς τὸν καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμον καὶ τὸν δι᾽ αὐτὸν κατακριθέντα τῆς φύσεως θάνατον, πάντες οἱ ἐκ τοῦ Ἀδὰμ τὸ εἶναι λαβόντες κατὰ τὸν ἐξ ἡδονῆς τῆς γενέσεως νόμον εἶχον ἀναγκαίως, καὶ μὴ βουλόμενοι, συνεζευγμένον κατὰ δύναμιν τῇ γενέσει καὶ τὸν κατακριθέντα τῆς φύσεως θάνατον, καὶ ἦν καιρὸς τοῦ κατακρίνεσθαι τὴν φύσιν ὑπὸ τῆς ἁμαρτίας, ἐφ᾽ ὅσον ἐκράτει τῆς φύσεως ὁ τῆς καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμος, οὕτως διὰ τὸν Χριστόν, τὸν παντελῶς ἀφελόμενον τῆς φύσεως τὸν καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμον καὶ τοῦ δι᾽ αὐτὸν κατακριθέντος τῆς φύσεως θανάτου τὴν χρῆσιν εἰς μόνην τὴν τῆς ἁμαρτίας κατάκρισιν βουλήσει καταδεξάμενον, πάντες οἱ ἀπὸ Χριστοῦ κατὰ θέλησιν Πνεύματι διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθέντες καὶ τὴν καθ᾽ ἡδονὴν προτέραν τοῦ Ἀδὰμ διὰ τῆς χάριτος ἀποθέμενοι γένεσιν καὶ τὴν ἐν τῷ βαπτίσματι χάριν τῆς ἀναμαρτησίας καὶ τῆς ἐν Πνεύματι μυστικῆς υἱοθεσίας τὴν δύναμιν ἀμείωτόν τε καὶ ἄχραντον διὰ τοῦ νόμου τῶν εὐαγγελικῶν φυλάξαντες ἐντολῶν εἰκότως εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν ἔχουσι τὴν τοῦ θανάτου χρῆσιν ἐνεργουμένην, καιρὸν λαβόντες κατακρίνειν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, γενικῶς μὲν κατὰ φύσιν χάριτι διὰ τὸ μέγα μυστήριον τῆς ἐνανθρωπήσεως(15) αὐτὸν τὸ ἀπὸ τῆς τοῦ Λόγου σαρκώσεως χρόνον, ἰδικῶς δὲ κατ᾽ ἐνέργειαν χάριτι τὸν ἀφ᾽ οὗ διὰ τοῦ βαπτίσματος ἔλαβεν ἕκαστος τὴν χάριν τῆς υἱοθεσίας· καθ᾽ ἣν ἐνεργουμένην ταῖς ἐντολαῖς γνωμικῶς μόνην τὴν ἐν Πνεύματι γένεσιν ἔχοντες, διὰ πολλῶν παθημάτων εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομένουσι τὴν τοῦ θανάτου χρῆσιν αὐτοῖς ἐπαγομένην.

Οὐ γὰρ ἔτι δι᾽ ἁμαρτίαν ὁ βαπτισθεὶς καὶ φυλάξας τὸ βάπτισμα ταῖς ἐντολαῖς κρατυνόμενον ὡς χρέος ὑπὲρ ἁμαρτίας καταβάλλεται τὸν θάνατον, ἀλλ᾽ εἰς κατάκρισιν τῆς ἁμαρτίας τὴν αὐτοῦ καταδέχεται χρῆσιν, πρὸς τὴν θείαν καὶ ἀτελεύτητον ζωὴν μυστικῶς αὐτὸν παραπέμπουσαν, εἴπερ ἀληθείας ἕνεκεν καὶ δικαιοσύνης διὰ πολλῶν παθημάτων γενναίως τὸν τῆς παρούσης ζωῆς πεπληρώκασι δρόμον οἱ ἅγιοι, τῆς διὰ τὴν ἁμαρτίαν κατακρίσεως τοῦ θανάτου τὴν φύσιν ἐν ἑαυτοῖς ἐλευθερώσαντες καὶ τὸ πρὸς ἀναίρεσιν τῆς φύσεως ὅπλον τοῦ θανάτου πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας κατὰ τὸν ἀρχηγὸν τῆς αὐτῶν σωτηρίας Ἰησοῦν ποιησάμενοι· εἰ γὰρ ἡ ἁμαρτία πρὸς ἀναίρεσιν φύσεως ὅπλον ἐν τοῖς αὐτὴν κατὰ τὸν Ἀδὰμ ἐνεργοῦσιν εἶχεν τὸν θάνατον, πολλῷ μᾶλλον ἐν τοῖς ἐνεργοῦσι τὴν διὰ πίστεως ἐν Χριστῷ δικαιοσύνην ὅπλον ἕξει τὸν θάνατον πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ἡ φύσις.

Οὐκοῦν, ἀφ᾽ οὗ γέγονε τὸ μυστήριον τῆς ἐνανθρωπήσεως καὶ ἐξεῖλε πάμπαν ὁ σαρκωθεὶς Θεὸς ἐν τοῖς κατ᾽ αὐτὸν Πνεύματι γεννωμένοις τὴν τοῦ καθ᾽ ἡδονὴν νόμου τῆς φύσεως γένεσιν, καιρός, ὡς ἔφην, γέγονε τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ, τουτέστι κατακριθῆναι τὴν ἁμαρτίαν, τὴν τοῦ κατακρίνεσθαι διὰ παθημάτων λαβοῦσαν ἀρχὴν ἀπὸ τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν καὶ τὴν καθ᾽ ἡδονὴν διὰ τοῦ βαπτίσματος γένεσιν ἀποθεμένων. Τούτους γὰρ ἐκάλεσεν οἶκον Θεοῦ, καθὼς μαρτυρεῖ φάσκων ὁ θειότατος ἀπόστολος Παῦλος· Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καὶ αὐτὸς δὲ διὰ τοῦ ἑξῆς λόγου παρίστησι λέγων Πέτρος ἡ κορυφὴ τῶν ἀποστόλων· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν ἤρξατο, δηλονότι τὸ κρίμα, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ, ὡσανεὶ ἔλεγεν· εἰ ἡμεῖς, ὁ οἶκος τοῦ Θεοῦ γενέσθαι χάριτι διὰ Πνεύματος ἀξιωθέντες, τοσαύτην ὑπὲρ δικαιοσύνης εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομονὴν ἐπιδείκνυσθαι παθημάτων ὀφείλομεν καὶ ὡς κακοῦργοι τὸν ἐφύβριστον, ἀγαθοὶ τυγχάνοντες, προθύμως ἀποφέρεσθαι θάνατον, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ, τουτέστι, ποῖον ἔσται τὸ τέλος ἤγουν ἡ κρίσις τῶν οὐ μόνον ζῶσάν τε καὶ ἐνεργουμένην κατά τε ψυχὴν καὶ σῶμα γνώμῃ τε καὶ φύσει τὴν καθ᾽ ἡδονὴν τοῦ Ἀδὰμ κρατήσασαν τῆς φύσεως γένεσιν μέχρι τέλους διὰ σπουδῆς ἐσχηκότων, ἀλλὰ μήτε προσδεξαμένων παρακαλοῦντα τὸν Θεὸν καὶ Πατέρα δι᾽ Υἱοῦ σαρκωθέντος, μήτε μὴν αὐτὸν τὸν ὑπὲρ τοῦ Πατρὸς πρεσβεύοντα μεσίτην καὶ Υἱὸν καὶ ὑπὲρ τῆς ἡμῶν εἰς τὸν Πατέρα καταλλαγῆς ἑαυτὸν βουλήσει τοῦ Πατρὸς εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον κατὰ θέλησιν προϊέμενον, ὅπως δι᾽ ἑαυτὸν ἡμᾶς τοσοῦτον δοξάσῃ, τῷ κάλλει καταφαιδρύνας τῆς οἰκείας θεότητος, ὅσον δι᾽ ἡμᾶς αὐτὸς κατεδέξατο τοῖς ἡμῶν ἀτιμασθῆναι παθήμασιν; Τοῦτο γάρ, ὡς οἶμαι, τυχόν ἐστι τὸ τοῦ Θεοῦ Εὐαγγέλιον· πρεσβεία Θεοῦ καὶ παράκλησις πρὸς ἀνθρώπους δι᾽ Υἱοῦ σαρκωθέντος καὶ τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν(16).

Διὸ σχετλιάζων τοῖς ἐφεξῆς τοὺς ἀπειθεῖς ὁ μέγας ἀπόστολός φησιν· καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; δίκαιον λέγων, ὡς εἰκός, τὸν πιστὸν καὶ φύλακα τῆς δοθείσης κατὰ τὸ βάπτισμα χάριτος καὶ διὰ πολλῶν παθημάτων ἀκαθαίρετον διατετηρηκότα τὴν διὰ τοῦ Πνεύματος υἱοθεσίαν, σωτηρίαν δὲ τὴν ἐκ Θεοῦ τοῖς ἀξίοις δοθησομένην πληρεστάτην τῆς θεώσεως χάριν, ἧς μόλις ἐπιτεύξεται καὶ ὁ κατ᾽ ἄκρον πάντων τῶν θείων ἀνθεκτικός, ἀσεβῆ δὲ καὶ ἁμαρτωλὸν τὸν τῆς εὐαγγελικῆς ἀλλότριον χάριτος, ἀσεβῆ μὲν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν, ἁμαρτωλὸν δὲ διὰ τὴν ζῶσαν ἐν αὐτῷ κατὰ τὴν φθορὰν τῶν παθημάτων τῆς παλαιότητος γένεσιν. ῍Η τυχὸν ἀσεβῆ μὲν ἐκάλεσεν ὁ λόγος τὸν μόνης παντελῶς ἐστερημένον τῆς κατὰ Χριστὸν ἐπιγνώσεως, ἁμαρτωλὸν δὲ τὸν πιστὸν μέν, παραβάτην δὲ κατ᾽ ἐμὲ τῶν εὐαγγελικῶν ἐντολῶν τῶν καθαρὸν διατηρουσῶν τὸν διὰ τοῦ ἁγίου βαπτίσματος χιτῶνα τῆς ἀφθαρσίας· ὧν ἡ θέσις, τοῦ ἀσεβοῦς τέ φημι καὶ ἁμαρτωλοῦ, τοῖς ἐπιμελουμένοις τῆς μυστικῆς ποσῶς κατείληπται γνώσεως. Τὸ γὰρ ποῦ θέσιν δηλοῖ σαφῶς(17) τοπικῆς οὐκ ἀμοιροῦσαν περιγραφῆς· ἧς εἴπερ ἡ τοῦ δικαίου θέσις ἀντιδιαιρεῖται, οὐκ ἔσται ποῦ πάντως κατὰ τὴν θέσιν ὁ δίκαιος, τὴν ὑπὲρ τὸ ποῦ κατὰ τὴν χάριν θέσιν εἰληφὼς αὐτὸν τὸν Θεόν, ὡς ἡ ὑπόσχεσις. Ὁ γὰρ Θεὸς οὐ ποῦ, ἀλλὰ παντὸς ἀσχέτως ἐπέκεινα ποῦ, ἐν ᾧ πάντων τῶν σῳζομένων ἡ ἵδρυσις ἔσται κατὰ τὸ γεγραμμένον γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· οὗτινος πᾶς ὁ μὴ καθοτιοῦν μεθέξων τῆς τοῦ εὖ εἶναι κατὰ τὴν σχέσιν δυνάμεως(18) μέλει σώματος ἐοικὼς ἔσται πάμπαν ἀμοιροῦντι τῆς κατὰ ψυχὴν ζωτικῆς ἐνεργείας.

῍Η πάλιν, ἐπειδὴ πάντων τῶν σῳζομένων ὁ Θεὸς ἔσται τόπος, ἀπερίγραφός τε καὶ ἀδιάστατος καὶ ἄπειρος, πᾶσι πάντα γινόμενος κατὰ τὴν ἀναλογίαν τῆς δικαιοσύνης, μᾶλλον δὲ κατὰ τὸ μέτρον τῶν μετὰ γνώσεως ὑπὲρ δικαιοσύνης ἐνταῦθα παθημάτων ἑαυτὸν ἑκάστῳ δωρούμενος, καθάπερ ψυχὴ σώματος μέλεσι κατὰ τὴν ὑποκειμένην ἑκάστῳ μέλει δύναμιν ἑαυτὴν ἐνεργοῦσαν ἐκφαίνουσα καὶ πρὸς τὸ εἶναι δι᾽ ἑαυτῆς τὰ μέλη συνέχουσα πρὸς ζωὴν συγκρατούμενα, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, ταύτης ἐστερημένος τῆς χάριτος; Ὁ γὰρ μὴ δυνάμενος ἐνεργουμένην τὴν κατὰ τὸ εὖ εἶναι τοῦ Θεοῦ δέξασθαι παρουσίαν ποῦ φανεῖται, τῆς θείας ζωῆς τῆς ὑπὲρ αἰῶνα καὶ χρόνον καὶ τόπον ὑπομείνας τὴν ἔκπτωσιν;

Οὐκοῦν, εἴτε κατὰ τὴν πρώτην ἐπιβολὴν καταφατικῶς ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, περιγεγραμμένης οὐκ ἔσται ζωῆς τὸ παράπαν ἐλεύθερος(19), τὴν πᾶσαν διαφεύγουσαν περιγραφὴν καὶ παντὸς ἐπέκεινα τόπου ζωὴν οὐκ ἔχων, εἴτε κατὰ τὴν δευτέραν ἀποφατικῶς οὐ ποῦ φανεῖται, τὸν Θεὸν οὐκ ἔχων πρὸς τὸ εὖ εἶναι συνέχοντα τὴν ζωήν, τὸν μέλλοντα πᾶσι γίνεσθαι τόπον τοῖς ἀξίοις, πῶς ἔσται, τόπον αὐτὸν οὐκ ἔχων τὸν Θεὸν κατὰ τὴν τοῦ εὖ εἶναι ἐν Θεῷ μονήν τε καὶ ἵδρυσιν; Καὶ ἁπλῶς εἰπεῖν, εἰ μετὰ πολλῆς δυσχερείας ὁ δίκαιος σῴζεται, τί ἔσται ἢ τί πείσεται ὁ μηδένα λόγον εὐσεβείας καὶ ἀρετῆς κατὰ τὴν παροῦσαν ζωὴν ποιησάμενος;

 
---------------------
ΣΧΟΛΙΑ

1. Ἡδονή καί ὀδύνη, τῇ φύσει φησί τῆς σαρκός οὐ συνεκτίσθησαν· ἀλλ᾿ ἡ παράβασις, τήν μέν ἐπενόησεν εἰς φθοράν τῆς προαιρέσεως· τήν δέ κατεδίκασεν εἰς λύσιν τῆς φύσεως· ἵνα ἡ μέν ἡδονή, ψυχῆς ἑκούσιον ἐργάσηται θάνατον τῆς ἁμαρτίας· ἡ δέ ὀδύνη διά τῆς λύσεως, τήν κατ᾿ εἶδος ποιήσεται τῆς σαρκός ἀπογένεσιν.

2. Ὅτι κατά πρόνοιαν πρός κόλασιν τῆς κατά προαίρεσιν ἡδονῆς, δέδωκεν ὁ Θεός τῇ φύσει τήν παρά προαίρεσιν ὀδύνην, καί τόν ἐπ᾿ αὐτῇ θάνατον.

3. Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια, καί ἡ τῶν ἀκουσίων ἐπαγωγή, φησίν, ἀφαιροῦνται μέν τήν ἡδονήν, τήν κατ᾿ ἐνέργειαν αὐτῆς καταπαύουσαν κίνησιν· οὐκ ἀναιροῦσι δέ τήν ὥσπερ νόμον τῇ φύσει πρός γένεσιν ἐγκειμένην αὐτῆς δύναμιν. Ἡ γάρ κατ᾿ ἀρετήν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ' οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾿ ἥν, δηλαδή τήν γνωμικήν ἀπάθειαν, ἡ κατά νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις.

4. Ἄδικον ἡδονήν λέγει, τόν ἐκ τῆς παραβάσεως ἐμφυρέντα τῇ φύσει νόμον τῆς ἁμαρτίας.

5. Μέσον ὀφείλοντα πρός τήν τῶν ἄκρων ἀναίρεσιν ἀναδειχθῆναι λέγει, τόν τοῦ Κυρίου πόνον καί θάνατον, ὡς ἡδονῆς ἐσχηκότος ἐλευθέραν τήν γένεσιν, καί ζωῆς ἐμπαθοῦς καθαρόν τόν θάνατον τῆς δι᾿ ἡμᾶς αὐτοῦ θείας σαρκός· καθ᾿ ἥν γένεσίν τε καί γέννησιν καί θάνατον δι᾿ ἡμᾶς ἑκουσίως ὑπέμεινεν· ἵνα τήν ἡμῶν ἐξ ἡδονῆς γένεσιν, καί τόν ἐξ ἐμπαθοῦς ζωῆς θάνατον, ἀφέλῃ μέσος ἀναφανείς, καί πρός ἑτέραν ἡμᾶς μετάγῃ ζωήν, ἀρχῆς ἐλευθέραν χρονικῆς καί τέλους, ἥν οὐ φύσις ἀλλ᾿ ἡ χάρις δημιουργεῖ.

6. Ὅτι παντελῶς φησιν ἀμήχανον ἦν, τήν φύσιν ὑποβληθεῖσαν τῇ τε κατά προαίρεσιν ἡδονῇ, καί τῇ παρά προαίρεσιν ὀδύνῃ, πάλιν πρός τήν ἐξ ἀρχῆς ἀνακληθῆναι ζωήν, εἰ μή γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμενος τήν πρός κόλασιν τῆς κατά προαίρεσιν τῆς φύσεως ἡδονῆς ἐπινοηθεῖσαν ὀδύνην, οὐκ ἔχουσαν προηγουμένην αὐτῆς τήν ἐξ ἡδονῆς γένεσιν· ἵνα τῆς ἐκ καταδίκης ἐλευθερώσῃ τήν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχήν οὐκ ἔχουσαν καταδεχόμενος γέννησιν.

7. Τό διά θανάτου τέλος τοῦ Κυρίου.

8. Τῷ παθητῷ δῆλον ὅτι τῆς φύσεως.

9. Πῶς τῆς ὀδύνης πλέον τό κατά φύσιν ἐπιτείνομεν πρόστιμον, διά τῆς ἡδονῆς αὐτήν παραμυθεῖσθαι σπουδάζοντες.

10. Τό μέν σοφόν τοῦ Θεοῦ φησιν, ἐν τῷ γενέσθαι φύσει κατ᾿ ἀλήθειαν ἄνθρωπον δείκνυται· τό δέ δίκαιον, ἐν τῷ παθητόν κατά τήν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως· τό δέ δυνατόν, ἐν τῷ διά παθημάτων καί θανάτου ζωήν ἀΐδιον τῇ φύσει δημιουργῆσαι, καί ἀπάθειαν ἄτρεπτον.

11. Ὅτι τήν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονήν εἰς ἀθέτησιν τῆς κατά σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διά Πνεύματος γεννωμένων ὁ Κύριος ἀφελόμενος, τόν εἰς καταδίκην τό πρότερον ὄντα τῆς φύσεως, εἰς τήν τῆς ἁμαρτίας κατάκρισιν αὐτοῖς συγχωρεῖ δέχεσθαι θάνατον.

12. Ἀρχήν ἔσχεν μετά τήν παράβασιν, φησίν, ἡ τῶν ἀνθρώπων φύσις τῆς ἰδίας γενέσεως, τήν καθ᾿ ἡδονήν ἐκ σπορᾶς σύλληψιν, καί τέλος τόν κατ᾿ ὀδύνην διά φθορᾶς θάνατον. Ὁ δέ Κύριος ταύτην οὐκ ἔχων ἀρχήν τῆς κατά σάρκα γεννήσεως, οὔτε τῷ τέλει, τουτέστι τῷ θανάτῳ, κατά φύσιν ὑπῆρχεν ἁλωτός.

13. Ὅτι τήν εἰς τό μή ὄν ἀπογένεσιν δέξασθαι τήν τῶν γεγονότων φύσιν προσδοκῶν ὁ διάβολος, ἠγωνίσατο τῆς θείας ἐντολῆς παραβάτην δεῖξαι τόν ἄνθρωπον.

14. Ὅτι φθονῶν τῷ Θεῷ καί ἡμῖν ὁ διάβολος, δόλῳ τόν ἄνθρωπον ὑπό Θεοῦ φθονεῖσθαι παραπείσας, παραβῆναι τήν ἐντολήν παρεσκεύασε· τῷ Θεῷ μέν, ἵνα μή φανερά γένηται κατ᾿ ἐνέργειαν ἡ πανύμνητος αὐτοῦ δύναμις θεουργοῦσα τόν ἄνθρωπον· τῷ δέ ἀνθρώπῳ προδήλως, ἵνα μή γένηται τῆς θείας ἐν εἴδει κατ᾿ ἀρετήν μέτοχος δόξης.

15. Ὅτι γενική κατάκρισίς ἐστι, φησί, τοῦ κατά τήν παράβασιν κρατήσαντος νόμου τῆς φύσεως, ἡ τοῦ Θεοῦ κατ᾿ ἀλήθειαν ἐνανθρώπησις· ἰδική δέ τούτου τοῦ νόμου κατάκρισίς ἐστιν, ἡ κατά Χριστόν γνωμική τοῦ καθ᾿ ἕκαστον ἀναγέννησις.

16. Ἀγέννητον εἶπε θέωσιν, τήν κατ᾿ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ᾿ ἀνεννόητον ἐν τοῖς ἀξίοις φανέρωσιν.

17. Πῶς τό ποῦ δεῖ θεωρεῖν.

18. Ὁ μή καθαράν τήν θείαν ληψόμενος ζωήν, φησίν, ἐν ᾗ περιγραφῆς λόγος τό παράπαν οὐκ ἔστιν ὀδύνης ἐλεύθερος οὐκ ἔσται, τήν γεννητήν ἔχων διηνεκῶς τήν αὐτοῦ περιγράφουσαν ὕπαρξιν, ἤγουν συνέχουσαν, ἀλλ᾿ οὐ τήν ἀγέννητον, καί πάσης ἐλευθέραν θέσεως τοπικῆς καί κινήσεως χρονικῆς· καί μηδεμίαν κατάληψιν ἔχουσαν· καί διά τοῦτο, μηδέ περιγραφήν. Ἡ γάρ θεία ζωή καί ἀνεννόητος, κἄν ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατά χάριν μεθέξουσιν, ἀλλ᾿ οὐ κατάληψιν. Μένει γάρ ἀεί, κἄν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς, ἀκατάληπτος, ὅτι κατά φύσιν ὡς ἀγέννητος ἔχει τήν ἀπειρίαν.

19. Ὁ μέν Θεός φησι, κατά μίαν ἀπειροδύναμον τῆς ἀγαθότητος αὐτοῦ βούλησιν πάντας συνέξει καί ἀγγέλους καί ἀνθρώπους· ἀγαθούς τε καί πονηρούς· οὗτοι δέ πάντες, οὐκ ἴσως μεθέξουσι Θεοῦ, τοῦ διά πάντων ἀσχέτως χωρήσοντος· ἀλλ' ἀναλόγως ἑαυτοῖς. Οἱ μέν τῇ φύσει φυλάξαντες ἰσονομοῦσαν διά πάντων τήν γνώμην, καί τῶν τῆς φύσεως λόγων κατ' ἐνέργειαν δεκτικήν αὐτήν καταστήσαντες, καθ᾿ ὅλον τόν τοῦ ἀεί εὖ εἶναι λόγον, διά τήν πρός τήν θείαν βούλησιν τῆς γνώμης εὐπάθειαν, ὅλως μεθέξουσι τῆς ἀγαθότητος κατά τήν αὐτοῖς ἐπιλάμπουσαν ὡς ἐν ἀγγέλοις, ἤ ὡς ἐν ἀνθρώποις, θείαν ζωήν. Οἱ δέ τῇ φύσει ποιήσαντες ἀνισομοῦσαν διά πάντων τήν γνώμην, καί τῶν τῆς φύσεως λόγων κατά τήν ἐνέργειαν σκεδαστικήν αὐτήν ἀποδείξαντες, καθ᾿ ὅλον τόν τοῦ εὖ εἶναι λόγον, διά τήν πρός τήν θείαν βούλησιν τῆς γνώμης ἀντιπάθειαν, ὅλης ἐκπεσοῦνται τῆς ἀγαθότητος, κατά τήν ἐμφαινομένην αὐτοῖς πρός τό φεῦ εἶναι τῆς γνώμης οἰκείωσιν· καθ᾿ ἥν πρός τόν Θεόν ἔσται τῶν τοιούτων διάστασις, οὐκ ἐχόντων κατά τήν πρόθεσιν τῆς γνώμης, ταῖς ἐνεργείαις τῶν ἀγαθῶν τόν τοῦ εὖ εἶναι λόγον ζωογονούμενον, καθ᾿ ὅν ἡ θεία ζωή διαφαίνεσθαι πέφυκε. Ζυγός οὖν τῆς ἑκάστου γνώμης ἔσται κατά τήν κρίσιν, ὁ τῆς φύσεως λόγος, τήν πρός τό φεῦ, ἤ εὖ αὐτῆς διελέγχων κίνησιν, καθ᾿ ἥν ἡ τῆς θείας ζωῆς μέθεξις ἤ ἀμεθεξία γίνεσθαι πέφυκε. Κατά γάρ τό εἶναι, καί ἀεί πάντας συνέξει παρών ὁ Θεός· κατά δέ τό ἀεί εὖ εἶναι, μόνους ἰδιοτρόπως τούς ἁγίους ἀγγέλους τε καί ἀνθρώπους· τό ἀεί φεῦ εἶναι τοῖς μή τοιούτοις ὡς γνώμης καρπόν ἀφείς ἐπικιρνώμενον.


Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets