Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Πέμπτη 11 Απριλίου 2013

ΞΓ (63). ΠΕΡΙ ΤΗΣ ΛΥΧΝΙΑΣ ΗΝ ΕΙΔΕΝ Ο ΑΥΤΟΣ ΠΡΟΦΗΤΗΣ.


63. ΕΡΩΤΗΣΙΣ ΞΓ'

Ἐν τῷ αὐτῷ προφήτῃ γέγραπται πάλιν· «καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; καὶ εἶπα· Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων». Τίς ἡ λυχνία; καὶ διὰ τί χρυσῆ; καὶ τί τὸ λαμπάδιον τὸ ἐπάνω αὐτῆς; τίνες οἱ ἑπτὰ λύχνοι καὶ τίνες αἱ ἑπτὰ ἐπαρυστρίδες τῶν ἑπτὰ λύχνων καὶ τίνες αἱ δύο ἐλαῖαι; καὶ διὰ τί ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων του λαμπαδίου;


Ἀπόκρισις.

Τὴν πολύφωτον καὶ ὑπερφαῆ τῆς ἁγίας Ἐκκλησίας μεγαλοπρέπειαν πόρρωθεν τῷ προφήτῃ συμβολικῶς προδιαγράφων ὁ Λόγος ταύτην οὕτως αὐτῷ τὴν ὅρασιν διεποίκιλεν, διδάσκων, οἶμαι, τοῦ κατ᾽ αὐτὴν καινοῦ μυστηρίου τὴν δύναμιν. Λυχνία τοιγαροῦν ἐστιν ὁλόχρυσος(1) ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία, καθαρὰ καὶ ἀμίαντος ἄχραντός τε καὶ ἀκίβδηλος καὶ ἀμείωτος καὶ τοῦ ἀληθινοῦ φωτὸς δεκτική. Φασὶ γὰρ τὸν ἀκίβδηλον χρυσὸν μήτε μελαίνεσθαι, καταχωννύμενον, ἰῷ τινι καὶ διαφθείρεσθαι, μήτε μὴν μειοῦσθαι, παντελῶς ἐκπυρούμενον, πρὸς δὲ καὶ τῆς ὀπτικῆς τῶν ἐνατενιζόντων αὐτῷ δυνάμεως κατά τινα φυσικὴν ἐνέργειαν εἶναι ῥωστικόν τε καὶ ἀνανεωτικόν. Τοιαύτη δὲ καὶ ἡ τοῦ Θεοῦ πανένδοξος Ἐκκλησία δι᾽ αὐτῶν κατ᾽ ἀλήθειαν τῶν πραγμάτων ὑπάρχουσα πέφηνε κατὰ τὴν τοῦ χρυσοῦ καθαρωτάτην φύσιν, ἀκίβδηλος μέν(2), ὡς μηδὲν ἔχουσα τὸ σύνολον τῷ κατὰ τὴν πίστιν μυστηρίῳ τῆς θεολογίας ἐπίμικτον καὶ ἀλλότριον, καθαρὰ δέ(3), ὡς τῇ λαμπρότητι τῶν ἀρετῶν διαυγὴς καὶ ἐπίδοξος, ἀμίαντος δέ(4), ὡς μηδενὶ ῥύπῳ μολυνομένη παθῶν, ἄχραντος δέ(5), ὡς πᾶσι τοῖς πονηροῖς ἀνέπαφος πνεύμασιν, μήτε μὴν ταῖς ὑλικαῖς περιστάσεσιν, ἰῷ τινι κακίας, μελαινομένη, ἀμείωτος δὲ καὶ ἀνελάττωτος(6), ὡς μηδὲ τῇ καμίνῳ τῶν κατὰ καιροὺς διωγμῶν πυρουμένη καὶ ταῖς ἀλλεπαλλήλοις τῶν αἱρέσεων ἐπαναστάσεσι βασανιζομένη, κατὰ λόγον ἢ βίον, ἤγουν πίστιν καὶ πολιτείαν, τὴν οἱανοῦν ὕφεσιν διὰ τὸ βάρος τῶν πειρασμῶν ὑπομένουσα. Διὸ καὶ πάσης κατὰ τὴν χάριν ἐστὶ ῥωστικὴ διανοίας τῶν εὐσεβῶς αὐτὴν κατανοούντων· καλεῖ μὲν γὰρ τοὺς ἀσεβεῖς, παρεχομένη τὸ φῶς τῆς ἀληθοῦς ἐπιγνώσεως, συντηρεῖ δὲ τοὺς τῶν κατ᾽ αὐτὴν μυστηρίων φιλοθεάμονας, ἀπαθῆ καὶ ἀρευμάτιστον τὴν κόρην τῆς αὐτῶν διανοίας φυλάττουσα, τοὺς δὲ κατά τι σάλον ὑπομεμενηκότας ἀνακαλεῖται καὶ τῷ λόγῳ τῆς παρακλήσεως ἀνανεοῦται τὴν παθοῦσαν διάνοιαν. Οὕτως μὲν οὖν ἔχουσαν τὴν ὁραθεῖσαν τῷ προφήτῃ λυχνίαν κατὰ μίαν ἐπιβολὴν διὰ τῶν εἰρημένων κατενοήσαμεν.

Τὸ δὲ λαμπάδιον τὸ ἐπάνω αὐτῆς ἐστι(7) τὸ πατρικὸν φῶς καὶ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον(8), ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, διὰ τὴν πρόσληψιν τῆς ἐξ ἡμῶν καὶ ἡμετέρας σαρκὸς λαμπάδιον καὶ γεγενημένος καὶ προσηγορευμένος, ἤγουν ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς ἐνυπόστατος Σοφία καὶ Λόγος, ὁ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κηρυττόμενός τε κατὰ τὴν εὐσεβῆ πίστιν καὶ τῷ βίῳ τῷ κατ᾽ ἀρετὴν διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ὑψούμενος ἐν τοῖς ἔθνεσι καὶ διαφαινόμενος, καὶ πᾶσι λάμπων τοῖς ἐν τῇ οἰκίᾳ, λέγω δὲ τῷδε τῷ κόσμῳ, καθά πού φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος· «οὐδεὶς ἅπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ», λύχνον ἑαυτὸν δηλαδὴ λέγων(9), ὡς κατὰ φύσιν Θεὸς ὑπάρχων καὶ σὰρξ κατ᾽ οἰκονομίαν γενόμενος, οἷα δὴ φῶς κατ᾽ οὐσίαν, λύχνου δίκην, ἀπεριγράφως διὰ μέσης ψυχῆς, ὡς διὰ θρυαλλίδος τὸ πῦρ, τῷ τῆς σαρκὸς ὀστράκῳ κρατούμενος. Ὅπερ, οἶμαι, νοήσας καὶ ὁ μέγας Δαβὶδ λύχνον κέκληκεν τὸν Κύριον, ὡς Λόγον τοῦ Θεοῦ καὶ Πατρὸς καὶ νόμον ὄντα φυσικόν, φήσας· «λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου»· σκότους γὰρ ἀγνοίας τε καὶ πονηρίας λυτήριος ὁ ἐμὸς ὑπάρχει Σωτὴρ καὶ Θεός· διὸ καὶ λύχνος τῇ Γραφῇ προσηγορεύθη—λύχνος γὰρ παρὰ τὸ λύειν τὸ νύχος λέγεται· νύχος δὲ καλοῦσι τὸ σκότος οἱ περὶ λόγους σπουδάζοντες—· ὃς δὴ μόνος, οἷα δὴ λύχνος, τὸν ζόφον τῆς ἀγνοίας καὶ τὸν σκότον τῆς κακίας διαλύσας, πᾶσιν ὁδὸς γέγονε σωτηρίας, δι᾽ ἀρετῆς καὶ γνώσεως πρὸς τὸν Πατέρα φέρων τοὺς αὐτόν, ὡς δικαιοσύνης ὁδόν, διὰ τῶν θείων ἐντολῶν ὁδεύειν βουλομένους. Λυχνίαν δὲ τὴν ἁγίαν Ἐκκλησίαν, ἐφ᾽ ἧς τῷ κηρύγματι λάμπων ὁ τοῦ Θεοῦ Λόγος πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ, ὡς ἐν οἰκίᾳ τινί, τυγχάνοντας καταφωτίζει, ταῖς ἀκτῖσι τῆς ἀληθείας τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως.

Μόδιον δὲ(10) τῷ τῆς συμβολικῆς διαπλάσεως τρόπῳ κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων, ἤγουν τὴν σωματικὴν τοῦ νόμου λατρείαν, τῷ πάχει τῶν ἐν τῷ γράμματι συμβόλων παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ᾽ ὃν μόδιον κρατεῖσθαι παντελῶς ὁ Λόγος οὐ βούλεται, τῷ ὕψει ἐπικεῖσθαι θέλων καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς Ἐκκλησίας—πάντας γὰρ ἂν τῷ γράμματι τοῦ νόμου, καθάπερ μοδίῳ, κρατούμενος ὁ Λόγος ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν, ὡς ἀπατηλὴν καὶ μόνης δεκτικὴν τῆς ἀπάτης καὶ τῆς τῶν συμφυῶν σωμάτων φθορᾶς ὑπάρχουσαν μόνης ἀντιληπτικήν, ἐκδύσασθαι σπεύδουσιν—, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν Ἐκκλησίαν, ἤγουν τὴν ἐν Πνεύματι λογικὴν λατρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι, καὶ τοσοῦτον ἔχειν περὶ τῶν σωμάτων τὴν μέριμναν, ὅσον διὰ πολλῆς φροντίδος τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς παντελῶς διακόψαι καὶ μηδεμίαν διδόναι τὸ σύνολον ὕλης τῇ ψυχῇ φαντασίαν, ἔργον ποιεῖσθαι καὶ σπούδασμα, σβεσθείσης ἤδη τῷ λόγῳ(11) τῆς κατ᾽ ἀρχὰς τὸν μὲν λόγον παρωσαμένης, τὴν ἀλογίαν δὲ τῆς ἡδονῆς, ὄφεως δίκην ἑρπηστικοῦ, προσδεξαμένης αἰσθήσεως· καθ᾽ ἧς ὡρίσθη δικαίως ὁ θάνατος, ἵνα παύσηται τῷ διαβόλῳ πρὸς τὴν ψυχὴν παρεχομένη τὴν εἴσοδον· μία γὰρ ὑπάρχουσα κατὰ τὸ γένος ἡ αἴσθησις(12) πενταπλοῦται τοῖς εἴδεσιν, διὰ τῆς καθ᾽ ἕκαστον εἶδος ἀντιληπτικῆς ἐνεργείας τὸ προσφυὲς αἰσθητὸν ἀντὶ Θεοῦ στέργειν τὴν πλανωμένην ψυχὴν ἀναπείθουσα. Διόπερ ὁ τῷ λόγῳ σοφῶς ἑπόμενος πρὸ τοῦ βεβιασμένου καὶ παρὰ γνώμην θανάτου θάνατον τῆς σαρκὸς ἑκουσίως καταψηφίζεται, τὸν πρὸς αἴσθησιν τῆς γνώμης παντελῆ ποιούμενος χωρισμόν.

Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τῆς Γραφῆς παρακαθήμενος μόνην ἔχει τὴν αἴσθησιν κρατοῦσαν τῆς φύσεως· καθ᾽ ἣν ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς σχέσις μόνη διαφαίνεσθαι πέφυκεν· τὸ γὰρ γράμμα, μὴ νοούμενον πνευματικῶς, μόνην ἔχει τὴν αἴσθησιν περιγράφουσαν αὐτοῦ τὴν ἐκφώνησιν καὶ μὴ συγχωροῦσαν πρὸς τὸν νοῦν διαβῆναι τῶν γεγραμμένων τὴν δύναμιν. Εἰ δὲ πρὸς μόνην τὴν αἴσθησιν ἔχει τὸ γράμμα τὴν οἰκειότητα, πᾶς ὁ καθ᾽ ἱστορίαν μόνην ἰουδαϊκῶς τὸ γράμμα δεχόμενος κατὰ σάρκα ζῇ, τῆς ἁμαρτίας καθ᾽ ἑκάστην ἡμέραν διὰ τὴν ζῶσαν αἴσθησιν γνωμικῶς ἀποθνῄσκων τὸν θάνατον, μὴ δυνάμενος πνεύματι τὰς πράξεις θανατῶσαι τοῦ σώματος, ἵνα ζῇ τὴν ἐν πνεύματι μακαρίαν ζωήν· «εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν», φησὶν ὁ θεῖος Ἀπόστολος· «εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν τῆς γνώσεως λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ τὸν μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν ἁγίαν Ἐκκλησίαν, ἐν τῷ ὕψει τῆς ἀληθοῦς θεωρίας πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν.

Ταύτην τυχὸν τὴν ἁγίαν Ἐκκλησίαν καὶ ὁ νόμος τυπικῶς προκαταγγέλλων λυχνίαν χρυσῆν ὅλην ναστὴν καὶ τορευτὴν γενέσθαι προσέταξεν, τὸ μὲν ὡς μηδὲν διάκενον ἔχουσαν καὶ τῆς τοῦ λόγου δυνάμεως ἄμοιρον, τὸ δὲ ὡς τῶν ὑλικῶν πάντων περιττωμάτων παντελῶς ἀπεξεσμένην καὶ μηδὲν ἐπίγειον ἔχουσαν· ἥνπερ μετά τινος ἐξαλλαγῆς θαυμαστῶς διαθρήσας ὁ μέγας Ζαχαρίας φησὶ πρὸς τῷ λαμπαδίῳ· «καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς». Τοὺς ἑπτὰ λύχνους ἐνταῦθα καθ᾽ ἕτερον τρόπον ἐκληπτέον ἡμῖν, παρ᾽ ὃν ἤδη τὸν ἐν τῷ Εὐαγγελίῳ λύχνον προεκλαβὼν ἐξέδωκεν ὁ λόγος· οὐ γὰρ πάντοτε καὶ πάντα τὰ τὴν αὐτὴν ἐκφώνησιν ἔχοντα, καθ᾽ ἕνα καὶ τὸν αὐτὸν πάντως νοηθήσεται τρόπον, ἀλλ᾽ ἕκαστον τῶν λεγομένων πρὸς τὴν ὑποκειμένην, δηλονότι τῷ τόπῳ τῆς ἁγίας Γραφῆς, δύναμιν νοητέον, εἰ μέλλοιμεν ὀρθῶς τοῦ σκοποῦ τῶν γεγραμμένων καταστοχάζεσθαι.

Λύχνους(13) οὖν ἐνταῦθα φάναι τὴν ἁγίαν Γραφὴν ὑπονοῶ τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος, ἤγουν τὰ χαρίσματα τοῦ Πνεύματος, ἅπερ δωρεῖσθαι τῇ Ἐκκλησίᾳ πέφυκεν ὁ Λόγος, ὡς κεφαλὴ τοῦ παντὸς σώματος· «καὶ ἐπαναπαύσεται γὰρ ἐπ᾽ αὐτόν», φησίν, «Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ». Εἰ δὲ τῆς Ἐκκλησίας κεφαλὴ κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητός ἐστιν ὁ Χριστός, ἄρα τῇ Ἐκκλησίᾳ δεδώρηται ὁ κατὰ φύσιν ἔχων τὸ Πνεῦμα τὰς ἐνεργείας τοῦ Πνεύματος, ὡς Θεός· ἐμοὶ γὰρ ὁ Λόγος γενόμενος ἄνθρωπος(14), ἐμοὶ καὶ τὴν ὅλην πραγματεύεται σωτηρίαν, διὰ τῶν ἐμῶν ἐμοὶ τὰ οἰκεῖα αὐτῷ κατὰ φύσιν ἀντιδιδούς, δι᾽ ὃν καὶ ἄνθρωπος γέγονεν, καί, ὡς λαμβάνων δι᾽ ἐμέ, ποιεῖται τῶν οἰκείων τὴν ἔκφανσιν, καὶ ἑαυτῷ μὲν τὴν ἐμήν, ὡς φιλάνθρωπος, λογιζόμενος χάριν, ἐμοὶ δὲ τὴν οἰκείαν αὐτοῦ κατὰ φύσιν τῶν κατορθωμάτων ἐπιγραφόμενος δύναμιν, δι᾽ ὃν καὶ νῦν λαμβάνειν λέγεται τὸ φύσει προσὸν ἀνάρχως καὶ ὑπὲρ λόγον. Τὸ γὰρ Πνεῦμα τὸ ἄγιον, ὥσπερ φύσει κατ᾽ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτως καὶ τοῦ Υἱοῦ φύσει κατ᾽ οὐσίαν ἐστίν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι᾽ Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον καὶ τῇ λυχνίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ, καθάπερ λύχνους τὰς οἰκείας ἐνεργείας δωρούμενον· λύχνου γὰρ τρόπον τὸ σκότος λύοντος πᾶσα τοῦ Πνεύματος ἐνέργεια τὴν πολύτροπον γένεσιν τῆς ἁμαρτίας ἐξωθεῖσθαι τῆς Ἐκκλησίας καὶ ἀπελαύνειν πέφυκεν. Ποιεῖται γὰρ ἡ μὲν σοφία(15) τῆς ἀνοίας ἀναίρεσιν, ἡ δὲ σύνεσις τῆς ἀνεπιγνωμοσύνης ἀφαίρεσιν, ἡ δὲ βουλὴ τῆς ἀδιακρισίας κατάργησιν, ἡ δὲ ἰσχὺς τῆς ἀσθενείας ἐξήλωσιν, ἡ δὲ γνῶσις τῆς ἀγνωσίας ἀφανισμόν, ἡ δὲ εὐσέβεια τῆς ἀσεβείας καὶ τῆς ἐπ᾽ αὐτῇ τῶν ἔργων φαυλότητος διωγμόν, ὁ δὲ φόβος τῆς καταφρονήσεως ἀπελαύνει τὴν πώρωσιν· φῶς γὰρ οὐ μόνον τὰ προστάγματα, ἀλλὰ καὶ τὰ ἐνεργήματα τυγχάνει τοῦ Πνεύματος.

Λύχνοι δὲ πάλιν τυγχάνουσι(16) παντὶ τῷ βίῳ διὰ τῆς Ἐκκλησίας τὸ φῶς τῆς σωτηρίας πυρσεύοντες καὶ οἱ συμπληροῦντες βαθμοὶ τὴν κατ᾽ αὐτὴν εὐκοσμίαν. Οἷον· ὁ σοφὸς τῶν θείων καὶ ὑψηλῶν δογμάτων τε καὶ μυστηρίων διδάσκαλος λύχνος ἐστὶ ἐκκαλύπτων τὰ τέως τοῖς πολλοῖς μὴ φαινόμενα· ὁ μετὰ συνέσεως καὶ ἐπιστήμης κατακούων τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας ἄλλος ὑπάρχει λύχνος, ὡς συνετὸς ἀκροατὴς φυλάττων ἐν ἑαυτῷ τῆς τῶν λαλουμένων ἀληθείας τὸ φῶς· ὁ δὲ μετὰ βουλῆς διακρίνων ἁρμοδίως τοῖς πράγμασι τοὺς καιροὺς καὶ τοῖς λόγοις τοὺς ἐπιβάλλοντας τρόπους ἐπινοῶν καὶ μὴ συγχωρῶν ἀλλήλοις ἀπροσφόρως ἐμπεσόντας συγχεῖσθαι, καὶ οὗτος, ὡς θαυμαστὸς σύμβουλος, ἄλλος ὑπάρχων δέδεικται λύχνος· ὁ δὲ τὰς προσβολὰς τῶν ἀκουσίων πειρασμῶν, κατὰ τὸν μακάριον Ἰὼβ καὶ τοὺς γενναίους μάρτυρας, ἀκατασείστῳ φέρων τῷ φρονήματι λύχνος ἐστὶν ἰσχυρός, ἀκατάσβεστον καὶ αὐτὸς φυλάττων τὸ φῶς τῆς σωτηρίας ἐν τῷ τρόπῳ τῆς κατὰ τὴν ἀνδρείαν ὑπομονῆς φυλαττόμενον, ὡς τὸν Κύριον ἰσχὺν ἔχων καὶ ὕμνησιν· ὁ δὲ γινώσκων τοῦ πονηροῦ τὰ μηχανήματα καὶ τὰς συμπλοκὰς τῶν ἀφανῶν πολέμων οὐκ ἀγνοῶν, καὶ οὗτος, τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμενος, ἄλλος πέφηνε λύχνος, τῷ μεγάλῳ Ἀποστόλῳ προσηκόντως συμφθεγγόμενος· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν»· ὁ δὲ τὸν κατ᾽ ἐντολὴν βίον εὐσεβῶς ταῖς ἀρεταῖς εὐθηνούμενον μετερχόμενος ἄλλος ὑπάρχει λύχνος, ὡς εὐσεβὴς τὴν εὐσέβειαν εὐσεβῶς τοῖς τρόποις πιστούμενος· ὁ δὲ τῇ προσδοκίᾳ τῆς κρίσεως τοῖς πάθεσι πρὸς τὴν ψυχὴν δι᾽ ἐγκρατείας ἀποτειχίσας τὴν εἴσοδον ἄλλος γέγονε λύχνος, διὰ σπουδῆς τῷ φόβῳ τοῦ Θεοῦ τὰς ἐπιτριβείσας αὐτῷ τῶν παθῶν κηλίδας ἐκκαθαιρόμενος καὶ τῇ τῶν παρὰ φύσιν ἀποβολῇ μολυσμῶν διαυγῆ καὶ λαμπρὸν τὸν βίον ποιούμενος.

Τὴν μὲν οὖν κάθαρσιν τοῖς ἀξίοις τῆς τῶν ἀρετῶν καθαρότητος(17) διὰ φόβου καὶ εὐσεβείας καὶ γνώσεως ποιεῖται τὸ Πνεῦμα τὸ ἅγιον, τὸν δὲ φωτισμὸν τῆς τῶν ὄντων καθ᾽ οὓς ὑπάρχουσι λόγους γνώσεως δι᾽ ἰσχύος καὶ βουλῆς καὶ συνέσεως δωρεῖται τοῖς ἀξίοις φωτός, τὴν δὲ τελειότητα διὰ τῆς παμφαοῦς καὶ ἁπλῆς καὶ ὁλοσχεροῦς σοφίας χαρίζεται τοῖς ἀξίοις θεώσεως, πρὸς τὴν τῶν ὄντων αἰτίαν ἀμέσως αὐτοὺς ἀνάγων κατὰ πάντα τρόπον, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐκ μόνων τῶν θείων τῆς ἀγαθότητος ἰδιωμάτων γνωριζομένους· καθ᾽ ἣν ἐκ Θεοῦ μὲν ἑαυτούς, ἐξ ἑαυτῶν δὲ γινώσκοντες τὸν Θεόν, οὐκ ὄντος τινὸς μέσου διατειχίζοντος—σοφίας γὰρ πρὸς Θεὸν μέσον οὐδέν—, τὴν ἀναλλοίωτον ἕξουσιν ἀτρεψίαν, τῶν μέσον αὐτοῖς πάντων ὁλικῶς διαβαθέντων(18), ἐν οἷς ὑπῆρχεν ὁ περὶ τὴν γνῶσίν ποτε τοῦ σφάλλεσθαι κίνδυνος, καὶ πρὸς αὐτὴν τὴν ἄπειρον καὶ ἐπ᾽ ἄπειρον καὶ ἀπειράκις ἀπείρως κατὰ φύσιν ἐπέκεινα πάντων ἀκρότητα δι᾽ ἀφασίας ἀρρήτου τε σιγῆς καὶ ἀγνωσίας ἀφθέγκτως τε καὶ ἀπερινοήτως ἀναχθεῖσι κατὰ τὴν χάριν.

«Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς ἑπτὰ λύχνοις τοῖς ἐπάνω αὐτῆς». Ὁ μὲν δὴ περὶ τῶν λύχνων ὡς κατ᾽ ἐμὲ φάναι κατὰ δύο ἐπιβολὰς ἀποδέδοται τῆς θεωρίας λόγος, ὁ δὲ περὶ τῶν ἐπαρυστρίδων ἐντεῦθεν ἀρχθήσεται. Φασὶν εἶναι τὴν ἐπαρυστρίδα(19) σκεῦός τι σκυφοειδές, ἐν ᾧ τὸ τοῖς λύχνοις ἐπιχεόμενον οἱ ἄνθρωποι βάλλειν εἰώθασιν ἔλαιον πρὸς ἀποτροφὴν τοῦ φωτὸς καὶ συντήρησιν. Οὐκοῦν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἐπαρυστρίδες τῶν ἑπτὰ λύχνων τῆς ὁραθείσης λυχνίας αἱ δεκτικαὶ τῶν διατρεφόντων τε καὶ συντηρούντων τοὺς ἑπτὰ λύχνους, ἤγουν τὰς ἐνεργείας τοῦ Πνεύματος, διαφόρων λόγων τε καὶ τρόπων καὶ ἠθῶν ὑπάρχουσιν ἕξεις τε καὶ διαθέσεις τῶν εἰληφότων ἐν τῇ Ἐκκλησίᾳ τὴν τῶν χαρισμάτων διαίρεσιν. Ὡς γὰρ ἐλαίου χωρὶς ἄσβεστον διατηρηθῆναι λύχνον ἀμήχανον, οὕτως ἕξεως χωρίς, προσφόροις καὶ λόγοις καὶ τρόποις καὶ ἤθεσι νοήμασί τε αὖ καὶ λογισμοῖς τοῖς καθήκουσι τὰ καλὰ διατρεφούσης, ἄσβεστον φυλαχθῆναι τὸ φῶς τῶν χαρισμάτων ἀμήχανον. Πᾶν γὰρ χάρισμα πνευματικὸν προσφυοῦς χρῄζει τῆς ἕξεως, ἀπαύστως ἐπιχεούσης αὐτῷ, καθάπερ ἔλαιον, τὴν ὕλην τὴν νοεράν, ἵνα διαμείνῃ κατὰ τὴν ἕξιν τοῦ δεξαμένου κρατούμενον.

Ἐπαρυστρίδες οὖν τῶν ἑπτὰ λύχνων τῆς λυχνίας αἱ πρόσφοροι τῶν θείων χαρισμάτων τῆς ἁγίας Ἐκκλησίας ὑπάρχουσιν ἕξεις, ἀφ᾽ ὧν, ὡς ἔκ τινων ἀγγείων, κατὰ τὰς ἐν τῷ Εὐαγγελίῳ φρονίμους παρθένους, ταῖς λαμπάσι τῶν χαρισμάτων ἐπιχέουσι τὸ τῆς ἀγαλλιάσεως ἔλαιον οἱ σοφοὶ τῶν δεδομένων καλῶν καὶ ἄγρυπνοι φύλακες.

«Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων». Καλῶς καὶ πάνυ γε προσφυῶς ὅλην πρὸς ἑαυτὴν νεύουσαν ὁμαλῶς τὴν ὅρασιν διεσκεύασεν ὁ λόγος. Εἰπὼν γὰρ λυχνίαν καὶ λαμπάδιον καὶ λύχνους καὶ ἐπαρυστρίδας, ἐπήγαγε καὶ ἐλαίας δύο. Ἔδει γάρ, ὡς ἀληθῶς ἔδει τῷ φωτὶ συνεπινοηθῆναι φυσικῶς τὴν γεννητικὴν τῆς τὸ φῶς συντηρούσης δυνάμεως αἰτίαν, ἵνα μὴ τὸ φῶς ἀπογένηται τῆς λυχνίας, δι᾽ ἀτροφίαν σβεννύμενον. Αἱ δύο τοιγαροῦν ἐλαῖαι(20) τῆς χρυσῆς λυχνίας, τουτέστι τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, αἱ δύο Διαθῆκαι τυγχάνουσιν· ἀφ᾽ ὧν, ὡς ἐξ ἐλαιῶν τινων ἐκπιεζομένη δι᾽ εὐσεβοῦς ζητήσεως καὶ ἐρεύνης, ἐκδίδοται, καθάπερ ἔλαιον, ἡ τὸ φῶς τῶν θείων χαρισμάτων ἐκτρέφουσα δύναμις τῶν νοημάτων· ἧς κατ᾽ ἀναλογίαν τῆς οἰκείας δυνάμεως ἡ τοῦ καθ᾽ ἕκαστον ἕξις πληρουμένη τὸ φῶς ἄσβεστον τῆς ἀναλογούσης αὐτῷ διαφυλάττει χάριτος, καθάπερ ἐλαίῳ τοῖς ἐκ τῶν Γραφῶν νοήμασι συντηρούμενον. Ὡς γὰρ ἐλαίας χωρὶς οὐκ ἔστιν οὐδαμῶς εὑρεῖν φύσει κατ᾽ ἀλήθειαν γνήσιον ἔλαιον, ἄγγους δὲ δίχα κρατεῖσθαι τοῦ δεχομένου τὸ ἔλαιον οὐ δυνατόν, ἐλαίῳ δὲ μὴ τρεφόμενον σβέννυται πάντως τὸ λυχνιαῖον φῶς, οὕτως τῶν ἁγίων Γραφῶν χωρὶς οὐκ ἔστι κατ᾽ ἀλήθειαν δύναμις νοημάτων θεοπρεπής, ἕξεως δὲ δίχα, καθάπερ ἄγγους νοημάτων δεκτικῆς, οὐδαμῶς ἂν συσταίη νόημα θεῖον, θείοις δὲ νοήμασι μὴ τρεφόμενον τὸ φῶς τῆς ἐν τοῖς χαρίσμασι γνώσεως ἄσβεστον οὐ συντηρεῖται τοῖς ἔχουσιν.

Οὐκοῦν καλῶς τὴν ὅρασιν ἀνάγων πρὸς θεωρίαν πνευματικὴν(21) ὁ λόγος παρείκασε τὴν μὲν λυχνίαν τῇ Ἐκκλησίᾳ, τὸ δὲ λαμπάδιον τῷ σαρκωθέντι Θεῷ καὶ τὴν ἡμετέραν φύσιν ἀτρέπτως ἑαυτῷ καθ᾽ ὑπόστασιν περιθεμένῳ, τοὺς δὲ λύχνους τοὺς ἑπτὰ τοῖς τοῦ Πνεύματος χαρίσμασιν, ἤγουν ἐνεργείαις, ὡς ὁ μέγας προαπέδειξε σαφῶς Ἡσαΐας, τὰς δὲ τῶν λύχνων ἐπαρυστρίδας ταῖς δεκτικαῖς τῶν θείων τῆς Γραφῆς νοημάτων ἕξεσι τῶν δεξαμένων τὰ θεῖα χαρίσματα, τὰς δὲ δύο ἐλαίας ταῖς δυσὶ Διαθήκαις, ἐξ ὧν ἡ τῶν θείων νοημάτων γεωργουμένη σοφῶς ἐκδίδοσθαι πέφυκε δύναμις, δι᾽ ἧς τὸ φῶς τῶν θείων μυστηρίων ἄσβεστον συντηρεῖται τρεφόμενον.

«Καὶ μία», φησίν, «ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων»(22). Δεξιὰν οἶμαι λέγειν τὸν προφήτην τὸ πνευματικώτερον τοῦ λόγου μέρος, εὐώνυμον δὲ τὸ σωματικώτερον. Εἰ δὲ τὸ σωματικώτερον μέρος τοῦ λόγου δηλοῖ τὸ ἀριστερόν, τὸ δὲ πνευματικώτερον μέρος σημαίνει τὸ δεξιόν, τὴν Παλαιὰν Διαθήκην τὴν ἐξ εὐωνύμων ἐλαίαν ὑπολαμβάνω σημαίνειν, ὡς τῆς πρακτικῆς μᾶλλον προνοουμένην φιλοσοφίας, τὴν ἐκ δεξιῶν δὲ τὴν Νέαν Διαθήκην, ὡς καινοῦ μυστηρίου διδάσκαλον καὶ τῆς ἐν ἑκάστῳ τῶν πιστῶν θεωρητικῆς ἕξεως ποιητικήν· ἡ μὲν γὰρ ἀρετῆς τρόπους, ἡ δὲ γνώσεως λόγους παρέχεται τοῖς τὰ θεῖα φιλοσοφοῦσιν· καὶ ἡ μέν, τῆς τῶν ὁρωμένων ὁμίχλης ὑφαρπάζουσα, πρὸς τὸ συγγενὲς ἀνάγει τὸν νοῦν, πάσης καθαρὸν ὑλικῆς φαντασίας γεγενημένον, ἡ δὲ τῆς ὑλικῆς προσπαθείας αὐτὸν ἀποκαθαίρει, τῷ τῆς ἀνδρείας τόνῳ, καθάπερ σφύρᾳ τινί, τοὺς πρὸς τὸ σῶμα τῆς γνώμης κατὰ τὴν σχέσιν ἐκκρουόμενον ἥλους· καὶ ἡ μὲν Παλαιὰ σῶμα, πρὸς ψυχὴν λογισθέν, διὰ μέσων ἀναβιβάζει τῶν ἀρετῶν, κωλύουσα τοῦ πρὸς σῶμα τὸν νοῦν καταβιβάζεσθαι, ἡ δὲ Νέα τὸν νοῦν πρὸς τὸν Θεὸν ἀναβιβάζει, τῷ πυρὶ τῆς ἀγάπης πτερούμενον· καὶ ἡ μὲν ταὐτὸν ἐργάζεται τῷ νοῒ τὸ σῶμα κατὰ τὴν θέσει κίνησιν(23), ἡ δὲ ταὐτὸν τῷ Θεῷ τὸν νοῦν ἀποτελεῖ κατὰ τὴν ἕξιν τῆς χάριτος, τοσαύτην ἔχοντα πρὸς τὸν Θεὸν τὴν ἐμφέρειαν, ὥστε δι᾽ αὐτοῦ τὸν Θεὸν γνωρίζεσθαι, τὸν ἐξ ἑαυτοῦ κατὰ φύσιν οὐδαμῶς τὸ παράπαν οὐδενὶ γινωσκόμενον, ὡς ἔκ τινος εἰκόνος ἀρχέτυπον.

Ταῦτα μὲν ὧδε κατὰ τοῦτον ἐχέτω τὸν τρόπον. Εἰ δὲ βούλεταί τις καὶ εἰς τὸν καθ᾽ ἕκαστον ἄνθρωπον λαμβάνειν τῶν εἰρημένων τὴν δύναμιν, οὐκ ἀπορήσει πάντως καλῶν καὶ εὐσεβῶν θεωρημάτων. Λυχνίαν γὰρ δυνήσεται νοεῖν τὴν ἑκάστου ψυχήν(24), χρυσῆν ὅλην, ὡς κατὰ φύσιν νοεράν τε καὶ λογικὴν ἄφθαρτόν τε καὶ ἀθάνατον καὶ τῷ βασιλικωτάτῳ κράτει τῆς αὐτεξουσιότητος τετιμημένην, ἔχουσαν ἐφ᾽ ἑαυτῆς τὸ λαμπάδιον τῆς πίστεως, ἤγουν τὸν σάρκα γενόμενον Λόγον, πιστευόμενον αὐτῇ βεβαίως καὶ ἀληθῶς ὑπ᾽ αὐτῆς λατρευόμενον· ἐφ᾽ ἣν ὁ λύχνος τοῦ λόγου, τῆς γνώσεως ἀναπτόμενος, τίθεται, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Λόγου διδαχὴν καὶ παραίνεσιν. Φησὶ γάρ· «οὐδεὶς ἅπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ», λύχνον λέγων τυχὸν(25) τὸν κατὰ πρᾶξιν ἐν πνεύματι τῆς γνώσεως λόγον, ἤγουν τὸν νόμον τοῦ πνεύματος, μόδιον δὲ τὸ χοϊκὸν φρόνημα τῆς σαρκός, ἤγουν τὸν ἐμπαθῆ νόμον τοῦ σώματος, ὑφ᾽ ὃν οὐ δεῖ ποιεῖσθαι τὸν νόμον τῆς χάριτος, ἀλλ᾽ ἐπὶ τὴν ψυχήν, τὴν ὄντως χρυσῆν λυχνίαν, ἵνα, λάμπων ταῖς ἀστραπαῖς τῶν ἔργων τῆς δικαιοσύνης καὶ τῶν σοφῶν νοημάτων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ ἢ τῷδε τῷ κόσμῳ, μιμητὰς τοῦ καλοῦ τοὺς θεωμένους καθίστησιν, δοξάζοντας καὶ αὐτοὺς διὰ τῶν ἔργων τῆς ἀρετῆς(26), ἀλλ᾽ οὐ ψιλῇ προφορᾷ λόγων, τὸν ἐν οὐρανοῖς Πατέρα, τουτέστι τὸν Θεὸν τὸν ἐν τοῖς ὑψώμασι τῶν μυστικῶν θεωρημάτων τῆς γνώσεως τὴν τῶν κατὰ τὴν ἀρετὴν φαινομένων ἔργων τῆς δικαιοσύνης ἐν τοῖς ἀξίοις γεννῶντα μεγαλοπρέπειαν, «ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, φησίν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς».

Οὕτω μὲν οὖν νοήσει κατὰ τὸν ἀποδοθέντα τρόπον τὴν ὁραθεῖσαν λυχνίαν καὶ τὸ λαμπάδιον ὁ ταῖς νοηταῖς χαίρων τῆς ἁγίας Γραφῆς θεωρίαις· τοὺς ἑπτὰ δὲ λύχνους ἐκδέξεται(27) τὴν τῶν διαφόρων χαρισμάτων τοῦ Πνεύματος εἶναι διαίρεσιν κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν, ἣν μυστικῶς ἐπιλάμπειν καὶ ἐπαναπαύεσθαι τῷ κατὰ Χριστὸν δι᾽ ἀρετῆς τετελειωμένῳ καὶ γνώσεως, ἐπειδὴ Χριστὸν οἶδεν ὁ λόγος τὸν ζῶντα κατὰ Χριστὸν καὶ τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις, καθώς ἐστιν ἀνθρώπῳ θεμιτόν, διαφαινόμενον, οἷα δὴ καὶ αὐτὸν ἔχοντα σοφίαν καὶ σύνεσιν βουλήν τε καὶ ἰσχὺν καὶ γνῶσιν καὶ εὐσέβειαν καὶ φόβον, δι᾽ ὧν, ὡς δι᾽ ὀφθαλμῶν νοητῶν, ἐπιβλέπειν λέγεται πᾶσαν τῆς ἑκάστου καρδίας τὴν γῆν ὁ Θεός· «ἑπτὰ γάρ εἰσιν οὗτοι ὀφθαλμοὶ Κυρίου», φησίν, «οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν».

«Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς». Ἐπαρυστρίδες εἰσὶν(28) αἱ κατὰ πρᾶξιν καὶ θεωρίαν ἕξεις τῶν ἀξίων τῆς ἐν τοῖς θείοις χαρίσμασι διαιρέσεως· ἀφ᾽ ὧν, ὡς ἐξ ἀγγείων τινῶν, ἐπιχέοντες, καθάπερ ἔλαιον, τῶν μυστικῶν νοημάτων τὴν δύναμιν, τὸ φῶς τῶν χαρισμάτων τοῦ Πνεύματος διαφυλάττουσιν ἄσβεστον.

Τὰς δὲ δύο ἐλαίας νοήσει(29), καθὼς προέφην, τὰς δύο Διαθήκας, τὴν μὲν Παλαιὰν(30) ἐξ εὐωνύμων τοῦ λαμπαδίου, τὴν τῷ γνωστικῷ τῆς ψυχῆς(31), ἤγουν θεωρητικῷ, καθάπερ ἔλαιον, γεννῶσαν τοὺς κατὰ τὴν πρᾶξιν τρόπους τῶν ἀρετῶν, τὴν δὲ Νέαν ἐκ δεξιῶν, τὴν τῷ παθητικῷ τῆς ψυχῆς, ἤγουν πρακτικῷ, καθάπερ ἔλαιον, ἀεννάως γεννῶσαν τοὺς κατὰ τὴν θεωρίαν πνευματικοὺς λόγους τῶν γνώσεων, ἵνα δι᾽ ἀμφοῖν τὸ τῆς θεολογίας φῶς, καθάπερ λαμπάδιον, μετὰ τῶν συμφυῶν χαρισμάτων τοῦ Πνεύματος πλέον κρατύνηται, χορηγούμενον ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης τοὺς διὰ πράξεως τὴν γνῶσιν σεμνύνοντας τρόπους, ἐκ δὲ τῆς Νέας Διαθήκης τοὺς διὰ θεωρίας πνευματικῆς τὴν πρᾶξιν τῶν ἀρετῶν λαμπρύνοντας λόγους, καὶ πρὸς ἓν ἐξ ἀμφοῖν κάλλος ἀπακριβωθῇ τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, ἐπίδειξιν μὲν λόγου(32) τὸν βίον, δόξαν δὲ βίου τὸν λόγον ποιούμενον, καὶ τὴν μὲν πρᾶξιν θεωρίαν ἐνεργουμένην, τὴν δὲ θεωρίαν πρᾶξιν μυσταγωγουμένην, καὶ συντόμως εἰπεῖν, τὴν μὲν ἀρετὴν φανέρωσιν γνώσεως, τὴν δὲ γνῶσιν ἀρετῆς συντηρητικὴν ἐργαζόμενον δύναμιν, καὶ δι᾽ ἀμφοῖν, ἀρετῆς λέγω καὶ γνώσεως, μίαν σοφίαν συνισταμένην ἐπιδεικνύμενον, ἵνα γνῶμεν(33) ὅτι συμφωνοῦσιν ἀλλήλαις διὰ πάντων αἱ δύο Διαθῆκαι κατὰ τὴν χάριν πλέον εἰς ἑνὸς μυστηρίου συμπλήρωσιν ἢ ὅσον ψυχὴ καὶ σῶμα πρὸς ἑνὸς ἀνθρώπου γένεσιν κατὰ τὴν σύνθεσιν ἀλλήλοις συμβαίνουσιν.

Εἰ δέ τις, ταῖς κατὰ νοῦν θεωρίαις φιλοτιμούμενος, ἐκλαβὼν εἴποι τὰς δύο ἐλαίας εἶναι τοὺς δύο νόμους, τόν τε φυσικὸν λέγω καὶ τὸν πνευματικόν, οὐκ ἔξω βέβηκε τῆς ἀληθείας. Ὁ μὲν γὰρ φυσικός(34), ὡς ἐξ ἀριστερῶν τοῦ λαμπαδίου, τουτέστι τοῦ σαρκωθέντος Θεοῦ Λόγου, διὰ τῆς συγγενοῦς αἰσθήσεως τοὺς ἐν τοῖς αἰσθητοῖς πρὸς ἀρετὴν τρόπους νοηθήσεται τῷ λόγῳ προσάγων, ὁ δὲ νοερός, ἥγουν πνευματικός, ἐκ δεξιῶν διὰ τῆς συγγενοῦς νοήσεως τοὺς ἐν τοῖς οὖσι πρὸς γνῶσιν πνευματικὴν λόγους ἀναλεγόμενος· δι᾽ ὧν τὰς διαφόρους ἕξεις τῶν πνευματικῶν χαρισμάτων, καθάπερ λύχνων ἐπαρυστρίδας, πρακτικῶν καὶ γνωστικῶν θεωρημάτων πληρώσαντες, ἄσβεστον τὸ φῶς τῆς ἀληθείας φυλάττομεν.

Γνωστικώτερον δὲ τυχὸν ὁ τόπος οὗτος τῆς Γραφῆς κατανοούμενος διὰ τῶν δύο ἐλαιῶν, τῶν ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ ἐξ εὐωνύμων, τὴν πρόνοιαν δηλοῖ καὶ τὴν κρίσιν, ὧν ἕστηκε μέσος, ὡς ἐπὶ λυχνίας χρυσῆς τῆς ἁγίας καθολικῆς Ἐκκλησίας ἢ τῆς τοῦ καθ᾽ ἕκαστον ἁγίου ψυχῆς, πᾶσι πυρσεύων τῆς ἀληθείας τὸ φῶς, ὁ τὸ πᾶν, ὡς Θεός, περιέχων Λόγος, καὶ τοὺς κατὰ πρόνοιαν καὶ κρίσιν ἀληθινοὺς καὶ γενικωτάτους τῆς τῶν ὄντων συνοχῆς ἀποκαλύπτων λόγους, καθ᾽ οὓς τὸ πρὸ πάντων μὲν τῶν αἰώνων προωρισμένον ἐπ᾽ ἐσχάτων δὲ τῶν χρόνων ἐπιτελεσθὲν τῆς σωτηρίας ἡμῶν μυστήριον συνέστηκεν· ὧν τὴν μὲν πρόνοιαν(35), καθάπερ ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου τυγχάνουσαν, ἐν τῷ ἀφράστῳ τρόπῳ τῆς τοῦ Λόγου πρὸς τὴν λογικῶς ἐψυχωμένην σάρκα καθ᾽ ὑπόστασιν ἑνώσεως διὰ μόνης καθορῶμεν τῆς πίστεως, τὴν δὲ κρίσιν, ἐξ εὐωνύμων ὑπάρχουσαν, ἐν τῷ μυστηρίῳ τῶν ὑπὲρ ἡμῶν τοῦ σαρκωθέντος Θεοῦ ζωοποιῶν παθημάτων ἀρρήτως κατανοοῦμεν. Τὸ μὲν γάρ, ὡς ἀγαθός, προηγουμένως κατὰ θέλησιν γέγονεν(36), οἷα δὴ φύσει πάντων ὑπάρχων Σωτήρ, τὸ δὲ καθ᾽ ἑκούσιον ἀνοχὴν ἐφεπομένως ὑπέμεινεν, ὡς φιλάνθρωπος, οἷα δὴ πάντων κατὰ φύσιν ὑπάρχων Λυτρωτής. Οὐ γὰρ ἵνα πάθῃ προηγουμένως ὁ Θεὸς γέγονεν ἄνθρωπος, ἀλλ᾽ ἵνα τὸν ἄνθρωπον σώσῃ διὰ παθημάτων, ὑφ᾽ ἃ διὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ἑαυτὸν ὁ κατ᾽ ἀρχὰς ἀπαθὴς ὑπάρχων πεποίηκεν ἄνθρωπος.

Δεξιὸν οὖν τὸ κατὰ πρόνοιαν τῆς τοῦ Λόγου σαρκώσεως ὑπάρχει μυστήριον, ὡς ἐνεργητικὸν τῆς ὑπὲρ φύσιν χάριτι πρὸ τῶν αἰώνων προορισθείσης τῶν σῳζομένων θεώσεως, ἧς οὐδεὶς τὸ παράπαν κατὰ φύσιν τῶν ὄντων ἐφικέσθαι δυνήσηται λόγος· εὐώνυμον δὲ τὸ κατὰ τὴν κρίσιν τοῦ ζωοποιοῦ πάθους τοῦ κατὰ σάρκα παθεῖν βουληθέντος Θεοῦ σαφῶς ὑπάρχει μυστήριον(37), ὡς ἐνεργητικὸν μὲν τῆς τῶν ἐπεισαχθέντων ἐκ τῆς παρακοῆς τῇ φύσει παρὰ φύσιν πάντων ἰδιωμάτων τε καὶ κινημάτων παντελοῦς ἀναιρέσεως, ποιητικὸν δὲ τῆς τῶν προηγουμένως κατὰ φύσιν ἁπάντων ἰδιωμάτων τε καὶ κινημάτων ἀνελλιποῦς ἀποκαταστάσεως, καθ᾽ ἣν οὐδεὶς τὸ παράπαν τῶν ὄντων κίβδηλος εὑρεθήσεται λόγος· ἐξ ὧν, προνοίας τέ φημι καὶ κρίσεως, ἤτουν σαρκώσεώς τε καὶ πάθους, διὰ τὸ στερρόν τε καὶ καθαρὸν καὶ ἀδιάφθορον τῆς κατὰ τὴν πρᾶξιν ἀνδρικῆς ἀρετῆς καὶ ἀτρεψίας, διά τε τὸ διαφανὲς καὶ λαμπρὸν τῆς μυστικῆς θεωρίας καὶ γνώσεως, ὡς ἐκ μέσου δύο χαλκῶν ὀρέων, ἐκβέβηκεν, ἱππείων ἁρμάτων δίκην(38), ἡ ἁγία τετρὰς τῶν Εὐαγγελίων, τῶν πᾶσαν διειληφότων καὶ περιοδευσάντων τὴν γῆν καὶ τὴν πληγὴν τῆς παραβάσεως τοῦ Ἀδὰμ ἰασαμένων καὶ ἀναπαυσάντων τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ πίστεως καὶ τῆς ἐπ᾽ αὐτῇ κατὰ τὸν βίον καλῆς πολιτείας ἐν γῇ βορρᾶ(39), τουτέστιν ἐν τοῖς ἔθνεσιν, ἐν οἷς ὁ ζόφος ἐκράτει τῆς ἀγνοίας καὶ τῆς ἁμαρτίας τὴν φύσιν ἐτυράννει τὸ σκότος.

Ἤ πάλιν ἡ τοῖς ἁγίοις Εὐαγγελίοις τῶν τεσσάρων γενικῶν ἀρετῶν ἰσάριθμος δύναμις(40), πᾶσαν διαλαβοῦσα, καθάπερ γῆν, τῶν πιστῶν τὴν καρδίαν καὶ περιοδεύσασα τὴν ἐγγενομένην αὐτοῖς ἐκ τῶν παθῶν τῆς ἀτιμίας πληγὴν καὶ ἀναπαύσασα τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τῆς πρακτικῆς τῶν ἐντολῶν ἐνεργείας ἐν γῇ βορρᾶ, τουτέστιν ἐν τῇ σαρκί, διὰ τῶν ἔργων τῆς δικαιοσύνης διαφαινόμενον δείξασα τὸν νόμον τοῦ Πνεύματος.

῝Η πάλιν, τὰς δύο ἐλαίας νοητέον(41) τὴν θεωρίαν καὶ τὴν πρᾶξιν· ὧν τῆς μὲν θεωρίας(42) ἡ κατὰ τὴν σάρκωσιν πρόνοια δίδωσι φαίνεσθαι τὸν λόγον, τῆς δὲ πράξεως ἡ κατὰ τὸ πάθος κρίσις δίδωσιν ἐνεργεῖσθαι τὸν τρόπον, ὡς τῆς μὲν κατὰ ψυχὴν ἐκ δεξιῶν οὔσης τοῦ Λόγου, τῆς δὲ κατὰ σῶμα ἐξ εὐωνύμων ὑπαρχούσης, καὶ τῆς μὲν τὸν νοῦν πρὸς τὴν τοῦ Θεοῦ καλούσης συγγένειαν, τῆς δὲ τῷ Πνεύματι τὴν αἴσθησιν ἁγιαζούσης καὶ τῶν παθῶν αὐτῆς τοὺς τύπους ἀφαιρουμένης.

῍Η πάλιν, πίστιν καὶ ἀγαθὴν συνείδησιν τὰς δύο νοητέον ἐλαίας(43), ὧν ἕστηκε μέσος ὁ Λόγος, κατὰ μὲν τὴν πίστιν ὀρθῶς παρὰ τῶν πιστῶν προσκυνούμενος, κατὰ δὲ τὴν ἀγαθὴν συνείδησιν διὰ τῆς εἰς ἀλλήλους εὐαρεστήσεως εὐσεβῶς λατρευόμενος.

῍Η τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν λέγω καὶ τὸν ἐξ Ἰουδαίων(44), ἐλαίαις δύο παρείκασεν ὁ λόγος· οὓς καὶ πιότητος υἱούς, ὥσπερ ἑρμηνεύων τὰς ἐλαίας διὰ τὴν ἐν Πνεύματι γέννησιν καὶ τὴν πρὸς θέωσιν χάριν τῆς υἱοθεσίας, προσηγόρευσεν· ὧν μέσος ἕστηκεν ὁ σαρκωθεὶς Θεός, ὡς ἐπὶ λυχνίας, τῆς μιᾶς καὶ μόνης καθολικῆς Ἐκκλησίας, καταλλάσσων αὐτοὺς ἑαυτῷ τε καὶ ἀλλήλοις καὶ ποιῶν φωτός, τοῦ κατ᾽ ἀρετήν τε καὶ γνῶσιν, γεννητικούς.

Τυχὸν δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τῶν δύο ἐλαιῶν παρῃνίξατο μυστικῶς ὁ λόγος(45), τὴν μὲν ὡς λόγοις ἀληθοῦς γνώσεως κομῶσαν κατὰ τὴν ἐλαίαν, τὸ δὲ ὡς ἀρετῶν πράξεσι πεπυκασμένον.

Εἰ δὲ καὶ τοὺς δύο κόσμους, τόν τε νοητὸν λέγω καὶ τὸν αἰσθητόν, διὰ τῶν δύο ἐλαιῶν ὁ τῆς Γραφῆς αἰνίττεται λόγος(46), καλῶς ἂν ἔχοι καὶ οὕτω νοούμενος· ὧν ἵσταται μέσος, ὡς Θεός, ὁ Λόγος, τὸν μὲν νοητὸν ἐν τῷ αἰσθητῷ φαίνεσθαι τοῖς τύποις μυστικῶς διαγράφων(47), τὸν δὲ αἰσθητὸν ἐν τῷ νοητῷ τοῖς λόγοις ὄντα νοεῖσθαι διδάσκων.

Εἰ δὲ καὶ τὴν παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν ἡ κατὰ τὰς ἐλαίας διετύπωσεν ὅρασις(48), καλῶς ἂν ἔχοι καὶ οὗτος τῆς θεωρίας ὁ τρόπος· ὧν ἵσταται μέσος ὁ Λόγος, τῆς μὲν ἀπάγων διὰ τῆς ἀρετῆς, πρὸς δὲ τὴν ἐπανάγων διὰ τῆς γνώσεως· ὅπερ νοήσας τυχὸν ὁ θαυμαστὸς Ἀμβακούμ φησιν· «ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ», ζῷα λέγων, ὥσπερ τὰ ὄρη τὰ χαλκᾶ καὶ τὰς ἐλαίας ὁ μέγας Ζαχαρίας, τοὺς δύο κόσμους ἤγουν αἰῶνας, ἢ τὰς προσφυεῖς αὐτῶν ζωάς, ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἢ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, ἢ τὴν ἕξιν τοῦ καλοῦ καὶ τὴν ἐνέργειαν, ἢ τὸν νόμον καὶ τοὺς προφήτας, ἢ τὴν Παλαιὰν ὅλην καὶ τὴν Καινὴν Διαθήκην, ἢ τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν καὶ τὸν ἐξ Ἰουδαίων, ἢ τοὺς δύο νόμους, τὸν φυσικὸν καὶ τὸν πνευματικόν, ἢ τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν· ὧν μέσος ἵσταται διὰ πάντων ὑμνούμενός τε καὶ δοξαζόμενος ὁ Λόγος καὶ πρὸς μίαν τοῦ καλοῦ τὰ πάντα σύμπνοιαν ἄγων, ὡς πάντων Θεός, καὶ διὰ τοῦτο πάντα ποιήσας, ἵνα πάντων γένηται τῆς καθ᾽ ἕνωσιν πρὸς ἄλληλα τοῦ καλοῦ ταυτότητος δεσμὸς ἀδιάλυτος.

Λυχνίαν δὲ κατὰ τὴν ὅρασιν τυχὸν τὴν Ἐκκλησίαν καὶ τὴν ψυχὴν εἶπεν ὁ λόγος, ὡς ἐπίκτητον φύσει τὸ τῆς χάριτος φῶς ἔχουσας καὶ ἐπισκευαστόν, διότι μόνου τοῦ Θεοῦ κατὰ φύσιν ἐστὶ τὸ ἀγαθόν, ἐξ οὗ κατὰ μετοχὴν πάντα φωτίζεταί τε καὶ ἀγαθύνεται τὰ φωτὸς κατὰ φύσιν καὶ ἀγαθότητος δεκτικά.

Καὶ ταῦτα μὲν περὶ τούτων, συμμετρίας φροντίζων, διῆλθεν ὁ λόγος. Αὐτὸς δέ, παρὰ σεαυτοῦ σὺν Θεῷ τὰ κρείττω τούτοις ἐπιθεωρήσας, φαίδρυνον, ὅσιε πάτερ, ταῖς ἀειφανέσι τῆς σῆς διανοίας ἀκτίσι τὴν ἀμβλυωποῦσάν μου ψυχήν.

 
--------------------
ΣΧΟΛΙΑ

1. Τίς ἡ λυχνία;

2. Πῶς ἀκίβληλος χρυσός ἐστιν ἡ Ἐκκλησία;

3. Πῶς καθαρά;

4. Πῶς ἀμίαντος;

5. Πῶς ἄχραντος;

6. Πῶς ἀμείωτος;

7. Τί τό λαμπάδιον τῆς λυχνίας;

8. Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τόν κόσμον, φησίν, ὑπό τοῦ Λόγου πάντως φωτίζεται· πολλοί γάρ ἀφώτιστοι διαμένουσι, καί τοῦ κατ᾿ ἐπίγνωσιν ἀμέτοχοι φωτός· ἀλλά δῆλον ὅτι, πᾶς ἄνθρωπος κατ᾿ οἰκείαν γνώμην εἰς τόν ἀληθῆ κόσμον τῶν ἀρετῶν ἐρχόμενος· πᾶς γάρ ὁ κατ᾿ ἀλήθειαν διά τῆς αὐθαιρέτου γεννήσεως, εἰς τοῦτον ἐρχόμενος τῶν ἀρετῶν τόν κόσμον, ὑπό τοῦ Λόγου πάντως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον, καί γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.

9. Πῶς καί λύχνος ἐστίν ὁ σαρκωθείς Θεός Λόγος;

10. Τίς ὁ μόδιος, ὑφ᾿ ὅν ὁ λύχνος οὐ γίνεται καλυπτόμενος;

11. Εἰς τήν αἴσθησιν τήν γυναῖκα· καί εἰς τήν ἡδονήν, τόν ὄφιν ἐθεώρησεν· ἄμφω γάρ πρός τόν λόγον κατά διάμετρον ἀφεστήκασιν.

12. Ὅτι λαβοῦσα τόν νοῦν ἡ αἴσθησις ὑποχείριον, διδάσκει πολύθεον, δι᾿ ἑκάστης αἰσθήσεως τῇ περί τά πάθη δουλείᾳ ὡς θεῖον τό προσφυές αἰσθητόν θεραπεύουσα.

13. Τίνας τούς λύχνους ὁ Λόγος φησίν;

14. Βλέπε τῆς χάριτος τό μέγεθος· βλέπε θεολογίας ἀπέραντον τό πέλαγος.

15. Τίνων εἰσί κατορθωτικά τοῦ Πνεύματος τά χαρίσματα;

16. Τίνες εἰσί κατ᾿ ἄλλον θεωρίας τρόπον οἱ λύχνοι;

17. Τήν πρακτικήν φιλοσοφίαν φόβος, εὐσέβειά τε καί γνῶσις ἐργάζονται. Τήν δέ φυσικήν ἐν πνεύματι θεωρίαν, ἰσχύς, καί βουλή, καί σύνεσις κατορθοῦσι· τήν δέ μυστικήν θεολογίαν σοφία μόνη θεία χαρίζεται.

18. Μέσα καλεῖ τήν τῶν αἰσθητῶν καί τῶν νοητῶν οὐσίαν· δι᾿ ὧν πρός τόν Θεόν ὡς αἰτίαν τῶν ὄντων ὁ ἀνθρώπινος νοῦς ἀνάγεσθαι πέφυκεν.

19. Τίνες εἰσί κατά τήν ἀναγωγήν, αἱ τῶν λύχνων ἐπαρυστρίδες;

20. Τίνες αἱ δύο τυγχάνουσιν ἐλαῖαι;

21. Ἀνακεφαλαίωσις τῶν θεωρηθέντων ὁριστική καί σύντομος.

22. Τί τό δεξιόν, καί τό ἀριστερόν;

23. Ἡ Παλαιά, φησίν, Διαθήκη, πράξεως καί ἀρετῆς ὑπάρχουσα σύμβολον, συμφωνεῖν τό σῶμα τῷ νοΐ παρασκευάζει κατά τήν κίνησιν· ἡ δέ Νέα, θεωρίας καί γνώσεως οὖσα ποιητική, τόν μυστικῶς αὐτῆς ἀντεχόμενον νοῦν, τοῖς θείοις καταφαιδρύνει χαρίσμασιν.

24. Ἄλλης θεωρίας τρόπος ἰδικός, εἰς τήν ἑκάστου ψυχήν ἀναφέρων, τήν τε λυχνίαν καί τά τῆς λυχνίας.

25. Τίς ὁ λύχνος;

26. Ἐκείνων ὁ Θεός, φησίν, λέγεταί τε καί γίνεται κατά τήν χάριν Πατήρ, τῶν μόνην ἐχόντων καθαράν τήν γνωμικήν ἐν Πνεύματι γέννησιν· καθ᾿ ἥν, ὥσπερ ψυχῆς πρόσωπον τόν ἐν ἀρεταῖς τοῦ γεννήσαντος Θεοῦ χαρακτῆρα φαινόμενον ἔχοντες κατά τόν βίον, τούς θεωμένους τῇ μεταβολῇ τῶν τρόπων δοξάζειν τόν Θεόν παρασκευάζουσι, τόν οἰκεῖον βίον πρός μίμησιν παρέχοντες αὐτοῖς ἐξαίρετον ἀρετῆς ἐξεμπλάριον. Οὐ γάρ λόγῳ ψιλῷ Θεός δοξάζεσθαι πέφυκεν· ἀλλ᾿ ἔργοις δικαιοσύνης πολλῷ πλείονα λόγου βοῶσι τήν θείαν μεγαλοπρέπειαν.

27. Τίνας εἶναι δεῖ νοεῖν τούς ἑπτά λύχνους;

28. Τίνες αἱ ἐπαρυστρίδες;

29. Τίνες αἱ δύο ἐλαῖαι;

30. Ἡ μέν Παλαιά, φησί τῷ γνωστικῷ χορηγεῖ τούς τρόπους τῶν ἀρετῶν· ἡ δέ Νέα, τῷ πρακτικῶ γνώσεως ἀληθοῦς λόγους χαρίζεται.

31. Ὅτι τό πρακτικόν, τό τῆς ψυχῆς παθητικόν λέγει.

32. Ὁ τῇ πράξει σωματουμένην, φησί, τήν γνῶσιν, καί τῇ γνώσει ψυχουμένην τήν πρᾶξιν δεικνύς, τόν ἀκριβῆ τρόπον εὗρε τῆς ἀληθοῦς θεουργίας. Ὁ δ᾿ ὁποτέραν τούτων τῆς ἑτέρας ἔχων διαζευγμένην, ἤ τήν γνῶσιν ἀνυπόστατον ἐποίησε φαντασίαν, ἤ τήν πρᾶξιν ἄψυχον κατέστησεν εἴδωλον· γνῶσις γάρ ἄπρακτος, φαντασίας οὐδέν διενήνοχεν, ὑφεστῶσαν αὐτήν τήν πρᾶξιν οὐκ ἔχουσα· καί πρᾶξις ἀλόγιστος, ἀψύχῳ ταυτόν εἰδώλῳ καθέστηκεν, ψυχοῦσαν αὐτήν γνῶσιν οὐκ ἔχουσα.

33. Ὥσπερ ψυχή καί σῶμα ποιεῖ κατά σύνθεσιν ἄνθρωπον· οὕτω πρᾶξις καί θεωρία μίαν κατά σύνοδον σοφίαν ἀποτελεῖ γνωστικήν· καί Παλαιά καί Νέα Διαθήκη, μυστήριον ἕν ἀπεργάζεται.

34. Ἀριστερός μέν ὁ φυσικός νόμος διά τήν αἴσθησιν· προσάγει δέ τῷ Λόγῳ τούς τρόπους τῶν ἀρετῶν, καί ποιεῖ γνῶσιν ἐνεργουμένην. Ὁ δέ πνευματικός νόμος, ὡς δεξιός μέν ἐστι διά τόν νοῦν· μίγνυσι δέ τῇ αἰσθήσει τούς ἐν τοῖς οὖσι πνευματικούς λόγους, καί ποιεῖ πράξιν λελογισμένην.

35. Ἡ πρόνοια, φησίν, ἐν τῷ καθ᾿ ὑπόστασιν ἑνωθῆναι σαρκί τόν Λόγον δείκνυται· ἡ δέ κρίσις, ἐν τῷ παθεῖν ὑπέρ ἡμῶν σαρκί καταδέξασθαι φαίνεται· δι᾿ ὧν, ἑνώσεως καί πάθους, ἡ τοῦ παντός σωτηρία συνέστηκεν.

36. Ἡ μέν σάρκωσις, φησίν, εἰς τήν τῆς φύσεως σωτηρίαν γέγονε· τά δέ πάθη, πρός λύτρωσιν τῶν διά τήν ἁμαρτίαν τῶ θανάτῳ κατεχομένων.

37. Τό μυστήριον, φησί, τῆς ἐνανθρωπήσεως, τά μέν παρά φύσιν ἀφίστησιν ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως· τά δέ κατά φύσιν ἀποκαθίστησιν.

38. Πρόνοιαν καί κρίσιν, σάρκωσίν τε καί πάθος, ὄρη χαλκᾶ νενόηκεν· ἐξ ὧν ἡ τῶν Εὐαγγελίων ἐκβαίνει τετράς.

39. Γῆν Βοῤῥᾶ τά ἔθνη νενόηκεν· ἅτινα ὡς ἐν χώρᾳ σκότους ὑπῆρχόν ποτε τῇ πλάνῃ τῆς ἀγνοίας· νῦν δέ γεγόνασιν ἐν χώρᾳ φωτός, τῇ ἐπιγνώσει τῆς ἀληθείας, κατά τήν χάριν τῆς ἁγίας τῶν Εὐαγγελίων τετράδος, ὡς στοιχείων ἀφθάρτων, κατά τόν ἔσω καί νοερόν ἄνθρωπον εἰς ζωήν αἰώνιον ἀναπλασθέντες διά τῆς πίστεως.

40. Ἄλλη θεωρία τῶν τεσσάρων ἁρμάτων.

41. Ἄλλη θεωρία τῶν ἐλαιῶν.

42. Ὁ μέν θεωρητικός, φησί, τόν κατά τήν πρόνοιαν λόγον τῆς σαρκώσεως ἔχει φαινόμενον· ὁ δέ πρακτικός, τόν κατά τήν κρίσιν τῶν παθημάτων τοῦ Λόγου τρόπον ἐνεργούμενον δείκνυσιν.

43. Εἰς τάς ἐλαίας ἄλλη θεωρία.

44. Εἰς τάς αὐτάς ἄλλη θεωρία.

45. Ἄλλη περί τῶν αὐτῶν θεωρία.

46. Ἄλλη περί τῶν δύο ἐλαιῶν θεωρία.

47. Ὁ τόν φαινόμενον κόσμον νοῶν, θεωρεῖ τόν νοούμενον· τυποῖ γάρ τῇ αἰσθήσει τά νοητά φανταζόμενος, καί κατά νοῦν σχηματίζει τούς θεαθέντας λόγους· καί μεταφέρει πρός μέν αἴσθησιν πολυειδῶς τοῦ νοητοῦ κόσμου τήν σύστασιν· πρός δέ νοῦν, τοῦ αἰσθητοῦ κόσμου πολυπλόκως τήν σύνθεσιν· καί νοεῖ, ἐν μέν τῷ νοητῷ τόν αἰσθητόν, μετενέγκας πρός τόν νοῦν τοῖς λόγοις τήν αἴσθησιν· ἐν δέ τῷ αἰσθητῷ τόν νοητόν, πρός τήν αἴσθησιν ἐπιστημόνως τοῖς τύποις μετεγκλώσας τόν νοῦν.

48. Ἄλλη περί τῶν αὐτῶν θεωρία.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D