62. ΕΡΩΤΗΣΙΣ ΞΒ'
Τί ἐστιν ὃ λέγει Ζαχαρίας ὁ ἅγιος Προφήτης· «καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. Καὶ εἶπε πρός με· αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς». Καὶ μετ᾽ ὀλίγα· «καὶ ἐξοίσω αὐτό, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου ψευδῶς, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ». Τί τὸ δρέπανόν ἐστι καὶ τὸ μέτρον τοῦ τε μήκους καὶ τοῦ πλάτους; Καὶ διὰ τί πετόμενον; Καὶ τίς ὁ κλέπτης καὶ ἐπίορκος, καὶ τίς ὁ τούτου οἶκος· τίνα τε τὰ ξύλα, καὶ τίνες οἱ λίθοι;
Ἀπόκρισις.
Ὁ φήσας Θεὸς, «ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τῆς ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς αὐτοῦ θαυμαστῆς ἐπιδημίας τοῖς συμβόλοις διαποικίλας προκατεβάλετο τὰς ὑποτυπώσεις, ἄλλην δι᾽ ἄλλου τῶν προφητῶν, ὡς ἕκαστος ἦν χωρητικός, προδεικνύμενος. Οὐκοῦν, καὶ τῷ μεγάλῳ προφήτῃ Ζαχαρίᾳ τῶν οἰκείων μυστηρίων δωρούμενος τὴν μύησιν καὶ οἷον ὑπ᾽ ὄψιν ἄγων αὐτῷ πρὸς κατανόησιν τῆς μελλούσης αὐτοῦ διὰ σαρκὸς παρουσίας τὴν δύναμιν, δρέπανον αὐτῷ κατὰ τὴν θεωρίαν σοφῶς διεσκεύασεν, διδάσκων ὡς αὐτὸς ἔμελλεν, ὁ τοῖς τύποις ἑαυτὸν πολυειδῶς ταῖς τῶν προφητῶν ὁράσεσι μυστικῶς διαπλάσας, τὴν ἡμετέραν ἑκουσίως κατ᾽ ἀλήθειαν ὑπελθεῖν φύσει διάπλασιν, ἵνα δείξῃ παροῦσαν τοῖς πράγμασι τὴν προμηνυθεῖσαν διὰ τῶν τύπων ἀλήθειαν.
Δρέπανον οὖν ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός(1), ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος, ὁ δι᾽ ἑαυτὸν μὲν κατὰ φύσιν ἁπλοῦς καὶ ὢν καὶ ἀεὶ διαμένων, δι᾽ ἐμὲ δὲ κατὰ πρόσληψιν σαρκὸς νοερῶς ἐψυχωμένης, ὡς οἶδεν αὐτός, γενόμενος καθ᾽ ὑπόστασιν σύνθετος, οὔτε τῇ κατ᾽ ἄκρον πρὸς τὴν σάρκα καθ᾽ ὑπόστασιν ἑνώσει τὴν εἰς μίαν φύσιν παραδεχόμενος σύγχυσιν, οὔτε τῇ κατ᾽ ἄκρον πρὸς τὴν σάρκα κατὰ τὴν φύσιν διαφορᾷ πρὸς Υἱῶν δυάδα τεμνόμενος—ἄκρον δέ φημι τῆς μὲν καθ᾽ ὑπόστασιν ἑνώσεως τὸ παντελῶς ἀδιαίρετον, τῆς δὲ κατὰ φύσιν διαφορᾶς ἄκρον τὸ παντελῶς ἀσύγχυτον καὶ ἀναλλοίωτον—, ὅτι μηδὲ συνεπάγεται παντελῶς τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνέστηκεν ἑτερότητι καὶ τὴν καθ᾽ ὑπόστασιν διαφορὰν τὸ μυστήριον τῆς θείας σαρκώσεως, οὔτε μήν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει, τήν εἰς μίαν φύσιν σύγχυσιν· τὸ μὲν ἵνα μὴ προσθήκην λάβῃ τὸ τῆς Τριάδος μυστήριον(2), τὸ δὲ ἵνα μηδὲν ᾖ τῇ θεότητι κατὰ φύσιν ὁμογενὲς καὶ ὁμοούσιον. Δύο γὰρ φύσεων πρὸς ὑπόστασιν ἀλλ᾽ οὐ πρὸς φύσιν μίαν γέγονε σύνοδος, ἵνα καὶ τὸ καθ᾽ ὑπόστασιν ἓν ἐκ τῶν ἀλλήλαις συνδραμουσῶν φύσεων δειχθῇ κατὰ τὴν ἕνωσιν ἀποτελούμενον καὶ τὸ διάφορον τῶν συνελθόντων πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν κατὰ τὴν φυσικὴν ἰδιότητα πιστευθῇ πάσης ἐκτὸς μένον τροπῆς καὶ συγχύσεως.
Εἰ γὰρ πρὸς φύσεως γένεσιν ἡ τῶν φύσεων γέγονε σύνοδος(3), ἀδιάγνωστον ἂν ἦν ἡμῖν παντελῶς τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον, οὐκ ἔχουσι πόθεν ἢ πῶς δυνηθῆναι μαθεῖν τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ συγκατάβασιν, εἰς τὴν θείαν φύσιν διὰ τὴν ἕνωσιν τῆς σαρκὸς μεταβληθείσης ἢ τῆς θείας εἰς τὴν τῆς σαρκὸς οὐσίαν μετατραπείσης ἢ ἀμφοῖν πρὸς ἄλλης παρ᾽ ἑαυτὰς γένεσιν κατά τινα μίξιν συμφυρεισῶν καὶ μηδετέρας τῶν ἐξ ὧν ἐστι φύσεων τὸν λόγον ἀλώβητον φερουσῶν. Εἴτε γὰρ εἰς θεότητος φύσιν ἡ σάρξ, εἴτε πρὸς σάρκα ἡ τῆς θεότητος μετεβλήθη φύσις, εἴτε πρὸς ἄλλης γένεσιν φύσεως παρὰ ταύτας ὁ τῆς πρὸς φύσιν μίαν ἑνώσεως τρόπος τὰς φύσεις συνώθησεν, ἐγὼ τὸ μυστήριον τῆς θείας σαρκώσεως οὐκ ἐπιγινώσκω, φυσικὴν οὐχ εὑρίσκων μετὰ τὴν ἕνωσιν ἐν τῷ μυστηρίῳ διαφορὰν σαρκὸς καὶ θεότητος. Εἰ δὲ σαρκὸς ἐν Χριστῷ καὶ θεότητος μετὰ τὴν ἕνωσιν ὑπάρχει κατὰ φύσιν διαφορά —οὐ γὰρ ταὐτὸν κατ᾽ οὐσίαν ποτὲ θεότης καὶ σάρξ—, πρὸς φύσεως μιᾶς γένεσιν ἡ τῶν συνελθόντων οὐδαμῶς γέγονεν ἕνωσις, ἀλλὰ πρὸς μίαν ὑπόστασιν, καθ᾽ ἣν οὐδεμίαν ἐν Χριστῷ καθ᾽ οἱονδήποτε τρόπον εὑρίσκομεν διαφοράν· ταὐτὸν γὰρ τῇ οἰκείᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ὁ Λόγος. Καθ' ὅ γὰρ ἂν ὁ Χριστὸς ἔχει διαφοράν, ἓν εἶναι κατὰ πάντα τρόπον οὐ δύναται· καθ' ὅ δὲ τὴν οἱανοῦν παντελῶς οὐκ ἐπιδέχεται διαφοράν, κατὰ πάντα τρόπον τὸ ἓν ἐπ᾽ αὐτοῦ διαπαντὸς εὐσεβῶς ἔχει καὶ ὂν καὶ λεγόμενον.
Οὐκοῦν, ἐπειδὴ πᾶσα μὲν διαφορά, καθ' ὅ διαφορά, πάντως ὑποκείμενον ἔχει ποσὸν τῶν διαφερόντων—ποσοῦ γὰρ χωρὶς οὐκ ἂν εἴη ποτὲ διαφορά, τὸ δὲ ποσὸν ἀριθμοῦ χωρὶς οὐ δέχεται δήλωσιν—, καλῶς ἂν πρὸς μόνην τὴν δήλωσιν τῆς διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν τὸν ἀριθμὸν παραλαμβάνομεν, σημαίνοντες ἀτρέπτους σῴζεσθαι τὰς φύσεις μετὰ τὴν ἕνωσιν, ἀλλ᾽ οὐ διαιροῦντες τῷ ἀριθμῷ τῶν εἰς ὑπόστασιν μίαν συνδεδραμηκότων τὴν ἕνωσιν. Καὶ δηλοῦμεν τοῦτο φρονοῦντες, τῷ τῆς ὑποστάσεως λόγῳ καθοτιοῦν ἀριθμὸν οὐκ ἐπάγοντες· ᾧ γὰρ οὐκ ἐπιθεωρεῖται διαφορὰ παντελῶς, οὐδὲ ποσὸν συνεισάγεται· τὸ δὲ ποσὸν οὐκ ἔχον συνεισαγόμενον, οὔτε τὸν δηλωτικὸν τῆς διαφορᾶς ἀριθμὸν ἐπιδέχεται. Σύνθετον οὖν κατὰ τὴν ὑπόστασιν, καθ᾽ ἣν ἡ ταυτότης καὶ τὸ πάντῃ θεωρεῖται μοναδικόν, ἀλλ᾽ οὐ κατὰ φύσιν, τὸν Χριστὸν ὁμολογοῦμεν, καθ᾽ ἣν ἡ διαφορὰ θεωρεῖται καὶ τὸ μὴ πάντῃ μοναδικόν, ἵνα καὶ τὸ ταὐτὸν καὶ μοναδικὸν φυλάξωμεν τῆς ὑποστάσεως καὶ τὴν διαφορὰν τῶν πρὸς ὑπόστασιν μίαν συνδραμουσῶν ὁμολογήσωμεν φύσεων. Οὗτός ἐστιν ὃν εἶδε σχήματι δρεπάνου πετόμενον ὁ θαυμαστὸς Ζαχαρίας· ἐκθεριστικὸς γὰρ πάσης κακίας τε καὶ ἀγνωσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος.
«Μῆκος αὐτοῦ», φησίν, «πήχεων εἴκοσι καὶ πλάτος αὐτοῦ πήχεων δέκα». Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὁ Χριστὸς(4) εἰς δέκα πήχεις, τὰς ἐμπράκτους λέγω καὶ θείας ἐντολάς, τῷ τῆς προνοίας τρόπῳ κατὰ πρόοδον πλατύνεσθαι πέφυκεν· εἰς δεκάδα γὰρ ἐντολῶν ὁ τοῦ Θεοῦ πλατύνεται λόγος, δι᾽ ὧν, τήν τε τῶν δεόντων ἐνέργειαν καὶ τῶν οὐ δεόντων τὴν ἀργίαν νομοθετήσας, πᾶσαν περιέσχε τῶν προνοουμένων τῆς αὐθαιρέτου γνώμης τὴν κίνησιν. Ὡς δὲ γενόμενος σὰρξ ὁ αὐτὸς(5) καὶ τελείως ἐνανθρωπήσας εἰς εἴκοσι πήχεις μηκύνεται διὰ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν στοιχείων πρὸς γένεσιν σώματος σύνθεσιν· πέντε γὰρ αἱ αἰσθήσεις ὑπάρχουσι καὶ τέσσαρα τυγχάνει τὰ στοιχεῖα, ἐξ ὧν κατὰ σύνοδον ἡ τῶν ἀνθρώπων συνέστηκε φύσις· πέντε δὲ ἐπὶ τέσσαρα συντιθέμενα ποιεῖ τὸν εἴκοσι σαφῶς ἀριθμόν. Μῆκος δὲ τὸν τῆς οἰκονομίας ἡ Γραφὴ προσηγόρευσε τρόπον διά τε τὸ ὕψος καὶ τὸ ὑπὲρ πᾶσαν εἶναι φύσιν τὸ μυστήριον τῆς θείας ἐνανθρωπήσεως.
Πετόμενον δὲ διά τε τὸ μηδὲν ἔχειν ἐπίγειον(6) διά τε τὸ ταχὺ καὶ ὀξυκίνητον καί, συνελόντα φάναι, συντετμημένον τοῦ λόγου καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνῃ περιγράφον τῇ καρδίᾳ τῶν σῳζομένων κατὰ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν συνεχομένην(7). Οὐδὲν γὰρ τοῦ πιστεύειν ταχύτερον καὶ τοῦ διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν ἐστὶν εὐκολώτερον· τὸ μὲν γὰρ δηλοῖ τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα τοῦ πεπιστευκότος ἀγάπην, τὸ δὲ τὴν θεοφιλῆ πρὸς τὸν πλησίον διάθεσιν. Ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος, τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεόμενον· «Λόγον γὰρ συντετμημένον», φησίν, «ποιήσει Κύριος ἐπὶ τῆς γῆς».
Οὗτός ἐστιν ἡ ἀρά, ἣν ἐξέπεμψεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ὁ Θεὸς καὶ Πατήρ(8), ἡ ὄντως ἀρὰ τῆς ἀρᾶς τῆς ἀληθινῆς. Ἐπειδὴ γὰρ γέγονεν ἀρὰ διὰ τῆς παραβάσεως ἡ παρακοὴ τοῦ Ἀδάμ, μὴ συγχωρήσασα πρὸς γένεσιν καρπῶν δικαιοσύνης αὐξηθῆναι τὴν ἐντολήν, ἵνα λάβῃ τὴν εὐλογίαν ἡ κτίσις, ἐν τῇ ἀρᾷ γίνεται τοῦ Ἀδὰμ ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς εὐλογία, τῆς καθ᾽ ἁμαρτίαν ἀρᾶς ἀρὰ γινομένη πρὸς ἀναίρεσιν τῆς πρὸς γένεσιν καρπῶν ἀδικίας αὐξηθείσης παρακοῆς, ἵνα λάβῃ στέρησιν τῆς καθ᾽ ἁμαρτίαν αὐξήσεως ἡ κτίσις. Κατάρα γὰρ δι᾽ ἐμὲ καὶ ἁμαρτία γέγονεν, κατὰ τὸν θεῖον Ἀπόστολον, ὁ τὴν ἐμὴν λύων κατάραν καὶ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν.
Δύο γὰρ κατάρας εἶχον ἐγώ, μίαν μὲν καρπὸν οὖσαν τῆς ἐμῆς προαιρέσεως, τουτέστι τὴν ἁμαρτίαν, δι᾽ ἧς εἰς τὴν γῆν τὸ κατ᾽ ἀρετὴν τῆς ψυχῆς ἀπέπεσε γόνιμον, ἑτέραν δὲ τὸν καταψηφισθέντα δικαίως διὰ τὴν ἐμὴν προαίρεσιν τῆς φύσεως θάνατον, ἐκεῖσε πρὸς ἀνάγκης, καὶ μὴ βουλομένην τὴν φύσιν ὠθούμενον(9), ἔνθα τῆς ἐμῆς προαιρέσεως ἐνεσπάρη κατὰ γνώμην ἡ κίνησις. Τὴν οὖν κατακριθεῖσαν τῆς φύσεως ὁ τῆς φύσεως ὑποστήσας τὴν γένεσιν Θεὸς ἑκουσίως ὑπελθὼν κατάραν, φημὶ δὲ τὸν θάνατον, τὴν ζῶσαν ἐν ἐμοὶ κατὰ προαίρεσιν τῆς ἁμαρτίας κατάραν τῷ οἰκείῳ θανάτῳ διὰ σταυροῦ κατασφάξας ἀπέκτεινεν, καὶ γέγονεν ἡ τοῦ Θεοῦ μου κατάρα τῆς ἐμῆς ἁμαρτίας κατάρα καὶ θάνατος, μὴ συγχωροῦσα πρὸς γένεσιν καρπῶν ἀδικίας ἐλθεῖν τὴν παράβασιν, τῆς δὲ κατ᾽ ἐντολὴν θείας δικαιοσύνης εὐλογία καὶ ζωὴ ἀτελεύτητος.
Τοῦτο τὸ δρέπανον, ἤγουν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, συντελεῖ τὸν κλέπτην καὶ ἐπίορκον, καὶ τὸν οἶκον αὐτοῦ καταλύει, καὶ καταβάλλει τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. Κλέπτης δὲ κατ᾽ ἀλήθειάν ἐστι καὶ ἐπίορκος(10) ὁ πονηρὸς καὶ ψεύστης διάβολος. Κλέπτης μὲν ὡς συλήσας δι᾽ ἀπάτης δόλῳ τοῦ παραδείσου τὸν ἄνθρωπον, ἔργον καὶ κτίσμα Θεοῦ καὶ κτῆμα τίμιον ὑπάρχοντα, καὶ εἰς τόνδε τῆς κακώσεως ἀγαγὼν τὸν τόπον καὶ τὸ τῆς θείας ἀπεικόνισμα δόξης πολλαῖς ἁμαρτημάτων κηλίσι καταρρυπώσας, ἰδίαν περιουσίαν ζητῶν ποιήσασθαι τὸν ἀλλότριον πλοῦτον ὁ τῶν ἀλλοτρίων κακῶς ἐφιέμενος ἀγαθῶν, οὐχ ἵνα τηρήσῃ, ἀλλ᾽ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ(11). Ἐπίορκος δὲ ὡς ψεύστης καὶ παραλογιστής· ὑποσχόμενος γὰρ τῷ Ἀδὰμ δώσειν θεότητος δόξαν, πρὸς ἀτιμίαν κτηνῶν ἀλόγων καὶ ὕβριν κατέβαλεν καὶ παντὸς κτήνους, ἵνα τὸ κυριώτερον εἴπω, πεποίηκεν ἀτιμώτερον, τοσοῦτον πλέον ἔχοντα τῶν κτηνῶν κατὰ τὴν ὕβριν τῆς ἀλογίας, ὅσον τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ἐστὶ βδελυκτότερον, καί, τῆς ἀθανασίας αὐτὸν ἀποξενώσας, τῇ περιβολῇ τῆς φθορᾶς κατεμόλυνεν.
Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ἐπιόρκου(12) ὁ παρὼν τῆς φθορᾶς καὶ τῆς ἀλλεπαλλήλου συγχύσεως καθέστηκε κόσμος, ὃν τυχὸν ἐσφετερίσατο, λῃστεύσας τὸν ἄνθρωπον, ἐν ᾧ καὶ λῃστεύειν συνεχωρήθη δι᾽ ἃς οἶδεν αἰτίας(13) ὁ λῃστεύειν αὐτῷ συγχωρήσας Θεός, μέχρις ἂν ὁ κυκλικὸς τοῦ χρόνου συνέστηκε δρόμος.
Ἐν τούτῳ τῷ κόσμῳ καταλύσας ὡς ἐν οἴκῳ διὰ τῆς ἀφράστου σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος τόν τε διάβολον δήσας κατήργησε καὶ τὰ ξύλα καὶ τοὺς λίθους τοῦ κόσμου τούτου(14) παντελῶς συνετέλεσεν, τὰ ξόανα καὶ τοὺς βωμοὺς καὶ τὰ τῶν ἀγαλμάτων ἱδρύματα διολέσας παντελῶς καὶ ἀφανίσας, δι᾽ ὧν, ὡς Θεός τις πολύμορφος καὶ ἀλλόκοτος, ὁ τῆς πλάνης πατὴρ διάβολος προσκυνεῖσθαι παρὰ τῶν πλανηθέντων ᾤετο, τὴν ἐκείνων ἄνοιαν δόξης ἰδίας, ὡς πολὺ τῶν πλανωμένων ἀνοητότερος, ὕλην ποιούμενος. Τί γὰρ τοῦ δοκεῖν, οὐκ ὄντος κατ᾽ ἀλήθειαν φύσει τοῦ πράγματος, ἀφρονέστερον; Ἐν τούτῳ τοῦ κλέπτου καὶ ἐπιόρκου διαβόλου τῷ οἴκῳ, λέγω δὲ τῷδε τῷ κόσμῳ, ὁ φιλάνθρωπος τῶν ψυχῶν ἡμῶν Λυτρωτὴς καὶ τῶν σωμάτων διὰ σαρκὸς καταλύσας ὅλον κατέστρεψε κατὰ τὸν τῆς προτέρας πλάνης τρόπον(15) καὶ ὅλον πάλιν κατὰ τὸν τῆς ἀληθοῦς ἐπιγνώσεως ἐπανωρθώσατο λόγον καί, ἁπλῶς εἰπεῖν, τὸν λῃστὴν διωθήσας τῶν ἀλλοτρίων κτημάτων, αὐτὸς πάλιν ὡς Δεσπότης δι᾽ ἀρετῆς τῶν οἰκείων κεκράτηκεν, κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν τὴν ἁγίαν αὐτοῦ μεγαλοπρεπῶς Ἐκκλησίαν δειμάμενος.
῍Η τυχὸν κλέπτης ἐστὶν ὁ διάβολος(16), ὡς δι᾽ ἀπάτης δόλῳ τὴν ἑκάστου πρὸς ἑαυτὸν μεταφέρειν μέχρι καὶ νῦν μηχανώμενος ἔφεσιν, ἐπίορκος δὲ καὶ ψεύστης, ὡς παραλογιστὴς ὁμοῦ καὶ τῇ τῶν ἀμεινόνων ἐλπίδι τοὺς κουφοτέρους τῶν τέως ἐν χερσὶν ἀγαθῶν ἀφίστασθαι πείθων καὶ διὰ τῶν νομιζομένων ἡδέων λανθανόντως τοῖς πειθομένοις αὐτῷ πόνους δημιουργῶν. Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ψεύστου καθέστηκεν ἡ φιλαμαρτήμων τῆς ἑκάστου καρδίας διάθεσις, ἔχουσα καθάπερ λίθους τὴν περὶ τὰ καλὰ τῆς καρδίας πώρωσιν καὶ ἀναισθησίαν, ξύλα δὲ τὰ ἐξαπτικὰ ἐνθύμια τῆς τῶν παθῶν ἀκαθάρτου πυρώσεως.
῍Η μήποτε ξύλα φησὶ τροπικῶς ἡ Γραφὴ(17) τὴν ἐπιθυμίαν —ξύλον γὰρ ταύτης, τῆς ἐπιθυμίας δηλονότι, πρῶτον ἀναγέγραπται παρὰ φύσιν διαφθεῖραν τὴν κίνησιν καὶ διὰ τοῦτο παντὸς πάθους, ὡς τοῦ πυρὸς ἡ ξυλώδης ὕλη, ταύτην δεκτικὴν εἶναι τῆς ψυχῆς τὴν δύναμιν—, λίθους δὲ τὸ στερρὸν τυχὸν καὶ ἀναίσθητον καὶ μὴ ὑπεῖκον τῷ λόγῳ τῆς ἀρετῆς τῶν θυμικῶν κινημάτων· ἅπερ πάντα μετὰ τῆς ἐν ᾗ ταῦτα τυγχάνουσιν οἰκίας, ἤγουν διαθέσεως, ἀφανίζει τε καὶ συντελεῖ παραγινόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἐκβάλλων αὐτῆς πρότερον διὰ τῆς πίστεως τὸν διὰ τῆς πλάνης ἐν αὐτῇ ποτε κατοικήσαντα διάβολον, τὸν οἰόμενον ἰσχυρὸν εἶναι πέδαις ἀλύτοις καταδήσας καὶ τὴν οἰκίαν αὐτοῦ διαρπάσας, τήν τε τῶν παθῶν ἐξαπτικὴν ἕξιν μετὰ τῆς περὶ τὰ καλὰ πωρώσεως ἀπελαύνων τῆς καρδίας.
῍Η τυχὸν λίθους μὲν καλεῖ(18) τὴν περὶ τὰ καλὰ τῆς ψυχῆς ῥαθυμίαν, ὡς ἀρετῶν ἀναισθητούσης, ξύλα δὲ τὴν περὶ τὰ κακὰ προθυμίαν· ἅπερ πάντα ἔξω τῆς καρδίας τῶν πιστῶν διωθούμενος ὁ Λόγος οὐ παύεται ποιῶν εἰρήνην καὶ ἀποκαταλλάσσων ἐν ἑνὶ σώματι τῶν ἀρετῶν τούς τε μακρὰν καὶ τοὺς ἐγγύς, τὸ μεσότοιχον δηλονότι τοῦ φραγμοῦ καταλύων, λέγω δὲ τὴν ἁμαρτίαν, καὶ τῆς γνώμης ἀκυρῶν τὸ περὶ κακίαν χειρόγραφον καὶ τὸ φρόνημα τῆς σαρκὸς καθυποτάσσων τῷ νόμῳ τοῦ Πνεύματος. Τοὺς μακρὰν γὰρ ἐκάλεσεν, ὡς οἶμαι, τὰς κατ᾽ αἴσθησιν κινήσεις, μακρὰν κατὰ φύσιν οὔσας καὶ ξένας παντάπασι τοῦ νόμου τοῦ Θεοῦ, ἐγγὺς δὲ τὰς νοερὰς τῆς ψυχῆς ἐνεργείας, ὡς τοῦ λόγου κατ᾽ οἰκείωσιν οὐκ οὔσας μακράν· ἅσπερ συνάπτει μετὰ τὴν κατάλυσιν τοῦ σαρκικοῦ νόμου(19) κατὰ τὸν τῆς ἀρετῆς τρόπον, συνδέων αὐτὰς ἀλλήλαις τῷ πνεύματι. Μεσότοιχον γάρ, ὡς οἶμαι, τὸν κατὰ φύσιν νόμον τοῦ σώματος κέκληκεν, φραγμὸν δὲ τὴν ἐν τῷ νόμῳ τῆς σαρκὸς πρὸς τὰ πάθη σχέσιν, ἤγουν τὴν ἁμαρτίαν· μόνη γὰρ ἡ πρὸς τὰ πάθη τῆς ἀτιμίας σχέσις τοῦ νόμου τῆς φύσεως, τουτέστι τοῦ παθητοῦ τῆς φύσεως μέρους, φραγμὸς γίνεται, τῆς ψυχῆς τὸ σῶμα διατειχίζων καὶ τοῦ λόγου τῶν ἀρετῶν τὴν πρὸς σάρκα διὰ μέσης ψυχῆς κατὰ τὴν πρᾶξιν μὴ συγχωρῶν γενέσθαι διάβασιν. Ὁ δὲ Λόγος παραγενόμενος καὶ τὸν τῆς φύσεως νόμον, ἤγουν τὸ τῆς φύσεως παθητόν, καταπαλαίσας τὴν ἐν αὐτῷ τῶν παρὰ φύσιν παθῶν σχέσιν κατήργησεν.
Οὗτός ἐστιν ὁ Κύριός μου καὶ Θεός μου Χριστὸς Ἰησοῦς, ὃν ὡς δρέπανον ἑώρακεν ὁ προφήτης, εἴκοσι πήχεων τὸ μῆκος—περιεκτικὸς γὰρ πάσης τῆς ἐπὶ τοῖς αἰσθητοῖς ἐστιν αἰσθητικῆς ἐνεργείας—καὶ δέκα πήχεων τὸ πλάτος—ὁριστικὸς γὰρ πάσης λογικῆς ὑπάρχει κινήσεως ὁ ἐμὸς Θεὸς καὶ Σωτήρ—φασὶ γάρ· τὸ ἀριθμεῖν μόνου κατὰ φύσιν ἐστὶ τοῦ λογικοῦ, παντὸς δὲ ἀριθμοῦ περιοχὴ καὶ τέλος ἐστὶν ἡ δεκάς. Ἄρα περιεκτικὸς οὐ μόνον αἰσθητικῶν δυνάμεων, ἀλλὰ καὶ νοερῶν ἐνεργειῶν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὡς μὴ μόνον σωμάτων ἀλλὰ καὶ τῶν ἀσωμάτων δημιουργός.
Δρέπανον δὲ προσηγορεύθη κατὰ τὴν ὅρασιν(20) οὐ μόνον ὡς θερίζων τῆς λογικῆς φύσεως ἣν αὐτὸς οὐκ ἔσπειρεν κακίαν καὶ συνάγων ἣν αὐτὸς οὐ διεσκόρπισε φύσιν, ἀλλὰ καὶ ὡς δρεπόμενος καὶ εἴσω τῶν θείων ἀποθηκῶν τοὺς σῳζομένους ποιούμενος, πρὸς δὲ καὶ ὡς ταῖς ἐνεργείαις τῶν ἀρετῶν εὐαφῶς(21) ταῖς πρακτικαῖς δυνάμεσι τῆς ψυχῆς συμφυόμενος.
Εἰ δέ τινί πως δοκεῖ προσώπων δύο καὶ οἴκων τοσούτων ὁ τῆς Γραφῆς ἔμφασιν ποιεῖσθαι λόγος, ὧν ἐργάζεται τὸ δρέπανον τὴν καθαίρεσιν, φάσκων· «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ τῷ ὀνόματί μου ψευδῆ», γνῶμεν ὅτι τὰς δύο γενικὰς καὶ πασῶν περιεκτικὰς ἐνεργείας τῆς τοῦ διαβόλου πλάνης, ἀντὶ προσώπων δύο λαβών, ἐσήμανεν, ἤγουν τοὺς τρόπους τῶν ἐνεργειῶν, καὶ τὰς δύο γενικὰς καὶ τῶν λοιπῶν ὁριστικὰς περὶ τὴν πλάνην διαθέσεις τῆς ἀνθρωπότητος οἴκους δύο προσηγόρευσεν ὁ λόγος. Οἷον· ἡνίκα μέν, δι᾽ ἀπάτης δόλῳ συλῶν τὴν περὶ Θεὸν ἔμφυτον γνῶσιν τῆς φύσεως, ταύτην ὁ πονηρὸς εἰς ἑαυτὸν σφετερίζεται, κλέπτης ἐστίν, εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας μεταφέρειν πειρώμενος, ἀπάγων δηλονότι τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων τὴν κατὰ νοῦν τῆς ψυχῆς θεωρίαν καὶ μόνῃ περιγράφων τὴν νοερὰν δύναμιν τῇ κατὰ τὴν ἐπιφάνειαν προσόψει τῶν αἰσθητῶν· ὁπηνίκα δέ, διὰ τῶν φυσικῶν ἀπαρχόμενος κινημάτων, πρὸς τὰ παρὰ φύσιν σοφιστικῶς τῆς ψυχῆς κατασύρῃ τὴν πρακτικὴν δύναμιν καὶ διὰ τῶν νομιζομένων καλῶν τοῖς χείροσι πιθανῶς δι᾽ ἡδονῆς προσηλώσῃ ταύτης τὴν ἔφεσιν, ἐπὶ τῷ ὀνόματι Κυρίου ὀμνύει ψευδῶς, πρὸς ἄλλα παρ᾽ ὑπόσχεσιν ἄγων τὴν πειθομένην ψυχήν. Καὶ ἔστι κλέπτης μὲν(22) ὡς πρὸς ἑαυτὸν συλῶν τὴν γνῶσιν τῆς φύσεως, οἰκίαν ἔχων τὴν περὶ τὴν ἄγνοιαν τῶν πλανωμένων διάθεσιν, ἐπίορκος δὲ ὡς τὸ πρακτικὸν τῆς ψυχῆς μάτην διαπονεῖσθαι πείθων τοῖς παρὰ φύσιν, οἰκίαν ἔχων τὴν φιλαμαρτήμονα τῆς γνώμης τῶν ἀνεχομένων διάθεσιν.
Οὐκοῦν κλέπτης ἐστίν, ὡς ἔφην, ὁ διάβολος, τὴν γνῶσιν παρατρέπων τῆς φύσεως, ἐπίορκος δέ, τὴν κατ᾽ ἀρετὴν ἐνέργειαν αὐτῆς παραμείβων τῆς πράξεως· οἰκία δὲ κλέπτου καθέστηκεν ἡ τῷ πταιστῷ λόγῳ τῆς γνώσεως ἐνισχημένη διάθεσις, οἰκία δὲ ἐπιόρκου ἡ τῷ μύσει τῶν παθῶν τῆς ἀτιμίας πεποιωμένη διάθεσις· ἅσπερ ὁ τοῦ Θεοῦ σωτήριος Λόγος φιλανθρώπως εἰσδὺς ποιεῖ κατοικητήριον Θεοῦ διὰ Πνεύματος, γνῶσιν ἀληθείας ἀντὶ πλάνης καὶ ἀγνωσίας, καὶ ἀρετὴν καὶ δικαιοσύνην ἀντὶ κακίας καὶ πονηρίας δημιουργῶν, δι᾽ ὧν ἐν τοῖς ἀξίοις ποιεῖν πέφυκε τὴν οἰκείαν ἐμφάνειαν.
Τοιγαροῦν ἀντὶ τῶν προσώπων τοὺς τρόπους τῆς διαφόρου κακουργίας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πονηροῦ διαβόλου, καὶ ἀντὶ τῶν οἰκιῶν τὰς προσφυεῖς τοῖς διαβολικοῖς τρόποις τῶν ἐνεργουμένων διαθέσεις κέκληκεν ὁ λόγος.
Κλέπτης δὲ πάλιν ἐστὶν(23) ὁ πρὸς ἀπάτην τῶν ἀκουόντων τοὺς θείους δῆθεν ἀσκούμενος λόγους, ὧν οὐκ ἐπέγνω διὰ τῶν ἔργων τὴν δύναμιν, τὴν ψιλὴν προφορὰν δόξης ἐμπορίαν ποιούμενος καὶ τῷ διὰ γλώσσης λόγῳ τὸν τοῦ δίκαιος νομίζεσθαι παρὰ τῶν ἀκροωμένων θηρώμενος ἔπαινον. Καὶ ἁπλῶς εἰπεῖν, ὁ τῷ λόγῳ τὸν βίον ἀνάρμοστον καὶ τῇ γνώσει τὴν διάθεσιν τῆς ψυχῆς ἔχων ἀντικειμένην κλέπτης ἐστίν, ἐκ τῶν ἀλλοτρίων ἀγαθῶν οὐ καλῶς διαφαινόμενος· πρὸς ὃν ὁ λόγος εἰκότως ἐρεῖ· «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;»
Καὶ πάλιν κλέπτης ἐστὶν ὁ τοῖς φαινομένοις τρόποις καὶ ἤθεσι(24) τὴν μὴ φαινομένην συγκαλύπτων τῆς ψυχῆς κακουργίαν, ἐπιεικείας πλάσματι τὴν ἔνδον ἐπικαλύπτων διάθεσιν, καὶ κλέπτων, ὥσπερ ἐκεῖνος τῇ προφορᾷ τῶν λόγων τῆς γνώσεως τὴν τῶν ἀκουόντων διάνοιαν, οὕτω δὴ καὶ αὐτὸς τῷ τρόπῳ τῆς τῶν ἠθῶν ὑποκρίσεως τῶν θεωμένων τὴν αἴσθησιν· πρὸς ὃν ὁμοίως εἴρηται τὸ «αἰσχύνθητε οἱ ἐνδεδυμένοι ἱμάτια ἀλλότρια» καὶ τὸ «ἀποκαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ». Καθ᾽ ἑκάστην γὰρ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ ταῦτά μοι λέγοντος ἀκούειν δοκῶ τοῦ Θεοῦ τὴν ἡμέραν, ὡς ἐπ᾽ ἀμφοῖν διαρρήδην κατεγνωσμένος.
Ἐπίορκος δέ ἐστιν(25), ἤγουν ὀμνύων ἐπὶ τῷ ὀνόματι Κυρίου ψευδῶς, ὁ ἐπαγγελλόμενος τῷ Θεῷ τὸν κατ᾽ ἀρετὴν βίον καὶ ἀλλότρια παρὰ τὴν ὑπόσχεσιν τῆς οἰκείας ἐπαγγελίας ἐπιτηδεύων καὶ τὴν συνθήκην τῆς ὁμολογίας τοῦ σεμνοῦ βίου διὰ τῆς ἀργίας τῶν ἐντολῶν, οἷος ἐγώ, παραβαίνων. Καὶ συντόμως εἰπεῖν, ὁ κατὰ Θεὸν ζῆν προελόμενος καὶ μὴ τελείως τῷ παρόντι βίῳ νεκρούμενος, ψεύστης ἐστὶ καὶ ἐπίορκος(26), ὀμόσας μὲν τῷ Θεῷ, τουτέστιν ἐπαγγειλάμενος τὸν ἐν τοῖς θείοις ἀγῶσιν ἄμεμπτον δρόμον, καὶ μὴ πληρώσας καὶ διὰ τοῦτο μηδαμῶς ἐπαινούμενος. «Ἐπαινεθήσεται» γάρ, φησίν, «πᾶς ὁ ὀμνύων ἐν αὐτῷ», τουτέστι πᾶς ὁ τῷ Θεῷ τὸν ἔνθεον ἐπαγγειλάμενος βίον καὶ διὰ τῆς ἀληθείας τῶν ἔργων τῆς δικαιοσύνης τοὺς ὅρκους πληρῶν τῆς καλῆς ὑποσχέσεως. Εἰ δὲ πάντως ἔπαινον ἔχει ὁ τῶν οἰκείων πληρωτὴς ἐπαγγελιῶν, ὡς ὁ ὀμνύων ἐν τῷ Θεῷ καὶ ἀληθεύων, δῆλον ὅτι ψόγον ἕξει καὶ ἀτιμίαν ὁ τῶν οἰκείων συνθηκῶν παραβάτης γενόμενος, ὡς ὀμόσας ἐν τῷ Θεῷ καὶ ψευσάμενος.
Τούτων ὑπερχόμενος, ὥσπερ οἰκίας τινάς, τὰς καρδίας, ἤγουν τὴν ἑκάστου διάθεσιν, τὸ δρέπανον, τουτέστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, ἅτε δὴ γνῶσις κατ᾽ οὐσίαν ὑπάρχων καὶ ἀρετή, συντελεῖ πάμπαν αὐτάς, τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ τὴν προτέραν τῆς ἑκάστου καρδίας ἐξαφανίζων κατάστασιν καὶ φέρων ἑκάτερον πρὸς τὴν τοῦ λείποντος αὐτῷ καλοῦ μετουσίαν καὶ ποιῶν τὸν μὲν κλέπτην τῆς γνώσεως ἐργάτην ἀρετῆς ἀνεπαίσχυντον, τὸν δὲ κλέπτην τῆς τῶν ἠθῶν φαινομένης καταστολῆς ἐπιστήμονα τῆς κατὰ ψυχὴν κρυπτομένης γεωργὸν διαθέσεως, τὸν ἐπίορκον δὲ ἀληθῆ τῶν οἰκείων ὑποσχέσεων ἐργαζόμενος φύλακα, τοῖς ἔργοις τῶν ἐντολῶν τὰς οἰκείας ἐπαγγελίας πιστούμενον.
ΣΧΟΛΙΑ
1. Βλέπε τό μυστήριον· βλέπε τήν ἀγχόνην τῶν Φυσιθεσιτῶν· βλέπε τοῦ Ἰταλοῦ καί τοῦ Νείλου τόν θάνατον.
2. Οὐ λέγομεν, φησίν, ἐπί Χριστοῦ διαφοράν ὑποστάσεων, ὅτι Τριάς μεμένηκεν ἡ Τριάς, καί σαρκωθέντος τοῦ Θεοῦ καί Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διά τήν σάρκωσιν. Λέγομεν δέ φύσεων διαφοράν, ἵνα μή τῷ Λόγῳ κατά τήν φύσιν ὁμοούσιον τήν σάρκα πρεσβεύωμεν.
3. Ὅτι φύσεων διαφοράν ὁ μή λέγων, φησίν, οὐκ ἔχει πόθεν πιστώσασθαι, τήν ὅτι γέγονε σάρξ ὁ Λόγος δίχα τροπῆς ὁμολογίαν, μή γινώσκων σωζόμενον κατά τήν φύσιν τῇ μιᾷ τοῦ ἑνός Θεοῦ καί Χριστοῦ ὑποστάσει μετά τήν ἕνωσιν τό προσλαβόν καί τό προσειλημμένον.
4. Πῶς δρέπανον ὁ Κύριός ἐστι, καί τί τό πλάτος αὐτοῦ θεωρεῖται τῶν πήχεων.
5. Πῶς αὐτός πάλιν ὡς δρέπανον ἔχει τό μῆκος εἴκοσι πήχεων.
6. Διά τί πετόμενον τό δρέπανον εἶδεν ὁ προφήτης.
7. Ἡ πίστις τήν εἰς Θεόν διά τῆς ἐλπίδος τελείαν ἀγάπην συνίστησιν· ἡ ἀγαθή συνείδησις, τήν εἰς τόν πλησίον διά τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπην ὑφίστησιν. Ἡ γάρ ἀγαθή συνείδησις, παραβαθεῖσαν ἐντολήν οὐκ ἔχει κατήγορον· ταύτας δέ μόνον ἡ καρδία πιστεύεσθαι πέφυκε, τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας.
8. Πῶς ἐστιν ὁ Κύριος ἀρά, καί τίνος ἀρά.
9. Ἐπειδή, φησί, πρός τήν γῆν ἔσχεν τήν ἔφεσιν κινουμένην ὁ ἄνθρωπος, εἰς αὐτήν ὠθεῖτε καί μή θέλων ὑπό τοῦ θανάτου.
10. Τί ἐστιν ὁ κλέπτης, καί ὁ ἐπίορκος.
11. Κλοπή ἐστι πονηρά, ἡ δι᾿ ἀπάτης τῆς φύσεως ἅλωσις. Θυσία ἐστίν, ἥν θύει τούς ὑπ᾿ αὐτοῦ κλεπτομένους ὁ διάβολος, ἡ κατά τήν ἔνθεον ζωήν σφαγή τῆς προαιρέσεως, καί ἡ κατ᾿ αὐτήν τελεία τῆς μνήμης ἀναίρεσις. Ἀπώλειά ἐστιν, ἡ κατά στέρησιν τῆς τοῦ Θεοῦ γνώσεως ἐπισυμβαίνουσα τοῖς θυομένοις ἄγνοια. Διά τοῦτο γάρ κλέπτει συναρπάζων τόν λογισμόν, ἵνα τῆς κατ᾿ ἀρετήν καί γνῶσιν ζωῆς ἐργάσηται στέρησιν.
12. Τίς ἐστιν ὁ οἶκος τοῦ κλέπτου καί τοῦ ἐπιόρκου.
13. Αἰτίαν τοῦ λῃστεύειν συγχωρηθῆναι τόν διάβολον, στοχαστικῶς ἐρεῖ τις τυχόν, τό καί τοῖς ἀνθρώποις διά πείρας αὐτοῦ γνωσθῆναι τήν κακίαν, ἵνα μισηθῇ πλέον δεικνύμενος· καί τό πᾶσιν ἀλλήλων δειχθῆναι τοῖς ἀνθρώποις διά τῆς δοκιμασίας τάς διαθέσεις, ἵνα ἕκαστος ἑαυτῷ σύμφυτον ἐπιφέρηται συνηγορίαν, τήν οἰκείαν συνείδησιν. Ὁ γάρ Θεός οὐ δέεται τῆς κατά τήν πεῖραν μαθήσεως, πάντων ἔχων οὐσιωδῶς, καί πρό τῆς αὐτῶν γενέσεως, τήν γνῶσιν.
14. Τίνα τά ξύλα, καί τίνες οἱ λίθοι.
15. Ὅτι καταστροφή τοῦ οἴκου, τουτέστι τοῦ κόσμου, κατά τήν πλάνην διά τῆς σαρκώσεως γέγονεν.
16. Κατ᾿ ἄλλην θεωρίαν τῶν αὐτῶν ἔκθεσις.
17. Ἄλλη περί τῶν αὐτῶν θεωρία.
18. Ταύτην ἔθετο τήν θεωρίαν τοῖς ἐμπαθέσιν ἁρμόδιον. Ὁ γάρ τήν παντελῆ περί τό καλόν ἀκινησίαν νοσῶν, περί τό κακόν ὑπάρχει, πάντως εὐκίνητος. Κατ᾿ ἀμφότερα γάρ ἀκίνητον ὑπάρχειν, ἀδύνατον.
19. Συναπτομένη ἡ κατ᾿ αἴσθησιν κίνησις τῇ κατά νοῦν ἐνεργείᾳ, ποιεῖ τήν μετά γνώσεως ἀρετήν.
20. Διά τί δρέπανον ἐκάλεσεν;
21. Ὅτι συμφύρεται ταῖς πρακτικαῖς τῆς ψυχῆς δυνάμεσιν ὁ Λόγος, ὥσπερ τό δρέπανον τῇ χειρί τοῦ θερίζοντος, πρός ἀναίρεσιν παθῶν, καί συγκομιδήν ἀρετῶν.
22. Κλέπτης μέν, φησίν, ἐστίν ὁ διάβολος, ὡς ἀγνοίας· ἐπίορκος δέ, ὡς κακίας δημιουργός· ἔχων καθάπερ οἰκίας, τοῦ μέν ἀγνοοῦντος, τήν πλανωμένην διάνοιαν· τοῦ δέ κακοῦ, τήν φιλαμαρτήμονα γνώμην.
23. Καλή θεωρία, καί πάνυ πρόσφορος ἡμῖν, τοῖς νοθεύουσι διά τήν κενοδοξίαν τό κλέος τῆς ἀρετῆς καί τῆς γνώσεως.
24. Κλέπτης ἐστί, φησί, καί ὁ τήν ἀρετῶν τῶν ἠθῶν ἀπατηλήν διάπλασιν ὑποκρινόμενος· καί τῷ φαινομένῳ σχήματι, τήν λανθάνουσαν συγκαλύπτων τῆς γνώμης πονηρίαν.
25. Ὁ κατά μόνην τήν ἐν λόγοις προφοράν γνῶσιν ὑποκρινόμενος, φησί, πρός δόξαν ἰδίαν τήν τῶν ἀκουόντων κλέπτει διάνοιαν· καί ὁ τοῖς ἤθεσι τήν ἀρετήν ὑποκρινόμενος, πρός δόξαν ἰδίαν κλέπτει τήν τῶν θεωμένων ὅρασιν· καί δι᾿ ἀπάτης ἀμφότεροι κλέπτοντες πλανῶσιν, ὁ μέν, διάνοιαν ψυχῆς τῶν ἀκουόντων· ὁ δέ τῶν θεωμένων σώματος αἴσθησιν.
26. Τί ἐστιν ὁ ἐπίορκος.