64. ΕΡΩΤΗΣΙΣ ΞΔ'
Ποίαν ἔννοιαν ἔχει τὸ ῥητὸν τὸ ἐν τῷ Ἰωνᾷ τῷ προφήτῃ περὶ τῆς Νινευῆ φάσκον· «ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν», ἐπειδὴ ἀπὸ τοῦ γράμματος οὐχ εὑρίσκω μίαν παραμυθίαν; Οὐ γὰρ εἶπε παῖδας, ἵνα περὶ νηπίων νομίσω, ἀλλ᾽ ἄνδρας. Ποῖος δὲ ἀνήρ, ἔχων ἀβλαβεῖς τὰς φρένας, ἀγνοεῖ δεξιὰν αὐτοῦ ἢ ἀριστεράν; Ἀλλ᾽ εἰπὲ τίνες οἱ ἄνδρες καὶ τίς ἡ δεξιὰ καὶ τίς ἡ ἀριστερὰ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον.
Ἀπόκρισις.
Οὐδὲν τῶν ἀναγεγραμμένων τῇ Γραφῇ προσώπων ἢ τόπων ἢ χρόνων ἢ ἑτέρων πραγμάτων, ἐμψύχων τε καὶ ἀψύχων, αἰσθητῶν τε καὶ νοητῶν, κατὰ τὸν αὐτὸν ἀεὶ νοούμενον τρόπον ἔχει συμβαίνουσαν ἑαυτῇ διόλου τὴν ἱστορίαν ἢ τὴν θεωρίαν. Διὸ χρὴ τὸν ἀπταίστως τὴν θείαν τῆς ἁγίας Γραφῆς ἐξασκούμενον εἴδησιν ταῖς διαφοραῖς τῶν γινομένων ἢ λεγομένων διαφόρως ἐκδέχεσθαι τῶν ἀπηριθμημένων ἕκαστον καὶ τὴν ἁρμόζουσαν αὐτῷ κατὰ τὸν τόπον ἢ τὸν χρόνον δεόντως θεωρίαν προσνέμειν. Πολύσημον γάρ ἐστι ἑκάστου τῶν ἐν τῇ Γραφῇ σημαινομένων τὸ ὄνομα κατὰ τὴν δύναμιν τῆς ἑβραΐδος φωνῆς, ὅπερ κἀνταῦθα σαφῶς εὑρίσκομεν.
Ἑρμηνεύεται γὰρ Ἰωνᾶς κατὰ διαφόρους ἐκφωνήσεις(1) ’ἀνάπαυσις’ καὶ ’δόμα Θεοῦ’ καὶ ‘ἴαμα Θεοῦ καὶ ’Θεοῦ χάρις αὐτοῖς’ καὶ ‘πόνος Θεοῦ’ καὶ ‘περιστερὰ’ καὶ ‘φυγὴ κάλλους’ καὶ ‘διαπόνησις αὐτῶν’. Γίνεται δὲ οὗτος καὶ ἐν Ἰόππῃ καὶ ἐν θαλάσσῃ καὶ ἐν κήτει καὶ ἐν Νινευῇ καὶ ὑπὸ τὴν κολόκυνταν. Ἑρμηνεύεται δὲ Ἰόππη(2) ‘κατασκοπὴ χαρᾶς’ καὶ ‘καλλονὴ θαυμαστὴ’ καὶ ‘χαρὰ δυνατή’. Οὐκοῦν Ἰωνᾶς ὁ προφήτης(3) τύπον φέρει καὶ τοῦ Ἀδὰμ καὶ τῆς κοινῆς φύσεως καὶ τοῦ Χριστοῦ καὶ τῆς προφητικῆς χάριτος καὶ τοῦ ἀγνώμονος καὶ ἐπὶ παντὶ καλῷ διαπονουμένου καὶ ταῖς θείαις ἀεὶ βασκαίνοντος χάρισι λαοῦ τῶν Ἰουδαίων. Οἷον, τοῦ μὲν Ἀδὰμ φέρει τύπον καὶ τῆς κοινῆς φύσεως φεύγων ἐξ Ἰόππης εἰς θάλασσαν καὶ διὰ τοῦτο κατὰ τὴν τῆς προσηγορίας αὐτοῦ δύναμιν ‘φυγὴ κάλλους’ καλούμενος. Ἰόππη δὲ δηλοῖ, τυπούμενον ἐν αὐτῇ, τὸν παράδεισον(4), τὸν ὄντως ‘κατασκοπὴν χαρᾶς’ καὶ ὄντα καὶ ὀνομαζόμενον καὶ ‘χαρὰν δυνατὴν’ καὶ ‘καλλονὴν θαυμασίαν’ διὰ τὸν ἐν αὐτῷ πλοῦτον τῆς ἀφθαρσίας, ὅστις ποτ᾽ ἂν εἴη ὁ παράδεισος οὖτος, ὁ χειρὶ Θεοῦ φυτευθείς—«ἐφύτευσε» γάρ, φησίν, «Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν»—, καὶ τίνα τὰ ξύλα τὰ ἐν αὐτῷ, εἴτε θεωρούμενα εἴτε νοούμενα, καὶ τί τὸ ἐν μέσῳ τοῦ παραδείσου ξύλον τῆς ζωῆς· ὧν πάντων ἐσθίειν πρόσταγμα λαβὼν ὁ Ἀδὰμ τυχὸν οὐδὲ ἥψατο· «ἀπὸ παντὸς γὰρ ξύλου, φησίν, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ».
Σημαίνει δὲ πάλιν Ἰόππη(5) τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν ἐπ᾽ αὐταῖς σοφίαν· τὴν ἀρετὴν μέν, ὅταν ἑρμηνεύηται ‘καλλονὴ θαυμαστή,’ τὴν δὲ γνῶσιν, ὅταν ὡς ‘κατασκοπὴ χαρᾶς’ λαμβάνηται, τὴν δὲ σοφίαν, ὁπηνίκα τὴν ‘δυνατὴν’ σημαίνει ‘χαράν,’ καθ᾽ ἣν τελειούμενος ἄνθρωπος τὴν ἀνεκλάλητον λαμβάνει χαράν, τὴν δυνατὴν καὶ ὄντως συνεκτικὴν τῆς κατὰ Θεὸν καὶ θείας τοῦ ἀνθρώπου συστάσεως, εἴπερ ἡ σοφία ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, κατὰ τὸ γεγραμμένον, «καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτήν, ὡς ἐπὶ Κύριον, ἀσφαλής». Φεύγουσαν γὰρ ἀεὶ τὴν Ἰόππην, τουτέστι τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ τῆς ἐπ᾽ αὐταῖς σοφίας τὴν χάριν, ὥσπερ ὁ Ἀδὰμ τὸν παράδεισον διὰ τῆς παρακοῆς, ὁρῶμεν τὴν φύσιν τῶν ἀνθρώπων διὰ τὸ τὴν διάνοιαν αὐτῆς ἐπιμελῶς ἐγκεῖσθαι τοῖς πονηροῖς, καὶ εἰς τὴν θάλασσαν, λέγω δὲ τὴν ἅλμην τῆς ἁμαρτίας, ἑκουσίως κατασυρομένην, ὡς πρὸς τοῦτον τὸν κόσμον ἐκπεσὼν τοῦ παραδείσου ὁ προπάτωρ Ἀδὰμ κατεκυλίσθη, καὶ τὴν ἄστατον τῶν ὑλικῶν καὶ ἅλμην ἄλλως φέρουσάν τε καὶ φερομένην πλάνην τε καὶ σύγχυσιν ἐπιμελῶς περιέπουσαν· ἧς τοσοῦτόν ἐστι τὸ κέρδος τοῖς ἀντεχομένοις αὐτῆς ὅσον μόνον ποντισθῆναι καὶ ὑπὸ τοῦ κήτους καταποθῆναι καὶ περιχυθῆναι ὕδωρ ἕως ψυχῆς καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι καὶ δῦναι τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων καὶ κατελθεῖν εἰς τὴν γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, ὡς πυθμένα δηλονότι τῆς ἐσχάτης ἀβύσσου τυγχάνουσαν, τὴν γῆν τὴν σκοτεινὴν ὄντως καὶ γνοφεράν, γῆν σκότους αἰωνίου, ἐν ᾗ οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν, ὥς πού φησιν ὁ μέγας καὶ τοῖς μεγάλοις ὑπὲρ ἀληθείας ἄθλοις διηγωνισμένος Ἰώβ.
Σημαίνει γοῦν τὸν Ἀδὰμ ὁ προφήτης, ἤτουν τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων, ἐν ἑαυτῷ ταῦτα τυπῶν μυστικῶς, τὴν ὡς ἐξ Ἰόππης τῶν θείων ἐξολισθήσασαν ἀγαθῶν καὶ πρὸς τήνδε τοῦ βίου, καθάπερ θάλασσαν, τὴν ταλαιπωρίαν κατενεχθεῖσαν καὶ τῷ ἀστάτῳ καὶ πολυφλοίσβῳ πελάγει τῆς τῶν ὑλικῶν προσπαθείας καταποντισθεῖσαν(6) καὶ ὑπὸ τοῦ κήτους τοῦ νοητοῦ καὶ ἀπλήστου θηρός, τοῦ διαβόλου, καταποθεῖσαν καὶ τὸ ὕδωρ πανταχόθεν τῶν ἐν κακίᾳ πειρασμῶν περιχυθὲν δεξαμένην ἕως ψυχῆς, ὡς περισχεθεῖσαν δηλαδὴ τοῖς πειρασμοῖς τὴν ζωὴν καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι, τουτέστιν ὑπὸ τῆς παντελοῦς ἀγνοίας καταδεθεῖσαν τὸν νοῦν καὶ περικλυσθῆναι τῷ πολλῷ βάρει τῆς κακίας τὸν λογισμόν, καὶ καταδῦσαν τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων, τουτέστι τὸν πρῶτον κατὰ τὴν πίστιν περὶ μονάδος λόγον(7), ὡς κεφαλὴν τοῦ παντὸς σώματος τῶν ἀρετῶν, ὡς εἴς τινας σχισμὰς ἀφεγγεῖς ὀρέων τὰς διανοίας τῶν πονηρῶν δυνάμεων κατακλεισθεῖσαν καὶ εἰς πολλὰς δόξας καὶ φαντασίας καταμερισθεῖσαν—σχισμὰς γὰρ ὀρέων τῶν ἐν τῷ βάθει που τῆς ἐσχάτης ἀβύσσου τῆς ἀγνοίας κειμένων τῆς πονηρίας πνευμάτων περὶ πλάνην ἐννοίας εἶπεν ὁ λόγος—, καὶ κατελθοῦσαν εἰς τὴν γῆν(8), ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, τουτέστι πρὸς τὴν πάσης αἰσθήσεως θείας ἔρημον καὶ ζωτικῆς κινήσεως ἀρετῶν ἐστερημένην κατενεχθεῖσαν ἕξιν, τὴν μηδεμίαν παντελῶς ἔχουσαν αἴσθησιν ἀγαθότητος καὶ Θεοῦ κατ᾽ ἔννοιαν ἐφέσεως κίνησιν· ἐφ᾽ ἧς βέβηκεν, καθάπερ ἄβυσσος(9), τῆς ἀγνοίας ὁ ζόφος καὶ τὸ ἀνείκαστον βάθος τῆς κακίας, καὶ τὰ ὄρη τῆς πλάνης ἐρρίζωται, τὰ πνευματικὰ λέγω τῆς πονηρίας· ὧν πρότερον ταῖς σχισμαῖς εἰσδῦσα γέγονεν ὕστερον βάσις διὰ τὴν κακίστην ἕξιν ἡ φύσις τῶν ἀνθρώπων, ὡς δεκτικὴ τῆς αὐτῶν πλάνης καὶ πονηρίας· τὴν ἔχουσαν, καθάπερ αἰωνίους μοχλούς(10), τὰς ἐνδιαθέτους προσπαθείας τῶν ὑλικῶν, τὰς οὐκ ἐώσας τὴν διάνοιαν, τοῦ σκότους τῆς ἀγνοίας ἀπαλλαγεῖσαν, τὸ φῶς ἰδεῖν τῆς ἀληθοῦς ἐπιγνώσεως· ἥντινα τυχὸν ἕξιν, ὡς μικρῷ πρόσθεν ἔφην, ὁ μέγας Ἰὼβ αἰνιττόμενος ἔφη· «γῆν σκοτεινὴν καὶ γνοφεράν», γῆν σκότους αἰωνίου· σκοτεινὴν μέν, ὡς πάσης ἀληθοῦς ἔρημον γνώσεώς τε καὶ θεωρίας, γνοφερὰν δέ, ὡς πάσης ἀρετῆς ἐστερημένην καὶ πράξεως· ἐν ᾗ, φησίν, «οὐκ ἔστι φέγγος», δηλαδὴ γνώσεως καὶ ἀληθείας(11), «οὐδὲ ὁρᾶν ζωὴν βροτῶν», τὴν λογικοῖς δηλονότι πρέπουσαν ἀγωγήν.
Ἐν τούτοις μὲν γίνεται τυχόν, ὁπηνίκα τὰ πάθη τυπῶν ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος ὁ προφήτης, εἰς ἅπερ ἐλεεινῶς ἑαυτὴν κατεσκέδασεν, τὰ τῆς κοινῆς οἰκειούμενος φύσεως, καὶ ἐφαρμόζεται δεόντως αὐτῷ, τυποῦντι τὸν Ἀδάμ, τῆς προσηγορίας ὁ νοῦς, ‘φυγὴ κάλλους’ ἑρμηνευόμενος. Ἡνίκα δὲ τὸν δι᾽ ἡμᾶς ἐν τοῖς ἡμῶν καθ᾽ ἡμᾶς διὰ σαρκὸς νοερῶς ἐψυχωμένης χωρὶς μόνης ἁμαρτίας γενόμενον Θεὸν προδιατυποῖ καὶ τὸ τῆς οἰκονομίας καὶ τῶν κατ᾽ αὐτὴν παθημάτων προδιαγράφει μυστήριον, τὴν μὲν ἀπ᾽ οὐρανῶν εἰς τὸν κόσμον τοῦτον σημαίνει κάθοδον διὰ τῆς ἐξ Ἰόππης εἰς τὴν θάλασσαν μεταβάσεως(12), τὸ δὲ τοῦ θανάτου καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως μυστήριον ὑπὸ τοῦ κήτους δηλοῖ καταπινόμενος καὶ μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἀπαθὴς ἐκδιδόμενος, καὶ διὰ τοῦτο προσφόρως κατὰ τὴν τῆς κλήσεως δύναμιν ‘ἀνάπαυσις’ καὶ ‘ἴασις Θεοῦ’ καὶ ‘Θεοῦ χάρις αὐτοῖς,’ τυχὸν δὲ καὶ ‘πόνος Θεοῦ’ διὰ τὸ πάθος τὸ ἑκούσιον, καλῶς ὀνομαζόμενος. Τὴν γὰρ ἀληθινὴν τῶν ἐν ὀδύναις κεκοπωμένων ἀνάπαυσιν(13) καὶ τὴν ἴασιν τῶν συντετριμμένων καὶ τὴν χάριν τῆς τῶν ἁμαρτημάτων ἀφέσεως Χριστὸν Ἰησοῦν τὸν ἀληθινὸν Θεὸν ὁ προφήτης διὰ τῶν οἰκείων δραμάτων μυστικῶς προδιέγραψεν. Αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεός, γενόμενος ἄνθρωπος καὶ τῷ πελάγει τοῦ βίου τοῦ καθ᾽ ἡμᾶς ἐνδημήσας, ὡς ἀπ᾽ οὐρανοῦ τῆς Ἰόππης, ἑρμηνευομένης ‘κατασκοπὴ χαρᾶς,’ εἰς τὴν θάλασσαν τοῦδε τοῦ βίου, κατὰ τὸ γεγραμμένον «ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας», καὶ εἰς τὴν καρδίαν τῆς γῆς, ἔνθα διὰ τοῦ θανάτου καταπιὼν ἡμᾶς εἶχεν ὁ πονηρὸς καθειργμένους, καταβὰς ἑκουσίως, καί, διὰ τῆς ἀναστάσεως ἀνασπάσας, πρὸς οὐρανὸν ὅλην τὴν κεκρατημένην φύσιν ἀναγαγών, ἀνάπαυσις ἡμῶν κατ᾽ ἀλήθειαν ὑπάρχει καὶ ἴασις καὶ χάρις(14), ἀνάπαυσις μέν, ὡς τὸν νόμον τῆς ἐν σαρκὶ διὰ τὴν πρόσκαιρον ζωὴν περιστατικῆς λύων δουλείας, ἴασις δέ, ὡς τὸ σύντριμμα τοῦ θανάτου καὶ τῆς φθορᾶς διὰ τῆς ἀναστάσεως ἐξιασάμενος, χάρις δέ, ὡς τῆς ἐν Πνεύματι τῷ Θεῷ καὶ Πατρὶ διὰ πίστεως υἱοθεσίας καὶ τῆς ἐπαξίως ἑκάστου κατὰ τὴν θέωσιν χάριτος διανομεύς. Ἔδει γάρ, ἔδει κατ᾽ ἀλήθειαν εἰς ἐκείνην γενέσθαι τὴν γῆν τὸ φῶς καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾗ τὸ σκότος ὑπῆρχε καὶ οἱ μοχλοὶ οἱ αἰώνιοι, ἵνα, τὸ σκότος λύσας τῆς ἀγνοίας, οἷα δὴ φῶς πατρικὸν ὑπάρχων, καὶ τοὺς μοχλοὺς τῆς κακίας συντρίψας ὡς ἐνυπόστατος Θεοῦ δύναμις, τὴν τούτοις δεινῶς ὑπὸ τοῦ πονηροῦ κατησφαλισμένην ἐλευθερώσειε φύσιν, δωρούμενος αὐτῇ φῶς ἀληθοῦς γνώσεως ἄσβεστον καὶ δύναμιν ἀρετῶν ἀκαθαίρετον.
Ὁπηνίκα δὲ τὴν προφητικὴν χάριν, ὡς ἔκ τινος Ἰόππης(15), τῆς τέως ἐνδόξου νομιζομένης σωματικῆς τοῦ νόμου λατρείας εὐαγγελικῶς εἰς τὰ ἔθνη μεταβαίνουσαν καὶ τὸν ἰουδαϊκὸν λαὸν διὰ τὴν αὐτῶν ἀπιστίαν τῆς κατ᾽ αὐτὴν χαρᾶς ἔρημον καταλιμπάνουσαν καὶ διὰ πολλῶν θλίψεων κινδύνων τε καὶ περιστάσεων καὶ πόνων καὶ διωγμῶν καὶ θανάτων τὴν τῶν ἐθνῶν, καθάπερ Νινευή, πρὸς τὸν Θεὸν ἐπιστρέφουσαν Ἐκκλησίαν ἐν ἑαυτῷ τυποῖ μυστικῶς ὁ προφήτης, τὴν Ἰόππην ἀφίησιν, τῆς κατὰ νόμον δηλαδὴ λατρείας ἀφισταμένην τὴν χάριν σημαίνων τῆς προφητείας καὶ ἐν τῇ θαλάσσῃ γινομένην τῶν ἀκουσίων περιστάσεων καὶ ἐν τῷ κλύδωνι τῶν ἐν τοῖς διωγμοῖς ἐπαναστάσεων καὶ τῶν ἐπ᾽ αὐταῖς ἀγώνων καὶ πόνων καὶ κινδύνων καὶ ὑπὸ τοῦ κήτους τοῦ θανάτου καταπινομένην μέν, οὐδαμῶς δὲ παντελῶς διαφθειρομένην. Οὐ γὰρ ἴσχυσεν τὸν δρόμον τῆς εὐαγγελικῶς τοῖς ἔθνεσι καταγγελθείσης κωλῦσαι χάριτος τῶν ὄντων οὐδέν, οὐ θλίψις οὐ στενοχωρία οὐ διωγμὸς οὐ λιμὸς οὐ κίνδυνος οὐ μάχαιρα· τοὐναντίον μὲν οὖν, διὰ τούτων ἡ χάρις ἐβεβαιώθη, πάντων τῶν ἐπαναστάντων κρατήσασα καὶ ἐν τῷ πάσχειν πλέον τοὺς δρῶντας νικήσασα, καὶ τὴν φύσιν πλανωμένην ἐπέστρεψεν ἐπὶ Θεὸν ζῶντα καὶ ἀληθινόν, ὥσπερ Ἰωνᾶς τὴν Νινευή. Κἂν ἐδόκει διὰ τῆς ἐπηρείας τῶν διωγμῶν καλύπτειν τὴν χάριν ὁ πονηρός, ὡς τὸν προφήτην τὸ κῆτος, ἀλλ᾽ εἰς τέλος κατέχειν οὐκ ἠδυνήθη, τῆς ἐνεργούσης τὴν χάριν δυνάμεως ἀλλοιῶσαι τὴν ἰσχὺν οὐ δυνάμενος. Ὅθεν καὶ λαμπροτέραν μᾶλλον ἐποίει μετὰ τὴν πεῖραν τῶν ἐναντίων τὴν χάριν ἐν τοῖς αὐτῆς φοιτηταῖς διαφαίνεσθαι τοσοῦτον, ὅσον αὐτὸς ταῖς προσβολαῖς τὴν οἰκείαν ὑπεφθείρετο δύναμιν(16), ὁρῶν ἑαυτῷ παντάπασι τὴν χάριν οὐ μόνον ἀνάλωτον, ἀλλὰ καὶ τὴν φυσικὴν τῶν καταγγελλόντων αὐτὴν τοῖς ἔθνεσιν ἁγίων ἀσθένειαν ἰσχὺν τῆς αὐτοῦ καθαιρετικὴν δυναστείας γινομένην καὶ παντὸς ὕψους ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ παντελῶς ἀφανιστικὴν καὶ τῷ δοκεῖν σωματικῶς ἁλῶναι ταῖς ἐπηρείαις μᾶλλον πνευματικῶς δυναμουμένην.
Ὅπερ ἐκ τοῦ παθεῖν τῇ πείρᾳ μαθὼν ὁ ἐν καινότητι πνεύματος, ἀλλ᾽ οὐ παλαιότητι γράμματος, τῆς ἐν Χριστῷ πρὸς τὰ ἔθνη διάκονος προφητικῆς γενόμενος χάριτος Παῦλος, ἡ μεγάλη σάλπιγξ τῆς ἀληθείας, «ἔχομέν» φησιν «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», θησαυρὸν λέγων τὸν λόγον τῆς χάριτος, ὀστράκινον δὲ σκεῦος τὸ σῶμα τοῦτο τὸ παθητὸν ἢ τὴν ἐν τῷ λόγῳ τῷ κατὰ προφορὰν νομιζομένην ἰδιωτείαν, τὴν πᾶσαν τοῦ κόσμου τὴν σοφίαν νικήσασαν, ἢ χωρήσασαν, καθ᾽ ὅσον ἐστὶν ἐφικτόν, τὴν ἀχώρητον τῷ κόσμῳ παντάπασι τοῦ Θεοῦ σοφίαν, καὶ τοῦ κατ᾽ αὐτὴν φωτὸς τῆς ἀληθοῦς ἐπιγνώσεως τὴν οἰκουμένην ὅλην πληρώσασαν, «ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως, φησίν, ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξ απορούμενοι, διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν». Ὑπὲρ ἀληθείας γὰρ τὸν ἐν τοῖς παθήμασι καθ᾽ ἑκούσιον γνώμην ἀνευθύνως ὑπομένοντες θάνατον(17) οἱ τοῦ Λόγου τῆς χάριτος γενόμενοι κήρυκες τὴν ἐν Πνεύματι κατ᾽ ἐπίγνωσιν ἀληθείας ζωὴν ἐνήργουν τοῖς ἔθνεσι· ὅπερ δὴ καὶ ὁ ταύτην τὴν χάριν προδιατυπώσας ἐν ἑαυτῷ μυστικῶς πέπονθεν Ἰωνᾶς, τοὺς τοσούτους αὐτὸς ἀνατλὰς κινδύνους, ἵνα πρὸς τὸν Θεὸν ἐκ πλάνης ἐπιστρέψῃ τοὺς Νινευΐτας, καὶ διὰ τοῦτο κατὰ τὴν ἐνοῦσαν τῷ ὀνόματι δύναμιν ‘Θεοῦ δόμα’ καὶ ‘Θεοῦ πόνος’ καλῶς ἑρμηνευόμενος. Δόμα γὰρ Θεοῦ, καὶ δῶρον ὡς ἀληθῶς προσφιλὲς καὶ φιλάνθρωπον, καὶ θεῖος πόνος καὶ ἐπαινούμενος ἡ πρὸς τὰ ἔθνη χάρις τῆς προφητείας ἐστίν· δόμα μέν, ὡς φῶς δωρουμένη γνώσεως ἀληθοῦς καὶ ζωῆς ἀφθαρσίαν παρεχομένη τοῖς ὑποδεχομένοις αὐτήν, Θεοῦ δὲ πόνος, ὡς πείθουσα τοῖς ὑπὲρ ἀληθείας ἐγκαλλωπίζεσθαι πόνοις τοὺς αὐτῆς διακόνους καὶ πλέον ἐμπλατύνεσθαι διδάσκουσα τοῖς παθήμασιν ἢ ταῖς ἀνέσεσι οἱ τῆς ἐν σαρκὶ ζωῆς ἄγαν φροντίζοντες, ὑπόθεσιν αὐτοῖς ὑπερβαλλούσης κατὰ πνεῦμα δυνάμεως(18) ποιουμένη τὴν κατὰ φύσιν τῆς σαρκὸς περὶ τὸ πάσχειν ἀσθένειαν.
Ὁ γὰρ λόγος τῆς χάριτος διὰ πολλῶν πειρασμῶν πρὸς τὴν τῶν ἀνθρώπων φύσιν, ἤγουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ὥσπερ Ἰωνᾶς διὰ πολλῶν θλίψεων πρὸς Νινευὴ διαβὰς τὴν πόλιν τὴν μεγάλην, ἔπεισε τὸν βασιλεύοντα νόμον τῆς φύσεως ἐξαναστῆναι τοῦ θρόνου(19), τῆς προτέρας περὶ τὸ κακὸν δηλαδὴ κατὰ τὴν αἴσθησιν ἕξεως, καὶ περιελέσθαι τὴν στολὴν αὐτοῦ, τὸν ἐπὶ τοῖς ἤθεσι λέγω τῆς κοσμικῆς δόξης ἀποθέσθαι τῦφον, καὶ περιβαλέσθαι σακκόν, τὸ πένθος δηλαδὴ καὶ τὴν δυσχερῆ καὶ τραχεῖαν τῆς κακοπαθείας καὶ βίῳ τῷ κατὰ Θεὸν πρέπουσαν ἀγωγήν, καὶ καθίσαι ἐπὶ σποδοῦ· σποδός ἐστιν ἡ πτωχεία τοῦ πνεύματος, ἐφ᾽ ἧς καθέζεται πᾶς εὐσεβῶς ζῆν διδασκόμενος καὶ τὴν μάστιγα τῆς συνειδήσεως ἔχων ἐπὶ τοῖς πλημμεληθεῖσιν αὐτὸν καταικίζουσαν. Καὶ οὐ μόνον τὸν βασιλέα πείθει πιστεῦσαι τῷ Θεῷ κηρυττόμενος ὁ Λόγος τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἄνδρας, τοὺς συμπληροῦντας δηλαδὴ τὴν φύσιν ἀνθρώπους, ἕνα πληροφορῶν ὁμολογεῖν εἶναι Θεὸν τὸν πάντων ποιητὴν καὶ κριτὴν καὶ κηρύξαι πιστῶς, παρασκευάζων τὴν τελείαν δηλαδὴ τῶν προτέρων ἀποχὴν πονηρῶν ἐπιτηδευμάτων, καὶ ἐνδύσασθαι σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, τὴν νεκρωτικὴν δηλαδὴ τῶν παθῶν κακοπάθειαν προθύμως μετελθεῖν· μικροὺς δὲ καὶ μεγάλους ἐνταῦθα κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ὑπονοῶ κεκλῆσθαι τοὺς ἐν ἥττονι κακίᾳ καὶ μείζονι φωραθέντας ὑπὸ τοῦ λόγου.
«Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευή», φησίν, «τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ καὶ ἕως μεγάλου αὐτῶν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Καὶ ἐκηρύχθη καὶ ἐρρέθη τῇ Νινευῇ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λεγόντων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευέσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν». Βασιλεύς ἐστιν τῆς φύσεως, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως· ἄρχοντες δὲ τούτου τυγχάνουσι τό τε λογικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν· ἄνδρες δὲ τυγχάνουσι ταύτης τῆς πόλεως(20), τουτέστι τῆς φύσεως, κατὰ μίαν ἐπιβολήν, οἱ περὶ τὸν λόγον πταίοντες καὶ περὶ Θεοῦ καὶ τῶν θείων ἐσφαλμένην τὴν γνῶσιν κατέχοντες, κτήνη δὲ οἱ κατὰ τὴν ἐπιθυμίαν διαμαρτάνοντες καὶ διὰ τῶν σωματικῶν παθημάτων ἀχθοφοροῦντες τὴν ἡδονήν, βόες δὲ οἱ πᾶσαν τοῦ θυμοῦ τὴν κίνησιν πρὸς τὴν τῶν γηΐνων καταβάλλοντες κτῆσιν· φασὶ γὰρ τὸ αἷμα τοῦ βοὸς πινόμενον θάνατον ἐπάγειν παραυτίκα τῷ πίνοντι· θυμοῦ δὲ προδήλως σύμβολον ὑπάρχει τὸ αἶμα. Πρόβατα δέ φασιν εἶναι, ψεκτὰ δηλαδή, τοὺς ἀνοήτως κατὰ μόνην τὴν αἴσθησιν πρὸς πάθος νεμομένους, ὡς πόαν, τὴν τῶν ὁρατῶν θεωρίαν.
Ψεκτῶς γὰρ κεῖσθαι πάντα ταῦτα κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον ὑπονοοῦμεν, ἕως ὁ λόγος λαβὼν πρὸς τὸ κρεῖττον αὐτὰ μεταβάλοι. Ὅθεν τούτοις ἐπάγει φάσκων ὁ λόγος μὴ γευέσθωσαν μηδὲ νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν, κωλύων δηλαδὴ τὰς προτέρας ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων συστατικὰς τῶν παθῶν αἰτίας· μεθ᾽ ἃς ἀναιρουμένας τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν τῶν ποτε τοῖς κακοῖς ἐπιτηδεύμασιν ἐνισχημένων ἐπιδεικνύμενος ἐπιφέρει· «καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς Κύριον τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν». Ἀνθρώπους, ὡς ἔφην, λέγεσθαι νοήσωμεν τοὺς ἐνεχομένους κατὰ τὴν ἐσφαλμένην τοῦ λόγου κρίσιν ὑπὸ τῶν ψυχικῶν παθημάτων, κτήνη δὲ τοὺς καθ᾽ ἡδονὴν κατὰ τὴν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας παράχρησιν τοῖς σωματικοῖς προσηλωμένους παθήμασιν, πάντας, καθάπερ σάκκους, περιβαλλομένους τὴν νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν, ἤτουν παντὸς τοῦ χοϊκοῦ νόμου τε καὶ φρονήματος, καὶ ἀναβοῶντας ἐκτενῶς, τουτέστι μεγάλῃ τῇ φωνῇ, ἤγουν τῇ κατὰ τῆς ἀνομίας παρρησίᾳ, ἐξαγορεύοντας τῶν προτέρων ἁμαρτημάτων τὴν ἄδειαν, καὶ ἀφισταμένους, ὡς ὁδοῦ τινος, τοῦ κατὰ συνήθειαν δρόμου καὶ τῆς, ὡς ἐν χερσίν, ταῖς πράξεσιν ἐνεργουμένης ἀδικίας.
Οὕτω μὲν οὖν εἰς τὴν κοινὴν φύσιν, ἤτουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ἡ Νινευὴ νοουμένη διαπαντὸς δείκνυσιν ἐν αὐτῇ κηρύττοντα τὸν Ἰωνᾶν, τουτέστι τὸν λόγον τῆς προφητικῆς χάριτος καὶ καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὸν Θεὸν ἐπιστρέφοντα τοὺς πεπλανημένους. Εἰ δὲ πρὸς τὴν τοῦ καθ᾽ ἕκαστον θεωρίαν τὴν Νινευὴ νοοῦμεν(21), τὴν ἑκάστου ψυχὴν εἶναί φαμεν τὴν πόλιν τὴν μεγάλην, πρὸς ἣν ἀποστέλλεται παρανομοῦσαν ὁ τοῦ Θεοῦ Λόγος, κηρύξων μετάνοιαν πρὸς ζωήν· ταύτης δὲ βασιλέα νοοῦμεν τὸν νοῦν, ἄρχοντας δὲ τὰς ἐμφύτους δυνάμεις, ἀνθρώπους δὲ τοὺς ἐμπαθεῖς λογισμούς, κτήνη δὲ τὰ περὶ τὸ σῶμα κατ᾽ ἐπιθυμίαν κινήματα, βόας δὲ τὰς κατὰ τὸν θυμὸν περὶ τὰ ὑλικὰ πλεονεκτικὰς κινήσεις, πρόβατα δὲ τὰ κατὰ τὴν αἴσθησιν χωρὶς διανοίας ἀντιληπτικὰ τῶν αἰσθητῶν κινήματα, καὶ τὸν μὲν βασιλέα νοῦν, ὡς ἀπὸ θρόνου τινός, τῆς κατὰ τὴν προτέραν ἄγνοιαν ἐξανιστάμενον ἕξεως καί, ὥσπερ στολήν, τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν ἀποτιθέμενον καί, ὡς σάκκον, περιβαλλόμενον τὸν ἐπὶ τοῖς κακῶς φρονηθεῖσι μετάμελον καὶ ἐπὶ σποδοῦ καθήμενον τῆς κατὰ τὴν πτωχείαν τοῦ πνεύματος ἕξεως καὶ προστάσσοντα τοῖς ἀνθρώποις καὶ τοῖς κτήνεσι καὶ τοῖς βουσὶ καὶ τοῖς προβάτοις νηστεύειν τῆς τε κατὰ κακίαν βρώσεως καὶ τῆς κατὰ τὴν ἄγνοιαν πόσεως, τουτέστι πράξεως κακῶν ἀποσχέσθαι καὶ τῆς κατ᾽ αἴσθησιν πεπλανημένης θεωρίας, καὶ περιβαλέσθαι σάκκους, τουτέστι τὴν νεκρωτικὴν μὲν τῶν παρὰ φύσιν παθῶν περιποιητικὴν δὲ τῶν κατὰ φύσιν ἀρετῶν τε καὶ γνώσεων ἕξιν, καὶ ἀναβοῆσαι πρὸς τὸν Θεὸν ἐκτενῶς, ἐξαγορεῦσαι δηλονότι συντόνως τὰ πρότερα καὶ ἱλεώσασθαι τῇ ταπεινώσει τὸν συγχώρησιν δοῦναι τῶν προλαβόντων δυνάμενον, καὶ αἰτῆσαι πρὸς τὴν τῶν κρειττόνων ἐνέργειαν καὶ φυλακὴν προαιρέσεως δύναμιν ἄτρεπτον τὸν ἑτοίμως ταύτην τοῖς αἰτοῦσι δωρούμενον, καί, ὥσπερ ὁδοῦ πονηρᾶς, τῆς προτέρας πλάνης κωλῦσαι τὴν διάνοιαν καὶ τὴν ἐπινοητικὴν τῆς κακίας ἕξιν τῶν κατὰ ψυχὴν πρακτικῶν ἀποθέσθαι δυνάμεων.
Εἰς ταύτην δὲ τὴν πόλιν τὴν μεγάλην, τουτέστι τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων ἢ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἢ τὴν τοῦ καθ᾽ ἕκαστον ψυχήν, διὰ τοῦ λόγου τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἤγουν πίστεως καὶ ἀγαθῆς συνειδήσεως σῳζομένην, ὑπάρχουσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν. Δώδεκα μυριάδας ἐνταῦθα λέγειν ὑπονοῶ τὴν Γραφὴν κατὰ τοὺς τῆς ἀναγωγῆς λόγους τοὺς περὶ χρόνου καὶ φύσεως λόγους, ἤγουν τὴν μετὰ τῶν οὐκ ἄνευ περιληπτικὴν τῆς ὁρωμένης φύσεως γνῶσιν(22). Εἰ γὰρ ὁ δώδεκα ἀριθμὸς ἐκ πέντε καὶ ἑπτὰ συντιθέμενος ἀποτελεῖται, ἡ δὲ φύσις ὑπάρχει πενταδικὴ διὰ τὴν αἴσθησιν, ὁ δὲ χρόνος ἐστὶν ἑβδοματικός, ἄρα φύσιν καὶ χρόνον ὁ δώδεκα δηλοῖ σαφῶς ἀριθμός. Σεσημειωμένως δὲ πλείους ἢ δώδεκα μυριάδας εἶπεν ἀνθρώπων, ἵνα γνῶμεν περιγραφέντα τοῦτον τὸν ἀριθμὸν καὶ ὑπερβαθέντα τοῖς πλείοσιν ἀορίστως τὸ ὑπὲρ τὸν δώδεκα ἀριθμὸν δι᾽ ἑαυτῶν ποιουμένοις ποσόν.
Οὐκοῦν ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία(23), τοὺς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν παρελθόντας μὲν τοὺς κατὰ χρόνον καὶ φύσιν λόγους, πρὸς δὲ τὴν τῶν αἰωνίων καὶ νοητῶν διαβάντας μεγαλοπρέπειαν ἔχουσα, πλείους ἢ δώδεκα μυριάδας ἀνδρῶν ἔχει μὴ γινώσκοντας δεξιὰν αὐτῶν ἢ ἀριστεράν. Ὁ γὰρ διὰ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν, ὡς ἀριστερῶν, ποιούμενος λήθην καὶ διὰ τὴν ἄπταιστον γνῶσιν ἐπὶ τοῖς κατορθώμασι τῇ νόσῳ τῆς φυσιούσης οἰήσεως, ὡς δεξιᾶς, οὐχ ἁλισκόμενος ἀνὴρ γέγονε μὴ γινώσκων δεξιὰν αὐτοῦ, ὡς δόξης οὐκ ἐρῶν λυομένης, οὐδὲ ἀριστεράν, ὡς τοῖς σαρκὸς οὐκ ἐρεθιζόμενος πάθεσιν.
Δεξιὰν οὖν, ὡς ἔοικεν, εἶπεν ὁ Λόγος τὴν ἐπὶ τοῖς δῆθεν κατορθώμασι κενοδοξίαν, ἀριστερὰν δὲ τὴν ἐπὶ τοῖς αἰσχροῖς πάθεσιν ἀκολασίαν. Τούτους δὲ καὶ πᾶσα ψυχὴ ταῖς θεωρίαις τῶν νοητῶν λαμπρυνομένη κέκτηται τοὺς ἄνδρας μὴ γινώσκοντας δεξιὰν αὐτῶν καὶ ἀριστεράν. Πᾶσα γὰρ ψυχὴ τῆς περὶ φύσιν καὶ χρόνον θεωρίας τὴν διανοητικὴν συστείλασα δύναμιν τὸν δώδεκα παρελθόντας ἀριθμὸν ἔχει, καθάπερ ἄνδρας, τοὺς φυσικοὺς λογισμούς, οἷα δὴ λοιπὸν μηκέτι τοῖς ὑπὸ φύσιν καὶ χρόνον πονουμένους λόγοις, πρὸς δὲ τὴν τῶν θείων μυστηρίων κατανόησιν καὶ ἐπιστήμην ἀσχολουμένους καὶ διὰ τοῦτο μὴ γινώσκοντας δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν. Ἡ γὰρ κατὰ λόγον γνῶσις τῶν ἀρετῶν, ἤγουν ἡ κατ᾽ ἐνέργειαν ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις(24), ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν τῆς, ὡς δεξιᾶς καὶ ἀριστερᾶς, ἑκατέρωθεν παρακειμένης τῇ μεσότητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεως.
Εἰ γὰρ οὐδὲν ἐν τῷ λόγῳ παντελῶς πέφυκεν εἶναι παράλογον(25), σαφῶς ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθεὶς τὴν τῶν παραλόγων οὐδαμῶς ἐπιγνώσεται θέσιν· οὐ γὰρ δυνατὸν ἄμφω κατὰ ταὐτὸν ἅμα καταθρῆσαι τὰ ἀντικείμενα καὶ θατέρῳ ἅμα τὸ ἕτερον γνῶναι συνεμφαινόμενον.
Εἰ γὰρ ἀπιστίας ἐν τῇ πίστει λόγος οὐδείς(26), οὐδὲ σκότους αἰτία κατὰ φύσιν ὑπάρχει τὸ φῶς, οὐδὲ Χριστῷ συνενδείκνυσθαι πέφυκεν ὁ διάβολος, δῆλον ὡς οὐδὲ τῷ λόγῳ τὸ παράπαν συνυπάρχει τι παράλογον. Εἰ δὲ τῷ λόγῳ συνεῖναι παντελῶς οὐ δύναται τὸ παράλογον, ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθεὶς τὴν τῶν παραλόγων, ὡς ἔφην, οὐκ ἐπίσταται θέσιν, μόνην ὡς ἔστιν, ἀλλ᾽ οὐχ ὡς νομίζεται, γινώσκων τὴν ἀρετὴν(27) καὶ διὰ τοῦτο μήτε δεξιὰν διὰ τῆς ὑπερβολῆς μήτε ἀριστερὰν διὰ τῆς ἐλλείψεως ἐπιστάμενος· ἐπ᾽ ἀμφοῖν γὰρ θεωρεῖται σαφῶς τὸ παράλογον. Εἰ γὰρ ὅρος ὑπάρχει καὶ μέτρον τῶν ὄντων ὁ λόγος(28), ἴσον πρὸς ἀλογίαν ἐστίν, καὶ διὰ τοῦτο παράλογον, τὸ παρὰ τὸν ὅρον καὶ παρὰ τὸ μέτρον ἢ πάλιν ὑπὲρ τὸν ὅρον κινεῖσθαι καὶ ὑπὲρ τὸ μέτρον. Ἐπίσης γὰρ ἄμφω τοῖς οὕτω κινουμένοις τοῦ κυρίως ὄντος φέρει τὴν ἔκπτωσιν, τὸ μὲν ἄδηλον αὐτοὺς ποιεῖσθαι τοῦ δρόμου πεῖθον τὴν κίνησιν καὶ ἀόριστον(29), οὐκ ἔχουσαν σκοπὸν τὸν Θεὸν δι᾽ ἀμετρίαν νοὸς ὡς τέλος αὐτῆς προεπινοούμενον, τοῦ δεξιοῦ δεξιώτερον ἀναπλαττομένους, τὸ δὲ παρὰ τὸν σκοπὸν πρὸς μόνην τὴν αἴσθησιν αὐτοὺς πεῖθον τοῦ δρόμου ποιεῖσθαι τὴν κίνησιν, δι᾽ ἀτονίαν νοὸς προεπινοούμενον τέλος νομίζοντας τὸ κατ᾽ αἴσθησιν αὐτοῖς περιγραφόμενον· ἅπερ ἀγνοεῖ, μὴ πάσχων(30), ὁ μόνῳ τῷ λόγῳ τῆς ἀρετῆς συνημμένος καὶ πᾶσαν αὐτῷ τῆς κατὰ νοῦν οἰκείας δυνάμεως περιγράψας τὴν κίνησιν(31) καὶ διὰ τοῦτο μηδὲν ὑπὲρ τὸν λόγον ἢ παρὰ τὸν λόγον διανοεῖσθαι δυνάμενος.
Εἰ δέ τις καὶ πρὸς ὑψηλοτέραν ἔννοιαν ἀνατεῖναι φιλοτίμως βούλεται τὸν νοῦν, δεξιὰν νοήσει πάντως τοὺς τῶν ἀσωμάτων λόγους, ἀριστερὰν δὲ τοὺς τῶν σωμάτων· οὓς ὁ πρὸς τὴν αἰτίαν τῶν ὄντων ἀσχέτως ἀναταθεὶς νοῦς(32) ἀγνοήσει παντελῶς, μηδένα θεωρῶν λόγον ἐν τῷ κατὰ πᾶσαν αἰτίαν ὑπὲρ πάντα λόγον ὄντι κατ᾽ οὐσίαν Θεῷ· πρὸς ὃν ἀπὸ τῶν ὄντων ἁπάντων συσταλεὶς οὐδένα τῶν ἀφ᾽ ὧν ἀπέστη λόγον ἐπίσταται, μόνον τὸν πρὸς ὃν γέγονε κατὰ χάριν ἀνερμηνεύτως θεώμενος.
Τούτων καὶ τῶν τοιούτων οἶδεν ὁ Θεὸς φείδεσθαι, καὶ διὰ τοὺς τοιούτους τοῦ κόσμου παντός, ἀνδρῶν κατ᾽ ἀλήθειαν μὴ γινωσκόντων τὴν ψεκτὴν αὐτῶν δεξιὰν ἢ ἀριστεράν, ἐπειδὴ πάντα σχεδὸν ἐπαινετῶς λαμβάνεται τῇ Γραφῇ καὶ ψεκτῶς, κἂν ὁ βάσκανος καὶ πάσης φιλανθρωπίας ἐχθρὸς καὶ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διαπονούμενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἀπομάχεσθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα τολμῶν ἀγνώμων ἀχάριστός τε καὶ μισάνθρωπος λαὸς τῶν Ἰουδαίων διαπρίεται καὶ τῆς ζωῆς ἀπολέγεται καὶ πένθους ὑπόθεσιν ποιεῖται τὴν ἐν Χριστῷ τῶν ἐθνῶν σωτηρίαν· ἧς διὰ τὴν ἄνοιαν πολλῷ κρείττονα τὴν κολόκυνταν ἡγούμενος, ἐπένθει ξηρανθεῖσαν θεώμενος ὑπὸ τοῦ σκώληκος(33). Εἶπον γὰρ προλαβὼν ὅτι καὶ τὴν τῶν Ἰουδαίων μανίαν ἐν ἑαυτῷ τυπικῶς ὁ μέγας προδιέγραψεν Ἰωνᾶς, οὐκ αὐτός τι πάσχων, μὴ γένοιτο, τῶν Ἰουδαίοις προσόντων, ἀλλ᾽ ἐν ἑαυτῷ τὴν ἐκείνων προδιελέγχων ἀσέβειαν, δι᾽ ἣν τῆς προτέρας δόξης, ὡς ἔκ τινος Ἰόππης, ἐξέπεσαν. Διὰ τοῦτο μυστικῶς τὸ Πνεῦμα τὸ ἅγιον τοιαύτην αὐτῷ προσηγορίαν ἐπέθηκεν, δυναμένην κατὰ τὴν διάφορον αὐτῆς ἑρμηνείαν ἐνδείξασθαι τὴν πάντων τῶν ἐν αὐτῷ προτυπουμένων διάθεσιν.
Ὅταν οὖν ἐν αὐτῷ τυπικῶς τὴν τῶν Ἰουδαίων προδιελέγχῃ παραφροσύνην(34), λυπουμένην μὲν ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν καὶ συγχεομένην ἐπὶ τῷ παραδόξῳ τῆς κλήσεως, ἀπολεγομένην τε καὶ βλασφήμως παρὰ τὴν θείαν βούλησιν τῆς ζωῆς προτιμῶσαν τὸν θάνατον διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, ἑρμηνεύεται ‘διαπόνησις αὐτῶν’, ἣν στηλιτεύων ὁ λόγος φησίν· καὶ «εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν», περὶ τῶν Νινευϊτῶν δηλαδὴ φάσκων, «ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη καὶ εἶπεν· νῦν, Δέσποτα Κύριε, λάβε δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν». Καὶ αὖθις· «καὶ προσέταξε Κύριος ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνταν καὶ ἀπεξηράνθη· καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν Κύριος πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν· καλόν μοι ἦν ἀποθανεῖν με ἢ ζῆν».
Νινευὴ τοίνυν ἐστὶν ἡ τῶν ἐθνῶν Ἐκκλησία, ἡ δεξαμένη τὸν λόγον τῆς χάριτος καὶ ἀποστραφεῖσα τὴν προτέραν πλάνην τῶν εἰδώλων καὶ διὰ τοῦτο σωθεῖσα καὶ τῆς τῶν οὐρανῶν ἀξιωθεῖσα δόξης· ἡ δὲ σκηνή, ἣν ἐξελθὼν ἀπὸ τῆς πόλεως ἑαυτῷ πεποίηκεν Ἰωνᾶς, εἰκονίζει τὴν κάτω Ἱερουσαλὴμ καὶ τὸν ἐν αὐτῇ χειροποίητον ναόν· ἡ δὲ κολόκυντα τὴν ἐν μόνῳ τῷ γράμματι πρόσκαιρον τοῦ νόμου τῆς σωματικῆς λατρείας σκιὰν προδιέγραφεν, μηδὲν τὸ σύνολον ἔχουσαν μόνιμον καὶ τὸν νοῦν φαιδρύναι δυνάμενον· ὁ δὲ σκώληξ ἐστὶν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ Δαβίδ φησιν· «σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος», σκώληξ διὰ τὴν προσληφθεῖσαν ἄσπορον σάρκα καὶ γενόμενος ἀληθῶς καὶ λεγόμενος—ὡς γὰρ ὁ σκώληξ συνδυασμὸν οὐκ ἔχει καὶ μίξιν προκαθηγουμένην αὐτοῦ τῆς γενέσεως, οὕτως οὐδὲ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου προκαθηγήσατο μίξις—, πρὸς δὲ καὶ ὡς δέλεαρ πρὸς τὴν ἀπάτην τοῦ διαβόλου τῷ τῆς θεότητος ἀγκίστρῳ περιθέμενος αὐτήν, ἵν᾽ ὡς ἄπληστος ὁ νοητὸς δράκων, διὰ τὴν φύσιν εὐχείρωτον τὴν σάρκα περιχανών, τῷ τῆς θεότητος ἀγκίστρῳ περιπαρῇ καὶ ὅλην ἐμέσῃ διὰ τῆς ἐξ ἡμῶν ἁγίας τοῦ Λόγου σαρκὸς καταποθεῖσαν ἤδη τὴν φύσιν τὴν ἀνθρωπίνην, ἵν᾽ ὡς κατέπιε πρότερον δελεάσας ἐλπίδι θεότητος τὸν ἄνθρωπον, οὕτως, ἀνθρωπότητος προβλήματι δελεασθείς, ὕστερον ἐμέσῃ τὸν ἀπατηθέντα διὰ προσδοκίαν θεότητος, ἀπατηθεὶς ἀνθρωπότητος προσδοκίᾳ, καὶ φανῇ τὸ ὑπερβάλλον τῆς θείας δυνάμεως διὰ τῆς ἀσθενείας τῆς ἡττηθείσης φύσεως, νικώσης τὴν ἰσχὺν τοῦ νικήσαντος, καὶ δειχθῇ πλέον νικῶν ὁ Θεὸς τὸν διάβολον, προβολῇ σαρκὸς χρώμενος, ἢ τὸν ἄνθρωπον ὁ διάβολος, φύσιν θεότητος ὑπισχνούμενος(35). Οὗτος ὁ σκώληξ ἐπάταξε τὴν κολόκυνταν καὶ ἀπεξήρανεν, τὴν νομικὴν λέγω λατρείαν κατήργησεν ὡς σκιάν, καὶ τὴν ἐπ᾽ αὐτῇ τῶν Ἰουδαίων ἀπεξήρανεν οἴησιν.
«Καὶ ἐγένετο τῇ ἐπαύριον ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον»· ἐπαύριον μέν, ὅτι μετὰ τὴν πάροδον τῶν κατὰ νόμον τυπικῶν αἰνιγμάτων καὶ τὸν ὡρισμένον χρόνον τῆς κατ᾽ αὐτὸν σωματικῆς λατρείας ἡ τοῦ καινοῦ μυστηρίου χάρις ἀνέτειλεν, ἡμέραν ἄλλην ποιοῦσα γνώσεως ὑψηλῆς καὶ ἀρετῆς ἐνθέου καὶ τῆς τῶν ἀντεχομένων αὐτῆς θεωτικήν. Μετὰ γὰρ τὸ πατάξαι τὸν σκώληκα τοῦτον τὴν κολόκυνταν καὶ τὸν ἥλιον τοῦτον—ὁ αὐτὸς γὰρ καὶ σκώληξ ἐστὶ καὶ ἥλιος δικαιοσύνης(36), τὸ μέν, ὡς ἀσπόρως κατὰ σάρκα τικτόμενος καὶ πᾶσαν διαφεύγουσαν ἔννοιαν ἔχων τὴν σύλληψιν, τὸ δέ, ὡς ὑπὸ γῆν δι᾽ ἐμὲ κατὰ τὸ τοῦ θανάτου καὶ τῆς ταφῆς μυστήριον γενόμενος καὶ ὡς φῶς ἀΐδιον φύσει δι᾽ ἑαυτὸν ὑπάρχων—ἐκ νεκρῶν ἀνατεῖλαι διὰ τῆς ἀναστάσεως, προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. Μετὰ γὰρ τὴν ἀνατολὴν τοῦ ἡλίου τῆς δικαιοσύνης, ἤγουν τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ τὴν ἀνάληψιν, ὁ συγκαίων καύσων τῶν πειρασμῶν ἐπῆλθεν ἀμετανοήτοις μείνασι τοῖς Ἰουδαίοις καὶ ἐπάταξεν αὐτοὺς εἰς κεφαλὰς αὐτῶν κατὰ δικαίαν κρίσιν, ἐπιστρέψας, κατὰ τὸ γεγραμμένον, τὸν πόνον αὐτῶν εἰς κεφαλὰς αὐτῶν, καθὼς αὐτοὶ προλαβόντες ηὔξαντο καθ᾽ ἑαυτῶν, εἰπόντες· «τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». Σαφῶς γὰρ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τοῦ Σωτῆρος πνεῦμα καύσωνος ἄγαν συγκαίοντος ἡ διὰ τῶν ἐθνῶν ἐκδίκησις ἐπῆλθεν αὐτοῖς, καὶ παντὸς τοῦ ἔθνους, καθάπερ κεφαλήν, τὴν δόξαν καὶ τὸ κράτος πατάξας, κατέβαλεν ὁ ἥλιος ὁ ἐμός· πρὸς ὃν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐπιμύσαντες τὸ φῶς τῆς ἀληθείας αὐτοῖς ἐπιλάμψαν οὐκ ἔγνωσαν.
῍Η πάλιν, πνεῦμα καύσωνός ἐστιν ἐξεγειρόμενον τοῖς ἀπειθοῦσι τῷ λόγῳ τῆς χάριτος Ἰουδαίοις(37) ἡ τὸν ὑετὸν ἀνέχουσα τῆς γνώσεως καὶ τῆς προφητείας τὴν δρόσον, πρὸς δὲ καὶ τὴν φυσικὴν τῶν εὐσεβῶν νοημάτων τῆς καρδίας ἀποξηραίνουσα πηγὴν ἐγκατάλειψις ἐπαγομένη δικαίως αὐτοῖς, ὡς πλήσασι τὰς χεῖρας αἵματος ἀθῴου καὶ τῷ ψεύδει προδεδωκόσι τὴν ἀλήθειαν καὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἀτρέπτως ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς παραγενόμενον τὸν τοῦ Θεοῦ Λόγον ἀπαρνησαμένοις καὶ διὰ τοῦτο παραδοθεῖσι τῇ αὐτονομίᾳ τῆς πλάνης, ἐν ᾗ καθ᾽ οἱονδήποτε τρόπον οὐκ ἔστιν εὑρεῖν εὐσεβείᾳ καὶ φόβῳ Θεοῦ κατικμασμένην διάθεσιν, ἀλλὰ ξηρὰν καὶ ἄνικμον γνώμην καὶ παντὶ μοχθηρῷ πάθει πεποιωμένην, ἣν χαρακτηρίζειν οἶδεν μόνος ὁ τῦφος, πάθος ἐπάρατον ὑπάρχον καὶ ἐκ δύο κακῶν κατὰ σύνθεσιν συνιστάμενον, ὑπερηφανίας καὶ κενοδοξίας· ὧν ἡ μὲν ὑπερηφανία(38) τὴν αἰτίαν ἀρνεῖται τῆς ἀρετῆς καὶ τῆς φύσεως, ἡ δὲ κενοδοξία τὴν τε φύσιν καὶ αὐτὴν νόθον τὴν ἀρετὴν καθίστησιν. Οὐδὲν γὰρ τῷ ὑπερηφάνῳ κατὰ Θεὸν διαπράττεται, καὶ οὐδὲν τῷ κενοδόξῳ κατὰ φύσιν προέρχεται.
Τούτων μίξις ὁ τῦφος καθέστηκεν· πρὸς μὲν τὸν Θεὸν ἔχων τὴν καταφρόνησιν, καθ᾽ ἣν πέφυκε βλασφήμως διαβάλλειν τὴν πρόνοιαν, πρὸς δὲ τὴν φύσιν κεκτημένος τὴν ἀλλοτρίωσιν, καθ᾽ ἣν πάντα τὰ τῆς φύσεως παρὰ τὴν φύσιν μεταχειρίζεται, τῷ κατὰ παράχρησιν τρόπῳ τὴν τῆς φύσεως παραφθείρων εὐπρέπειαν. Καὶ συντόμως εἰπεῖν, τῷ τυφωνικῷ δαίμονι διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν συγχωρηθεὶς καταδεθῆναι τὴν διάνοιαν ὁ τῶν Ἰουδαίων λαὸς ἐπίσης Θεὸν καὶ ἀνθρώπους μεμίσηκεν· τὸν μὲν Θεὸν σαρκὸς ἡδονῆς ἔχων κατώτερον καὶ διὰ τοῦτο τὴν ἐν πνεύματι λατρείαν ἀποπεμπόμενος, τοὺς δ᾽ ἀνθρώπους τοὺς μὴ σαρκὶ τὸ γένος καταγομένους ἐξ Ἰακὼβ ἀλλοτρίους παντάπασιν ἡγούμενος εἶναι τοῦ Κτίσαντος καὶ διὰ τοῦτο θείας εὐαρεστήσεως μελέτην ποιούμενος τὴν καθ᾽ ἡμῶν μιαιφονίαν, ἀγνοήσας, ὡς ἔοικεν, ὁ μάταιος διὰ τὴν ἄνοιαν ὡς οὐ τοσοῦτον δύναται σῶμα πρὸς οἰκείωσιν Θεοῦ καὶ γένους ἀγχιστείαν ὅσον ψυχὴ τὸν αὐτὸν ταῖς λοιπαῖς ἐπικομίζουσα χαρακτῆρα τῆς πίστεως καὶ τὴν πρὸς πάντας κατὰ τὴν γνώμην περὶ τὸ καλὸν ἐνδιάθετον ταυτότητα, καθ᾽ ἣν(39) ὁ μὲν τῆς σαρκὸς νόμος παντελῶς ἀποσβέννυται, μόνος δὲ διὰ Πνεύματος ὁ τοῦ Θεοῦ Λόγος περιφανῶς διαφαίνεται, κατὰ νοῦν πάντας ἑνοποιῶν πρὸς ἑνὸς ἐπίγνωσιν Θεοῦ καὶ μίαν τὴν εἰς ἀλλήλους ἀγάπην καὶ σύμπνοιαν, καθ᾽ ἣν οὐδεὶς οὐδενὸς παντελῶς κεχώρισται πνευματικῶς, κἂν ἀλλήλων σωματικῶς κατὰ τὴν θέσιν τῶν τόπων μακρὰν διεστήκασιν.
Πνεῦμα γοῦν καύσωνός ἐστιν ὁ τῦφος, τὸ μισόθεον ὁμοῦ καὶ μισάνθρωπον πάθος. Ἀποξηραίνει γὰρ τὴν καρδίαν τῶν ἀπίστων, τοὺς περὶ θεότητος εὐσεβεῖς λογισμοὺς καὶ τοὺς ὀρθοὺς περὶ φύσεως λόγους ἀπομαραίνων κατὰ τὴν εἰκόνα τοῦ καύσωνος. Φασὶ γὰρ τοῦτον γίνεσθαι τὸν ἄνεμον κατὰ μίξιν ἀνατολικοῦ καὶ νοτίου πνεύματος καὶ διὰ τοῦτο ξηραίνοντα τῆς γῆς τὴν παρεσπαρμένην ἰκμάδα. Καλεῖσθαι δέ φασιν αὐτὸν καὶ Εὐροκλύδωνα καὶ Τυφωνικόν, τὸ μὲν ὡς ταραχὴν πανταχόθεν γῆς καὶ θαλάττης ἐγείροντα, τὸ δὲ ὡς αὐχμώδους σκότους ποιητικόν, ὅπερ πέφηνε ποιεῖν ὁ τῦφος. Ἐπάγει γὰρ μεγάλην τῇ ψυχῇ ταραχὴν καὶ σκότους ἀγνοίας πληροῖ τὴν διάνοιαν. Τοῦτον ἐξήγειρεν ὁ Θεὸς τοῦ τύφου τὸν καύσωνα μετὰ τὴν εἰς Χριστὸν παροινίαν, τουτέστιν παρεχώρησεν ἐπελθεῖν τοῖς Ἰουδαίοις πρόσφορον κεκτημένοις αὐτῷ τὴν διάθεσιν, ἵνα γένηται πᾶσι κατάδηλος αὐτῶν ἡ περὶ Θεὸν καὶ ἀνθρώπους προαίρεσις.
Ὅθεν, ἀγνοίας ζόφῳ καταπιεσθέντες, εἰς τὴν ἀντίθεον τῷ Θεῷ μοῖραν ἑαυτοὺς ἑκουσίως ἀπέωσαν, ἄλλο μὲν οὐδὲν τὸ σύνολον ἔχοντες πλὴν τοῦ διαπονεῖσθαι καὶ ἀδημονεῖν ἐπί τε τῇ κατὰ τὴν πίστιν σωτηρίᾳ καὶ δόξῃ τῶν ἐθνῶν ἐπί τε τῇ καθαιρέσει τῶν παρ᾽ αὐτοῖς κατὰ σάρκα νομίμων, λέγοντες «καὶ νῦν, Κύριε, λάβε δὴ τὰς ψυχὰς ἡμῶν ἀφ᾽ ἡμῶν, ὅτι καλὸν ἡμῖν τὸ ἀποθανεῖν ἢ ζῆν» διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, λέγω δὲ τὴν ἐν σκιαῖς τοῦ νόμου λατρείαν καταργηθεῖσαν, τὴν ὑπὸ νύκτα καὶ γενομένην καὶ ἀπογενομένην(40), ὡς μηδένα, τοῖς τῶν συμβόλων αἰνίγμασί τε καὶ τύποις μόνοις περιγραφομένην, φωτισμὸν ἔχουσαν νοητὸν καὶ ψυχῆς διάνοιαν λαμπρύναι δυνάμενον.
Ἀλλ᾽ ἡμεῖς γε πνευματικῶς διὰ πίστεως καὶ τῆς παρομαρτούσης αὐτῇ δικαιοσύνης τὴν πνευματικὴν ἀσπασώμεθα Νινευή, φημὶ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τὴν ὡς ἀληθῶς πόλιν μεγάλην τῷ Θεῷ καθεστῶσαν, ὡς γέγραπται, καὶ διὰ τῶν ὁρισθεισῶν αὐτῇ πρὸς ἐπιστροφὴν τριῶν ἡμερῶν τῇ μετανοίᾳ διασωθεῖσαν, καὶ πολῖται ταύτης τῆς πόλεως τῆς τῷ Θεῷ μεγάλης διὰ τῆς μετανοίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς γενέσθαι σπουδάσωμεν. Ἐπιτετηρημένως γάρ φησι μεγάλην εἶναι τῷ Θεῷ τὴν πόλιν ὁ λόγος οὑτωσὶ φάσκων· «ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ». Ποῦ τῆς Γραφῆς ὁ Ἰουδαῖος περὶ τῆς κάτω πόλεως Ἱερουσαλήμ, ἀληθείας φροντίζων, τοῦτο κείμενον ἐπὶ λέξεως εὑρίσκει τὸ ῥητόν; Οὐδαμοῦ γὰρ ἔγωγε, πᾶσαν πολλάκις ἀναγνοὺς τὴν ἁγίαν Γραφήν, κείμενον εὗρον τὸ «‘καὶ Ἱερουσαλὴμ’ ἦν πόλις μεγάλη τῷ Θεῷ». Τίς δέ, λόγου δυνάμει καὶ νοημάτων πλούτῳ θαρρῶν, περιγράψας μετρῆσαι δυνήσοιτο τὸ μέγεθος τῆς τῷ Θεῷ καὶ οὔσης καὶ λεγομένης μεγάλης πόλεως;
Ἐμοὶ μὲν τοῦτο παντελῶς ἄπορον, οἶμαι δὲ ὅτι καὶ παντὶ συνετῷ τὴν διάνοιαν καὶ μικρὸν γοῦν ἐπῃσθημένῳ τῆς θείας μεγαλειότητος καὶ τῷ Θεῷ τὰς θείας ψήφους ἐμφερεῖς εἶναι δεῖν οὐκ ἀγνοῶν. Πῶς δὲ τῷ Θεῷ μεγάλη πόλις ἐστὶν ἡ πρώτη πόλις τῶν Ἀσσυρίων, ἔνθα τῆς πλάνης ὑπῆρχεν ἡ σύγχυσις, ἔνθα τῆς εἰδωλομανίας ἵδρυτο τὸ βασίλειον, ἡ πολὺ πόρρω τυγχάνουσα τῆς λεγομένης ἁγίας γῆς καὶ τῷ σωματικῷ Ἰσραὴλ ἐπηγγελμένης, εἰ μὴ τὸ μέγεθος τῆς μηδενὶ λόγῳ περιγραφομένης πίστεως τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἐνιδὼν ὁ Θεὸς(41) τὸ μέλλον ὡς παρὸν ἀπεδέξατο καὶ τὸ τέως ἀλλότριον εἰσῳκίσατο καὶ τό ποτε διὰ τὴν ἀθεΐαν φαυλότατον ἔνθεον τῷ λόγῳ κατέστησε καὶ τιμιώτατον καὶ μηδενὶ λόγῳ τὸ μεγαλεῖον ὁριζόμενον ἔχον διὰ τοῦ προφήτου φήσας διαρρήδην· «καὶ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ»· πρὸς ἣν ἀποσταλεὶς ὁ τῆς προφητικῆς χάριτος λόγος τὴν μακαρίαν καταστροφὴν ἐκήρυξεν, εἰπών· «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται». Κατὰ τοῦτον γενόμενος τῆς τῶν ἡμερῶν προθεσμίας τὸν τόπον, τὰ μὲν ἄλλα δοκῶ μοι παρήσειν, ὅσα δυνατὸν ῥηθῆναι τοῖς τὸν λόγον ἀνάγουσιν, μονώτατον δὲ σκοπεῖν μετὰ τῆς ἀκριβοῦς σημειώσεως καὶ εἰπεῖν ὅπερ τυχὸν οὐκ ἔξω βαῖνον εὑρεθήσεται τῆς ἀληθείας λεγόμενον.
Τοίνυν ἀκούων ὁριστικῶς «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» τοῦ προφήτου κηρύττοντος ἀπαράβατον ἐκδέχομαι κατὰ τῆς Νινευὴ τὴν ἀπόφασιν, μᾶλλον δὲ κυριώτερον εἰπεῖν ὑπὲρ τῆς Νινευὴ τὴν ἐπίσκεψιν ἔσεσθαι. Νοῶ γὰρ ὅτι μετὰ τὰς τρεῖς ἡμέρας, ἅσπερ τυπικῶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὑπάρχων ἐν ἑαυτῷ προλαβὼν τὴν τριήμερον ταφὴν τοῦ Κυρίου καὶ ἀνάστασιν προδιέγραψεν ὁ προφήτης, ἄλλας ἐξεδέχετο τρεῖς ἡμέρας ὁ λόγος(42), ἐν αἷς ἔμελλε τῆς ἀληθείας ἀποδειχθῆναι τὸ φῶς καὶ ἡ τῶν προρρηθέντων ἀληθὴς τῶν μυστηρίων ἔκβασις καὶ ἡ καταστροφὴ γενέσθαι πάντως τῆς πόλεως, οὐκέτι μέλλουσαν προτυπούσας τὴν ἀλήθειαν τῆς τοῦ Σωτῆρος ταφῆς καὶ ἀναστάσεως, ἀλλ᾽ αὐτὴν ἐπὶ τῶν πραγμάτων ἐνεργηθεῖσαν δεικνυούσας σαφῶς τὴν ἀλήθειαν, ἧς προδιατύπωσις ἦν ἡ προλαβοῦσα κατὰ τὸν Ἰωνᾶν ἐν τῷ κήτει τριὰς τῶν ἡμερῶν.
Εἰ γὰρ πᾶς τύπος προσδοκωμένης ἀληθείας ἐστίν, κατὰ δὲ τὸν τύπον τρεῖς ἡμέρας πεποίηκεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους Ἰωνᾶς, δῆλον ὡς τῷ τύπῳ πραγματειωδῶς ἐφεπομένην πάντως καινοπρεπῶς τὴν ἀλήθειαν δεικνύναι τὸ μυστήριον ἔμελλε καὶ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποιηκέναι τὸν Κύριον κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνὴν φάσκοντος· «ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας». Τὸ γὰρ εἰπεῖν «ἔτι τρεῖς ἡμέραι» δηλοῖ κατ᾽ ἐπίκρυψιν ὡς παρῆλθον ἄλλαι τρεῖς, ἐπεὶ οὐκ ἂν ἔκειτο τὸ «ἔτι», τουτέστι γενήσονται πάλιν τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται. Οὐκοῦν ὁ τύπος οὐ κατέστρεψε τὴν Νινευὴ κατὰ τὴν θείαν ἀπόφασιν, ἀλλ᾽ ἡ ἀλήθεια, περὶ ἧς εἶπεν «ἔτι τρεῖς ἡμέραι», ὡσανεὶ ἔλεγεν ἕτι τρεῖς ἡμέραι μετὰ τὸν ἐν ἐμοὶ δειχθέντα τύπον γενήσονται μυστικωτέρας ταφῆς καὶ μείζονος ἀναστάσεως, καὶ Νινευὴ καταστραφήσεται.
Ἀλλ᾽ ἐρεῖ τις τυχὸν διαπορῶν λόγος· πῶς ἀληθεύει καταστροφῆς ψῆφον διδοὺς ὁ Θεὸς καὶ μὴ καταστρέφων; Πρὸς ὅν φαμεν ὡς ἀληθεύει τὴν αὐτὴ καταστρέφων καὶ σῴζων, τὸ μὲν τῇ ἀποθέσει τῆς πλάνης ποιῶν, τὸ δὲ τῇ προσλήψει κατορθῶν τῆς ἀληθοῦς ἐπιγνώσεως, μᾶλλον δὲ τὴν μὲν πλάνην ἀποκτέννων διὰ τῆς πίστεως πάλιν ζωογονουμένης(43), τὴν δὲ σωτηρίαν τῷ θανάτῳ τῆς πλάνης πραγματευόμενος. Νινευὴ γὰρ ἑρμηνεύεται ‘μελάνωσις αὐχμηρὰ’ καὶ ‘ὡραιότης λειοτάτη’. Οὐκοῦν συμφώνως τῇ δυνάμει τῆς ἑρμηνείας τὴν μὲν ἐκ τῆς παραβάσεως τῇ φύσει προσγενομένην αὐχμηρὰν τῆς πλάνης μελάνωσιν μετὰ τὴν τριήμερον ταφὴν καὶ ἀνάστασιν ὁ Κύριος κατέστρεψεν, τὴν δὲ ἐξ ὑπακοῆς πίστεως λειοτάτην ὡραιότητα τῆς φύσεως ἀνενεώσατο, πάλιν τὸ κάλλος ἐν τῇ φύσει κατὰ τὴν ἀνάστασιν δείξας τῆς ἀφθαρσίας ἄγαν λειότατον καὶ μηδενὶ τὸ παράπαν ὑλικῷ τραχυνόμενον. Ἁρμόσει δὲ καὶ πρὸς τὴν κοινὴν φύσιν τοῦτο λεγόμενον καὶ πρὸς τὴν ἁγίαν Ἐκκλησίαν καὶ πρὸς τὴν τοῦ καθ᾽ ἕκαστον ψυχὴν ἀποθεμένην διὰ πίστεως καὶ ἀγαθῆς συνειδήσεως τοῦ παλαιοῦ Ἀδὰμ καὶ χοϊκοῦ τὴν εἰκόνα καὶ ἐνδυσαμένην τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Τοιγαροῦν δέδεικται σαφῶς ὅτι πολύτροπον ἔχει τὴν ἐπ᾽ αὐτῷ θεωρίαν ὁ προφήτης κατὰ τὴν δύναμιν τοῦ ὀνόματος, τοῖς τόποις δηλονότι τῆς αὐτοῦ Γραφῆς προσφόρως ἑκάστης ἁρμοζούσης κατὰ τὴν ἑρμηνείαν ἐμφάσεως. Σημαίνει γάρ(44), ὡς μὲν ‘φυγὴ κάλλους’ ἑρμηνευόμενος, τὸν Ἀδὰμ καὶ τὴν κοινὴν φύσιν, ὡς δὲ ‘ἀνάπαυσις’ καὶ ‘ἴασις Θεοῦ’ καὶ ‘πόνος Θεοῦ’ λεγόμενος, τὸν Κύριον ἡμῶν καὶ Θεὸν κατὰ τὴν ἀποδοθεῖσαν τῆς ἐξηγήσεως δύναμιν· τὴν δὲ τοῦ κηρύγματος ‘χάριν’ διὰ τὸν ἐν αὐτῇ πλοῦτον τοῦ Πνεύματος μηνύων ‘περιστερὰ’ λέγεται καὶ ‘δόμα Θεοῦ’ καὶ ‘πόνος Θεοῦ’ διὰ τοὺς πολλοὺς ἀγῶνας τῶν γενομένων ταύτης τῆς ἀληθοῦς κλήσεως λειτουργῶν· τὴν δὲ τῶν Ἰουδαίων κατὰ τῆς ἀληθείας ὑπεμφαίνων μανίαν ἑρμηνεύεται ‘διαπόνησις αὐτῶν,’ ὅπερ ἐστὶ φθόνος ἐπ᾽ ἀλλοτρίοις ἀγαθοῖς, τίκτων λύπην τοῖς ἔχουσιν· ὅπερ κακὸν εἰς φύσιν τοῖς Ἰουδαίοις μετέπεσε, τὸ πρὸς Θεὸν καὶ ἀνθρώπους μῖσος ἀνελομένοις καὶ διὰ τοῦτο μόνην τὴν δι᾽ αἵματος καὶ φόνων ἀνέδην φθορὰν ἐπιζητοῦσι τῆς φύσεως.
Ἀλλ᾽ ἐπειδὴ τρέχων ὁ λόγος τὴν περὶ τῆς πορείας τῶν τριῶν ἡμερῶν θεωρίαν παρέλειψεν—φησὶ γάρ· «ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν»—, εἰ δοκεῖ, δι᾽ ὀλίγων τὴν ἔλλειψιν ἀναπληρώσωμεν.
Τὴν τοίνυν πορείαν τῆς ὁδοῦ τῶν τριῶν ἡμερῶν ὑποληπτέον εἶναι τοὺς διαφόρους βίους δρόμου τοῦ κατὰ Θεόν, ἤγουν τὴν ἑκάστῳ γενικῷ νόμῳ πρέπουσαν ἀγωγήν· νόμους δὲ λέγω νῦν γενικούς, τὸν φυσικὸν καὶ τὸν γραπτὸν καὶ τὸν τῆς χάριτος· ἰδιάζουσαν γὰρ τούτων ἕκαστος ἀναστροφὴν ἔχει βίου καὶ δρόμον πρόσφορον, ὅτι καὶ τὴν ἐξ αὐτοῦ κατὰ τὴν γνώμην γεννωμένην τῶν ἀγομένων διάθεσιν ἔχει διάφορον. Ἄλλην γὰρ ἄλλος ἑκάστῳ τῶν ὑπ᾽ αὐτὸν πέφυκε δημιουργεῖν τὴν διάθεσιν(45). Οἷον· ὁ μὲν φυσικὸς νόμος(46), ὅταν οὐκ ἔχῃ πλεονεκτοῦσαν τὸν λόγον τὴν αἴσθησιν, ἀδιδάκτως ἀσπάζεσθαι πάντας πείθει τὸ συγγενὲς καὶ ὁμόφυλον, αὐτὴν ἔχοντας τὴν φύσιν τῆς τῶν δεομένων ἐπικουρίας διδάσκαλον, κἀκεῖνο βούλεσθαι πᾶσιν ἅπαντας, ὅπερ ἕκαστος ἑαυτῷ παρὰ τῶν ἄλλων γινόμενον εἶναι δοκεῖ καταθύμιον. Καὶ τοῦτο διδάσκων ὁ Κύριός φησιν· «ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς». Ἐφ᾽ ὧν γὰρ ἡ φύσις λόγῳ βραβεύεται(47), τούτων μία πέφυκεν εἶναι διάθεσις· ὧν δὲ διάθεσις ἡ αὐτή, καὶ ὁ κατ᾽ ἦθος τρόπος καὶ ὁ τοῦ βίου δρόμος εἷς ὑπάρχειν προδήλως πέφυκεν· ὧν δὲ τρόπος ἠθῶν καὶ βίου δρόμος ἐστὶν ὁ αὐτός, εἷς δηλονότι καὶ ὁ αὐτὸς κατὰ τὴν γνώμην τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει δεσμός, κατὰ μίαν τὴν γνώμην ἄγων τοὺς πάντας πρὸς τὸν ἕνα λόγον τῆς φύσεως, ἐν ᾧ παντελῶς οὐκ ἔστιν ἡ νῦν κρατοῦσα τῆς φύσεως διὰ τὴν φιλαυτίαν διαίρεσις.
Ὁ δὲ γραπτὸς νόμος(48) φόβῳ τῶν ἐπιτιμιῶν ἐπέχων τὰς ἀτάκτους τῶν ἀφρονεστέρων ὁρμὰς ἐθίζει, διδάσκων πρὸς μόνην αὐτοὺς ὁρᾶν τὴν τοῦ ἴσου διανομήν, καθ᾽ ἣν τῆς δικαιοσύνης τὸ κράτος, χρόνῳ βεβαιωθέν, εἰς φύσιν μεθίσταται, ποιοῦν τὸν μὲν φόβον διάθεσιν, ἠρέμα κατὰ μικρὸν τῇ περὶ τὸ καλὸν γνώμῃ κρατυνομένην, ἕξιν δὲ τὴν συνήθειαν, τῇ λήθῃ τῶν προτέρων καθαιρομένην καὶ τὸ φιλάλληλον ἑαυτῇ συναποτίκτουσαν, καθ᾽ ὃ τοῦ νόμου γίνεσθαι τὸ πλήρωμα πέφυκεν, πάντων ἀλλήλοις κατὰ τὴν ἀγάπην συναρμοσθέντων. Πλήρωμα γὰρ νόμου καθέστηκεν ἡ κατ᾽ ἀγάπην διάλληλος συνοχὴ πάντων τῶν μετειληφότων τῆς φύσεως, φέρουσα τῷ κατ᾽ ἀγάπην πόθῳ κατεστεμμένον τὸν λόγον τῆς φύσεως καὶ τῇ προσθήκῃ τοῦ πόθου τὸν τῆς φύσεως καταφαιδρύνουσα νόμον. Νόμος γὰρ φύσεώς ἐστι(49) λόγος φυσικός, τοῖς τρόποις τὴν αἴσθησιν λαβὼν ὑποχείριον. Γραπτὸς δὲ νόμος ἐστίν, ἤγουν γραπτοῦ νόμου πλήρωσις, λόγος φυσικὸς προσλαβὼν πόθον πνευματικὸν τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας ἐπίκουρον. Διό φησιν· «ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν», ἀλλ᾽ οὐ ‘σχοίης τὸν πλησίον σου ὡς ἑαυτόν’. Τὸ μὲν γὰρ τὴν πρὸς τὸ εἶναι μόνον δηλοῖ τοῦ συγγενοῦς συνοχήν(50), τὸ δὲ τὴν πρὸς τὸ εὖ εἶναι σημαίνει πρόνοιαν.
Ὁ δὲ τῆς χάριτος νόμος αὐτὸν ἀμέσως διδάσκει τοὺς ἀγομένους μιμεῖσθαι τὸν Θεόν, ὃς τοσοῦτον ὑπὲρ ἑαυτὸν ἡμᾶς, εἰ θέμις εἰπεῖν καὶ ταῦτα, διὰ τὴν ἁμαρτίαν ὄντας ἐχθρούς, ἠγάπησεν, ὥστε καὶ εἰς τὴν καθ᾽ ἡμᾶς οὐσίαν ἐλθεῖν ἀτρέπτως, ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ φύσιν, ὑπερουσίως καταδέξασθαι καὶ ἄνθρωπον γενέσθαι καὶ τῶν ἀνθρώπων ἕνα χρηματίσαι βούλεσθαι καὶ τὴν ἡμετέραν κατάκρισιν οἰκείαν ποιήσασθαι μὴ παραιτήσασθαι καὶ τοσοῦτον ἡμᾶς θεῶσαι κατὰ τὴν χάριν, ὅσον κατ᾽ οἰκονομίαν αὐτὸς φύσει γέγονεν ἄνθρωπος, ἵνα μὴ μόνον μάθωμεν ἀλλήλων ἀντέχεσθαι φυσικῶς καὶ ὡς ἑαυτοὺς ἀλλήλους ἀγαπᾶν πνευματικῶς, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοὺς ἀλλήλων κήδεσθαι θεϊκῶς καὶ ταύτην τῆς εἰς ἀλλήλους ἀγάπης ἀπόδειξιν ποιεῖσθαι τὸ κατ᾽ ἀρετὴν ὑπὲρ ἀλλήλων τὸν ἑκούσιον προθύμως αἱρεῖσθαι θάνατον. «Οὐκ ἔστι γὰρ ταύτης ἄλλη μείζων ἀγάπη», φησίν, «ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ».
Οὐκοῦν ὁ μὲν τῆς φύσεως νόμος ἐστίν(51), ἵνα συνελὼν εἴπω, λόγος φυσικός, τὴν αἴσθησιν λαβὼν ὑποχείριον πρὸς ἀφαίρεσιν τῆς ἀλογίας, καθ᾽ ἣν τῶν φυσικῶς συνημμένων ἐστὶν ἡ διαίρεσις· ὁ δὲ γραπτὸς νόμος ἐστὶ λόγος φυσικός, μετὰ τὴν κατ᾽ αἴσθησιν τῆς ἀλογίας ἀφαίρεσιν προσλαβὼν καὶ πόθον πνευματικόν, τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας συνεκτικόν· ὁ δὲ τῆς χάριτος νόμος ὑπὲρ φύσιν καθέστηκε λόγος, πρὸς θέωσιν ἀτρέπτως τὴν φύσιν μεταπλάττων καὶ ὡς ἐν εἰκόνι δεικνὺς ἀκαταλήπτως τῇ φύσει τῶν ἀνθρώπων τὸ ὑπὲρ οὐσίαν καὶ φύσιν ἀρχέτυπον καὶ τὴν τοῦ ἀεὶ εὖ εἶναι διαμονὴν παρεχόμενος.
Εἰ δὲ τοῦτον ἔχει τὸν τρόπον ὁ περὶ τῶν τριῶν νόμων λόγος, εἰκότως ἡ μεγάλη τοῦ Θεοῦ πόλις Ἐκκλησία, ἤγουν ἡ τοῦ καθ᾽ ἕκαστον ψυχή, πορείας ὁδοῦ τριῶν καθέστηκεν ἡμερῶν(52), ὡς δεκτικὴ καὶ χωρητικὴ τῆς κατὰ φύσιν καὶ νόμον καὶ πνεῦμα δικαιοσύνης. Ἐν τούτοις γὰρ τοῖς τρισὶ νόμοις ὁ πᾶς περιέχεται τῆς Ἐκκλησίας διάκοσμος, πλάτει τε τῷ κατ᾽ ἀρετὴν καὶ μήκει τῷ κατὰ γνῶσιν καὶ τῷ κατὰ σοφίαν βάθει τῆς μυστικῆς θεολογίας περιγραφόμενος. Ἀλλὰ ταύτης κατὰ διάθεσιν, ὡς ὁ τῶν Ἰουδαίων λαός, μὴ χωρισθῶμεν τῆς πόλεως, τὸ σῶμα, καθάπερ σκηνήν, στέργοντες καὶ τὴν πρόσκαιρον τοῦ σώματος, ὥσπερ κολόκυνταν, ἡδονὴν περιέποντες, ἵνα μὴ τῆς συνειδήσεως ὁ σκώληξ πλήξας ἀποξηράνῃ τὴν καθ᾽ ἡδονὴν ἠπατημένην διάθεσιν καὶ ἡ διὰ τῶν ἀκουσίων πειρασμῶν ἐπελθοῦσα, καθάπερ πνεῦμα καύσωνος, τῶν κακῶς ἡμῖν βεβιωμένων ἔκτισις, ἀπειπώμεθα τὴν ζωὴν καὶ πρὸς τὴν θείαν δυσανασχετήσωμεν κρίσιν.
Ἕκαστος γὰρ ἡμῶν τῶν ἡττημένων τῇ ἀπάτῃ τῶν ὑλικῶν καὶ ταῖς ἡδοναῖς χαιρόντων τοῦ σώματος(53), σκώληκος δίκην, τοῦ Θεοῦ τὸν Λόγον δέχεται, κατὰ συνείδησιν αὐτὸν πλήττοντα τέως, καί, ῥίζης δίκην κολοκύντης, τὴν πρὸς τὴν ἡδονὴν αὐτοῦ διεσθίοντα σχέσιν καὶ οὕτως διὰ τῆς τελείας ἀνατολῆς τοῦ φωτισμοῦ τῶν λογίων τοῦ Πνεύματος ἀποξηραίνοντα τὴν καθ᾽ ἁμαρτίαν ἐνέργειαν, καὶ πνεύματι καύσωνος, τῇ μνήμῃ τῶν αἰωνίων κολάσεων, καθάπερ κεφαλήν, τὴν κατ᾽ αἴσθησιν ἐν ταῖς προσβολαῖς ἀρχὴν τῶν παθῶν τῆς κακίας πατάσσοντα, ἵνα μάθωμεν προνοίας λόγους καὶ κρίσεως(54), τῶν προσκαίρων, ὧν τῇ στερήσει λυπεῖσθαι τὸ γένος εἴωθεν τῶν ἀνθρώπων, τὰ αἰώνια προκρινούσης. Εἰ γὰρ τὸν ἄνθρωπον διὰ τὴν σκηνὴν καὶ τὴν κολόκυνταν λυπούμενον, λέγω δὲ τὴν σάρκα καὶ τὴν σαρκὸς ἡδονήν, τῆς δὲ Νινευὴ τὸν Θεὸν ἀντεχόμενον εἰσήγαγε τῆς Γραφῆς ὁ λόγος, δῆλον ὡς τοῖς ἀνθρώποις τιμίων τὸ τῷ Θεῷ φανὲν προσφιλὲς πάντων τῶν ὁπωσοῦν ὄντων πολλῷ κρεῖττόν ἐστι καὶ τιμιώτερον, ἦπου γε τῶν οὐκ ὄντων καὶ μόνῃ προλήψει κατ᾽ ἐσφαλμένην κρίσιν εἶναι δοκούντων, ὧν οὐδεὶς τὸ παράπαν ἐστὶ κατὰ τὴν ὕπαρξιν λόγος, μόνη δὲ φαντασία τὸν νοῦν φενακίζουσα καὶ σχῆμα τοῖς οὐκ οὖσι διάκενον, ἀλλ᾽ οὐχ ὑπόστασιν, τῷ πάθει παρεχομένη.
ΣΧΟΛΙΑ
1. Ποσαχῶς ἑρμηνεύεται Ἰωνᾶς.
2. Ποσαχῶς ἑρμηνεύται Ἰόππη.
3. Πόσοις ἀναλογεῖ πνευματικῶς θεωρούμενος Ἰωνᾶς.
4. Τίνος ἀναλογίαν ἔχει νοουμένη πνευματικῶς ἡ Ἰόππη.
5. Κατ᾿ ἄλλην ἐπιβολήν τοῖς καθ᾿ ἕκαστα πρόφορος θεωρία περί τῆς Ἰόππης.
6. Πολυταράχου ζάλης.
7. Κεφαλήν λέγει τόν πρῶτον περί μονάδος λόγον, ὡς ἀρχήν πάσης ἀρετῆς· τάς δέ σχισμάς τῶν ὀρέων, τάς διανοίας τῶν πνευμάτων τῆς πονηρίας, ὑφ᾿ ὧν κατεπόθη διά τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς.
8. Γῆν λέγει κατωτάτην, τήν μηδαμῶς γνώσεως αἰσθανομένην θείας, ἤ τῆς κατ᾿ ἀρετήν ζωῆς τήν οἱανοῦν κίνησιν ἔχουσαν, ἕξιν.
9. Ἄβυσσον καλεῖ τήν ἄγνοιαν ἐπικειμένην τῇ ἕξει τῆς κακίας· ἐφ᾿ ᾗ βέβηκεν καθάπερ γῇ, τά τῆς κακίας πελάγη.
10. Γῆν μέν τήν παγίαν τῆς κακίας ἕξιν εἶπεν· αἰωνίους δέ μοχλούς, τάς συγκρατούσας τήν χειρίστην ἕξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν.
11. Φέγγος λέγει τήν ἀληθῆ γνῶσιν· ζωήν δέ βροτῶν, τήν πρέπουσαν λογικοῖς πολιτείαν, ἧς ὁ τήν κακήν ἕξιν ἔχων ἐστερῆται.
12. Ἐνταῦθα τήν θάλασσαν, εἰς τόν κόσμον τοῦτον ἔλαβεν· εἰς ὅν διά σαρκός ὁ Κύριος γέγονεν.
13. 'Ἀνάπαυσιν' λέγει τόν Κύριον, ὡς τῶν ἐπ᾿ ἀρετῇ πόνων λυτήριον· ἴασιν δέ Θεοῦ, ὡς ἰατρόν τῆς ἐκ τοῦ θανάτου πληγῆς· Θεοῦ δέ χάριν, ὡς ἀπολύτρωσιν· καί Θεοῦ πόνον, ὡς τῶν ἡμῶν ἀναδοχέα παθῶν.
14. Πῶς ἐστι χάρις ὁ Κύριος ἡμῶν καί Θεός· ἴδε, Νεῖλε, καί μή σαλεύου, τῷ· «Πλήρης χάριτος καί ἀληθείας».
15. Πῶς δηλοῖ τήν προφητικήν χάριν Ἰωνᾶς.
16. Ὅτι δαπανᾷ, φησί, προσβάλλουσαν τήν πονηράν δύναμιν, ἡ τῶν ἁγίων ὑπομονή.
17. Ὅτι σωματικῶς οἱ ἅγιοι πάσχοντες, καί τόν ὑπέρ ἀληθείας ἑκουσίως ὑπερχόμενοι θάνατον τῆς σαρκός, τήν κατά πίστιν ἐν πνεύματι ζωήν ἐνήργουν τοῖς ἔθνεσι.
18. Ὅτι τῆς καθ᾿ ὑπερβολήν θείας δυνάμεώς ἐστιν ὑπόθεσις, ἡ κατά φύσιν τῶν ἁγίων ἀσθένεια· ἧς ἥττονα τόν ὑπερήφανον διάβολον ὁ Κύριος ἔδειξεν.
19. Τόν βασιλέα φησίν εἶναι, τόν φυσικόν νόμον· τόν δέ θρόνον, τήν ἐμπαθῆ κατ᾿ αἴσθησιν ἕξιν· τήν δέ στολήν, τήν τῆς κενῆς δόξης περιβολήν· τόν δέ σάκκον, τό κατά τήν μετάνοιαν πένθος· τήν δέ σποδόν, τήν ταπεινοφροσύνην.
20. Ἀνθρώπους λέγει, τούς περί τόν λόγον· κτήνη δέ, τούς περί τήν ἐπιθυμίαν· βόας δέ, τούς περί τόν θυμόν· πρόβατα δέ τούς περί τήν θεωρίαν τῶν ὀρατῶν πταίοντας.
21. Ὅτι καί τήν ἑκάστου ψυχήν ἡ Νινευή σημαίνει.
22. 'Οὐκ ἄνευ' εἰσί, χρόνος καί τόπος· ὧν χωρίς οὐδέν ἔστιν τῶν γενητῶν.
23. Τούς περί ἀρετῆς καί γνώσεως λόγους ἔχουσα ἡ Ἐκκλησία, καί ἡ τοῦ καθ᾿ ἕκαστον ψυχή, ὡς ὑπερβαίνοντας χρόνον καί φύσιν, πλέον ἔχει τῶν δώδεκα μυριάδων· ὁ γάρ τῆς ἀρετῆς λόγος, τήν σαρκός ὡς ἀριστερᾶς οὐκ οἶδεν ἁμαρτίαν· ὁ δέ τῆς γνώσεως λόγος, τήν ψυχῆς ὡς δεξιάν οὐ γινώσκει κακίαν.
24. Αἰτία τῶν ἀρετῶν ἐστιν ὁ Θεός· τούτου δέ κατ᾿ ἐνέργειαν γνῶσίς ἐστιν, ἡ τοῦ κατ᾿ ἀλήθειαν ἐπεγνωκότος τόν Θεόν πρός τό πνεῦμα κατά τήν ἕξιν ἀλλοίωσις.
25. Ὁ κατά φύσιν λόγος, φησί, διά μέσων τῶν ἀρετῶν πρός τόν νοῦν ἀνάγειν πέφυκε τόν ἐπιμελούμενον πράξεως· ὁ δέ νοῦς, πρός τήν σοφίαν εἰσάγει διά θεωρίας τόν ἐφιέμενον γνώσεως· τό δέ παράλογον πάθος, πρός τήν αἴσθησιν πείθει κατασύρεσθαι τόν ἀμελοῦντα τῶν ἐντολῶν· ἧς τέλος ἐστί, τό πρός τήν ἡδονήν καθηλωθῆναι τόν νοῦν.
26. Ἀπιστίαν λέγει τήν ἄρνησιν τῶν ἐντολῶν· πίστιν δέ, τήν αὐτῶν συγκατάθεσιν, τό δέ σκότος, τοῦ καλοῦ τήν ἄγνοιαν, τό δέ φῶς, τήν τούτου ἐπίγνωσιν. Χριστόν δέ κέκληκεν, τήν οὐσίαν αὐτῶν καί τήν ὑπόστασιν· τόν διάβολον δέ, τήν πάντων γεννητικήν τῶν κακῶν χειρίστην ἕξιν.
27. Ἀρετήν λέγει, ἀπαθεστάτην καί παγίαν περί τό καλόν ἕξιν· ἧς ἐφ᾿ ἑκάτερα καθέστηκεν οὐδέν, Θεοῦ φερούσης χαρακτῆρα, ᾧ οὐδέν ἐστιν ἐναντίον.
28. Εἰ Λόγος διώρισεν, ὡς πέφυκεν, ἑκάστου τῶν ὄντων τήν γένεσιν· οὐδέν τῶν ὄντων ἑαυτοῦ φυσικῶς ἤ ὑπερβέβηκεν, ἤ ὑποβέβηκεν. Οὐκοῦν ὄρος μέν τῶν ὄντων ἐστίν, ἡ κατ᾿ ἔφεσιν τῆς αἰτίας ἐπίγνωσις· μέτρον δέ, ἡ ἐφικτή τοῖς οὖσι κατ᾿ ἐνέργειαν τῆς αἰτίας ἐκμίμησις.
29. Τό ὑπέρ τόν ὄρον φέρεσθαι, καί τό μέτρον, φησί, τῶν κινουμένων τήν ἔφεσιν, ἀνόνητον ποιεῖ τόν δρόμον, μή καταντώντων εἰς Θεόν, ἐν ᾧ ἡ κατ᾿ ἔφεσιν πάντων ἵσταται κίνησις, ἀνθυπόστατον δεχομένη τέλος Θεοῦ τήν ἀπόλαυσιν.
30. Τό ὑπέρ τόν ὄρον καί τό μέτρον· καί παρά τόν ὄρον καί τό μέτρον δηλονότι.
31. Τῷ λόγῳ δηλονότι.
32. Ὅτι καί τούς τῶν ἀσωμάτων καί τούς τῶν σωμάτων ἀφίησι λόγους, ὁ πρός τόν Θεόν ἀναδραμών κατ᾿ ἔκστασιν νοῦς. Οὐ γάρ πέφυκέ τι Θεῷ τῶν μετά Θεόν ἅμα συγκατοπτεύεσθαι.
33. Πῶς καί εἰς τόν Ἰουδαϊκόν λαόν δύναται ληφθῆναι τυπικῶς Ἰωνᾶς.
34. Πῶς ἑρμηνευόμενος Ἰωνᾶς προδιελέγχει τυπικῶς τόν Ἰουδαϊκόν λαόν.
35. Ὅτι νενίκηκεν μᾶλλον ὁ Κύριος τήν τυράννου δύναμιν σαρκός ἀσθένειαν προβαλλόμενος, ἥπερ τόν Ἀδάμ ὁ διάβολος ἀξίαν θεότητος ὑποσχόμενος.
36. Σκώληξ ἐστίν ὁ Κύριος διά τήν ἄσπορον σάρκα· ἥλιος δέ, καί ὡς διά τήν δύσιν τῆς ταφῆς, καθ᾿ ἥν ὑπό γῆν γέγονε ὡς ἄνθρωπος ὁ Λόγος, καί ὡς φύσει κατ᾿ οὐσίαν φῶς ὑπάρχων καί Θεός.
37. Ὅτι τό πνεῦμα τοῦ καύσωνος, οὐ μόνον τούς πειρασμούς, ἀλλά καί τήν ἐγκατάλειψιν τοῦ Θεοῦ, τήν ἀφαιρουμένην τῶν Ἰουδαίων τήν τῶν θείων χαρισμάτων χορηγίαν δηλοῖ.
38. Ὑπερηφανίας ἴδιόν φησι, τό ἀρνεῖσθαι τόν Θεόν ἀρετῆς εἶναι γενέτην καί φύσεως· κενοδοξίας δέ, τό μερίζειν τήν φύσιν πρός τήν ὕφεσιν· ὧν ὁ τῦφος εἶναι γέννημα πέφυκεν, ἕξις κακίας ὑπάρχων σύνθετος, Θεοῦ μέν ἄρνησιν ἑκούσιον ἔχουσα, καί τῆς κατά τήν φύσιν ἰσοτιμίας ἄγνοιαν.
39. Ἡ διά πνεύματος κατά ψυχήν ἀγχιστεία, σαρκός μέν λύει τήν σχέσιν τῆς προαιρέσεως· Θεῷ δέ προσδεσμεῖ κατά πόθον προσηλωθεῖσαν.
40. Νύκτα φησί, τά νομικά σύμβολα, ὑφ᾿ ἅ ὁ νόμος τελεῖ· ἐν οἷς οὐκ ἔστιν εὑρεῖν ψυχῆς φωτισμόν μή νοουμένοις πνευματικῶς.
41. Ὅτι διά τό μέγα, καί μηδενί λόγῳ μετρούμενον τῆς θείας οἰκονομίας μυστήριον, ἡ τῶν ἐθνῶν Ἐκκλησία, φησί, πόλις μεγάλη τῷ Θεῷ προσηγορεύθη.
42. Κατά μέν τήν οὐσίαν ἡ ἀλήθεια, φησί, προηγεῖται τῶν τύπων· κατά δέ τήν ἔκφανσιν, οἱ τύποι χρονικῶς προηγοῦνται τῆς ἀληθείας. Οὐκοῦν ἐπειδή προλαβών ἐν ἑαυτῶ τυπικῶς τήν ἀλήθειαν προδιέγραψεν Ἰωνᾶς, μείνας ἐν τῇ κοιλίᾳ τοῦ κήτουςς τρεῖς ἡμέρας καί τρεῖς νύκτας· Ἔτι τρεῖς ἡμέραι, φησί, τάς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς καί ἀναστάσεως λέγων, μεθ᾿ ἅς, ἡ τῶν ἐθνῶν καταστραφήσεται πλάνη καί ἀγνωσία.
43. Δηλονότι τῆς πίστεως.
44. Ἐπίτομος ἔκθεσις τῆς ἑρμηνείας τοῦ ὀνόματος Ἰωνᾶ, κατά τήν ἐπικειμένην αὐτῷ περί ἑκάστου τῶν ἐκφερομένων προσώπων τε καί τρόπων δύναμιν.
45. Νόμος δηλονότι.
46. Ἔργον εἶναι τοῦ φυσικοῦ νόμου φησί, τήν γνωμικήν πάντων πρός πάντας ὁμόγνωμον σχέσιν.
47. Κανόνες ἀποδεικτικοί τῆς τοῦ φυσικοῦ νόμου χαρακτηριστικῆς ἰδιότητος.
48. Ὁ γραπτός νόμος, φησί, κωλύων φόβῳ τήν ἀδικίαν, ἐθίζει πρός τό δίκαιον· χρόνῳ δέ, τό ἔθος ποιεῖ διάθεσιν φιλοδίκαιον· ὑφ᾿ ἧς ἡ παγία πρός τό καλόν ἕξις ἐπιγίνεται, λήθην προλαβούσης πονηρίας ἐπάγουσα.
49. Ὅροι τῆς ἑκάστου τῶν προῤῥηθέντων νόμων ἐνεργείας ἀποδεικτικοί.
50. Ὅτι τό μέν σχεῖν ὡς ἑαυτόν τόν πλησίον, μόνης ἐστί φροντίδος τῆς πρός τό εἶναι ζωῆς, ὅπερ φυσικοῦ νόμου καθέστηκε. Τό δέ τόν πλησίον ἀγαπᾷν ὡς ἑαυτόν, καί τοῦ πρός τό εὖ εἶναι κατ᾿ ἀρετήν ἐστι προνοεῖσθαι τοῦ πέλας· ὅπερ ὁ γραπτός ἐπιτρέπει νόμος. Τό δέ ὑπέρ ἑαυτόν ἀγαπῆσαι τόν πλησίον, τοῦ νόμου τῆς χάριτός ἐστιν ἰδιώτατον.
51. Ὅροι κατ᾿ ἐπιτομήν ἀποδεικτικοί τῆς τῶν τριῶν ἡμερῶν κατορθωτικῆς τῶν καλῶν ἰδιότητος.
52. Ἡ ὁδός τῶν τριῶν ἡμερῶν ἐστί φησιν, ἡ διά τῶν τριῶν νόμων τοῦ φυλάττοντος αὐτούς κατά δικαιοσύνην τελείωσις.
53. Ἄλλη θεωρία λεπτοτέρα περί τῆς σκηνῆς καί τῆς κολοκύνθης καί τοῦ σκώληκος καί τοῦ καύσωνος καί τοῦ ἡλίου.
54. Ὁ κωλυόμενος τῶν πρός ἡδονήν σώματος ἀφορμῶν, φησί, μανθάνει προνοίας λόγους ἐπεχούσης τήν ἐξαπτικήν ὕλην τῶν παθῶν. Ὁ δέ τάς πρός ὀδύνην σώματος δεχόμενος μάστιγας, διδάσκεται κρίσεως λόγους, προλαβόντων μολυσμῶν ἀκουσίοις πόνοις αὐτόν καθαιρούσης.