65. ΕΡΩΤΗΣΙΣ ΞΕ'
Ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γέγραπται· «ὅτι ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαβὶδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐξεζήτησε Δαβὶδ τὸ πρόσωπον Κυρίου. Καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. Καὶ ἐκάλεσεν Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσατε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· δότε ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς Μερόβ, θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου. Καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπὶ τὸ αὐτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφά, θυγάτηρ Ἔα, τὸν σάκκον καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Καὶ ἐποίησε πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα». Διὰ τί μετὰ τὸν θάνατον Σαοὺλ ὁ Δαβὶδ ἀπῃτήθη δίκας, λιμοῦ κρατήσαντος τὴν γῆν, ἕως ἔδωκε τοὺς ἐκ τοῦ σπέρματος Σαοὺλ ἑπτὰ ἄνδρας θανατωθῆναι τοῖς Γαβαωνίταις; Τίς ἡ τούτων δύναμις τῶν λόγων καὶ πῶς πνευματικῶς αὐτοὺς θεωρήσομεν;
Ἀπόκρισις.
Ἡ μὲν ἀκριβὴς γνῶσις τῶν λογίων τοῦ Πνεύματος μόνοις ἀποκαλύπτεσθαι πέφυκε τοῖς ἀξίοις τοῦ Πνεύματος· οἳ διὰ πολλὴν τῶν ἀρετῶν ἐπιμέλειαν τῆς τῶν παθῶν αἰθάλης τὸν νοῦν ἐκκαθάραντες(1), ἐσόπτρου δίκην καθαροῦ τε καὶ διαυγοῦς, ἅμα τῇ πρώτῃ προσβολῇ, καθάπερ πρόσωπον, ἐντυπουμένην αὐτοῖς καὶ ἐμπίπτουσαν τὴν τῶν θείων ὑποδέχονται γνῶσιν· οἷς δὲ κατ᾽ ἐμὲ ταῖς τῶν παθῶν κηλίσιν ὁ βίος κατέστικται, μόλις, κἂν ἐξ εἰκότων τινῶν στοχασμῶν, τεκμηριῶσαι τὴν τῶν θείων γνῶσίν ἐστι δυνατόν, μὴ ὅτι γε νοῆσαί τε καὶ φράσαι ταύτην δι᾽ ἀκριβείας ἀπαυθαδίζεσθαι. Καὶ οἶδα σαφῶς ἔγωγε ὅτι πάσχων αὐτὸς γινώσκεις τὰ θεῖα μᾶλλον, τίμιε πάτερ(2), καὶ πείρᾳ λαβὼν ἔχεις τούτων τὴν ἐπιστήμην ἤπερ ἐγὼ λέγων ἐπίσταμαι, μηδὲν ἐκ τοῦ παθεῖν ἀποφήνασθαι περὶ τῶν θείων δυνάμενος. Πλὴν καὶ τὸ κατὰ δύναμιν οὐκ ἀπόβλητον, καὶ μάλισθ᾽ ὑμῖν τοῖς ἐπιτάξασι καὶ τόνδε μοι περὶ τῶν ὑπὲρ δύναμιν τοῦ λέγειν πόνον ἐπιθεμένοις.
Σαοὺλ τοίνυν ἐστίν, κατὰ τόνδε τῆς Γραφῆς τὸν τόπον(3), ὁ βασιλεύων κατὰ δύναμιν ἐντολῆς σαρκίνης τῶν σαρκικῶν Ἰουδαίων ἐν γράμματι νόμος, ἤγουν ὁ βασιλεύων τῶν ἀγομένων μόνῳ τῷ γράμματι τοῦ νόμου σωματικὸς τρόπος ἢ λογισμός. ‘Αἰτητὸς’ γὰρ ‘ᾄδης,’ κατὰ μίαν ἐπιβολήν, Σαοὺλ ἑρμηνεύεται· τῆς γὰρ ἐν Πνεύματι Θεοῦ κατ᾽ ἀρετὴν διεξαγομένης ζωῆς τε καὶ βασιλείας προτιμήσας τὴν φιλήδονον ζωὴν ὁ τῶν Ἰουδαίων λαὸς ᾐτήσατο τὸν ᾅδην ἤγουν τὴν ἄγνοιαν ἀντὶ τῆς γνώσεως αὐτοῦ βασιλεύειν· πᾶς γὰρ ὁ τῆς θείας ἐκπεπτωκὼς ἀγάπης τὸν ἐν τῇ σαρκὶ νόμον ἔχει διὰ τῆς ἡδονῆς βασιλεύοντα, τὸν μηδεμίαν θείαν ἐντολὴν φυλάξαι δυνάμενον ἢ μὴ βουλόμενον.
Κατ᾽ ἄλλον δὲ τρόπον Σαοὺλ ἑρμηνεύεται ‘δεδανεισμένος ἢ δάνειον’. Οὐ γὰρ ἐδόθη ὁ γραπτὸς νόμος τοῖς λαβοῦσιν εἰς κτῆσιν περιουσίας, ἀλλ᾽ εἰς παιδαγωγίαν προσδοκωμένης ἐπαγγελίας. Διὸ καὶ δοὺς τῷ Σαοὺλ τὴν βασιλείαν Θεὸς ἐν τῇ πρὸς αὐτὸν Διαθήκῃ αἰώνιον οὐ καθυπέσχετο τὴν βασιλείαν. Πᾶν γὰρ δάνειον οὐ γίνεται τῷ λαβόντι κτῆμα περιουσίας, ἀλλὰ πρόφασις καμάτου καὶ πόνων εἰς ἄλλης περιουσίας συλλογήν. Ἡ δὲ τοῦ Σαοὺλ παλλακὴ Ῥεσφὰ ‘δρόμος’ ἑρμηνεύεται ‘στόματος’. Δρόμος δὲ στόματός ἐστιν ἡ κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν τοῦ νόμου μάθησις, ἣν εἰσοικίζεται παρανόμως ὁ μόνην τὴν σωματικὴν τοῦ νόμου περιέπων λατρείαν, ἀφ᾽ ἧς οὐδὲν εὐσεβὲς γεννᾷ καὶ φιλόθεον. Ὁ γὰρ μόνην τὴν σωματικὴν τοῦ νόμου κατὰ προφορὰν λόγου μάθησιν ἐξασκούμενος(4) νόμιμον οὐκ ἔχει τὴν πρὸς τὸν λόγον, ἤγουν τὴν μάθησιν τοῦ νόμου, συμβίωσιν. Ὅθεν δυσγενῆ καὶ ἀπόβλητα καθέστηκεν αὐτοῦ τὰ γεννώμενα. Γεννᾶται γὰρ αὐτῷ διὰ τὴν παράνομον κοίτην ἐκ τῆς Ῥεσφᾶς ὁ Ἑρμονθὶ καὶ ὁ Μεμφιβοσθέ, ὅπερ ἐστὶν ἀνάθεμα αὐτῶν καὶ αἰσχύνη στόματος αὐτῶν. Ἑρμονθὶ γάρ, κατὰ μίαν ἐπιβολήν, ‘ἀνάθεμα αὐτῶν’ ἑρμηνεύεται καὶ Μεμφιβοσθὲ ‘αἰσχύνη στόματος αὐτῶν·’ ἀνάθεμα δὲ αὐτῶν ἐστιν ἡ διὰ σώματος καθ᾽ ἁμαρτίαν φθορὰ τῆς τῶν παθῶν ἐνεργείας(5)· Μεμφιβοσθὲ δέ ἐστιν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις, ἤγουν ἡ κατὰ νοῦν ἐπινοητικὴ τῶν φαύλων ἐνθύμησις, αἰσχύνη στόματος, τουτέστι τοῦ νοῦ, καὶ οὖσα καὶ λεγομένη.
῍Η πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν(6) ὁ τόπος τοῦ νῦν κρατοῦντος ἐπιτιμίου τῆς φύσεως, τουτέστιν ὁ κόσμος οὗτος, ὡς χωρίον θανάτου καὶ φθορᾶς διὰ τὴν ἁμαρτίαν γενόμενος, εἰς ὃν ἐκ τοῦ παραδείσου μετὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ὁ πρῶτος κατέπεσεν ἄνθρωπος· ὅντινα κόσμον κατὰ τὴν τῆς γνώμης φιλήδονον σχέσιν, ἤγουν τὴν κοσμικὴν προσπάθειαν, γεννᾶν πέφυκεν ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ τοῦ νόμου προφορὰν μαθήσεως ὁ μὴ διαβαίνων κατὰ νοῦν πρὸς τὴν ἔνδον ἐν πνεύματι τοῦ νομικοῦ γράμματος θείαν εὐπρέπειαν. Αἰσχύνη δὲ στόματος αὐτῶν ἐστι ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος. Ἐν ᾧ γὰρ ὁ κόσμος ἐκ τῆς ἐμφαινομένης τῷ γράμματι τοῦ νόμου σωματικῆς διαπλάσεως(7) κατὰ τὴν γνωμικὴν σχέσιν γεννᾶσθαι πέφυκεν, ἤγουν ἡ τὸν κόσμον φιλοῦσα διάθεσις, καὶ ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν εἰκότως συγγεννᾶται καὶ φιλοσώματος.
῍Η πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν(8) ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιατύπωτος κίνησις, αἰσχύνη δὲ στόματός ἐστιν ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα καὶ τὸ καθ᾽ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις. Χωρὶς γὰρ τῆς κατὰ νοῦν ἐπινοητικῆς δυνάμεως πρὸς διάπλασιν μορφῆς οὐδαμῶς ἄγεται πάθος. Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τοῦ νόμου περιγράφων τῆς θείας ἐπαγγελίας τὴν δύναμιν παλλακὴν ἀλλ᾽ οὐ γυναῖκα νόμιμον ἔχει τοῦ νόμου τὴν μάθησιν. Ὅθεν ἐξ ἀνάγκης ἡ τοιαύτη μάθησις, οὐ δι᾽ ἑαυτὴν ἀλλὰ διὰ τὸν αὐτὴν σωματικῶς ἐκδεχόμενον, ἤγουν συγγινόμενον, γεννᾷ τὸ ἀνάθεμα καὶ τὴν αἰσχύνην. Ὁ γὰρ διὰ τρυφὴν σωματικὴν καὶ ἀνάπαυσιν τὰς θυσίας καὶ τὰς ἑορτὰς τά τε σάββατα καὶ τὰς νεομηνίας κατὰ τὸν νόμον τὸν Θεὸν διατεταχέναι πιστεύων πάντῃ τε καὶ πάντως ὑπὸ τὴν ἐνοχὴν γενήσεται τῆς τῶν παθῶν ἐνεργείας(9) καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾽ αὐτοῖς αἰσχρῶν λογισμῶν ῥυπαρίας, ὑπό τε τὸν φθειρόμενον ἔσται κόσμον καὶ τὴν ἐν λογισμοῖς φιλοσώματον μελέτην ὑπό τε τὴν ὕλην τῶν παθῶν καὶ τὸ εἶδος, μηδὲν ἄλλο πλὴν τῶν φθειρομένων τίμιον ἔχειν δυνάμενος καὶ διὰ τοῦτο τυχὸν κακῶς γεννῶν τὴν Μερόβ, τὴν γεννῶσαν υἱοὺς πέντε τῷ Ἐσδριήλ. Μερὸβ δὲ ‘πλησμονὴ φάρυγγος’ ἑρμηνεύεται, ἥτις ἐστὶν ἡ γαστριμαργία. Μόνη γὰρ αὕτη, παρὰ τῆς ἐντολῆς ἰουδαϊκῶς λαβοῦσα τὴν ἄδειαν, τοὺς κατὰ παράχρησιν τρόπους γεννᾷ τῶν αἰσθήσεων τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς. Ἐσδριὴλ γὰρ ἑρμηνεύεται ‘θεία δύναμις ἢ βοηθὸς ἰσχυρὸς ἢ βλέψις δυνατή,’ ὅπερ ἐστὶν ὁ κατ᾽ εἰκόνα μὲν Θεοῦ γενόμενος νοῦς.
Τὴν δὲ γαστριμαργίαν, ὡς τοῦ κατ᾽ ἐντολὴν σαρκὸς νόμου, τουτέστι τοῦ γράμματος, γέννημα, παραπεισθεὶς συνοικισάμενος. Πεισθεὶς γὰρ ὁ νοῦς θείας ἐντολῆς εἶναι διαταγήν, κατὰ τὸν ἐν γράμματι νόμον, τὴν κατὰ σάρκα τρυφήν(10), ἄλλην οὐ προσίεται πλὴν αὐτῆς πρὸς συμβίωσιν, ὡς θείαν καὶ νόμου τοῦ βασιλεύοντος αὐτὴν ἡγησάμενος γέννημα, καὶ τοὺς κατὰ παράχρησιν ἐξ αὐτῆς τῶν αἰσθήσεων συνίστησι τρόπους. Ἐπειδὰν γὰρ τὸ θεωρητικὸν τῆς ψυχῆς τὴν τρυφὴν κατὰ τὸν ἐν γράμματι νόμον ὡς θείαν διὰ τὴν ἐντολὴν ἀσπάσηται πρὸς συμβίωσιν, τὴν τῶν αἰσθήσεων παρὰ φύσιν μετέρχεται χρῆσιν, μηδεμιᾶς συγχωροῦν κατὰ φύσιν διαφαίνεσθαι τὴν χρῆσιν τῆς ἐνεργείας.
Ὁ τοίνυν σωματικῶς τοῦ νόμου τὴν μάθησιν ἐξασκούμενος(11), οἷα δὴ παλλακὴν ἀλλ᾽ οὐ νόμιμον ἔχων γυναῖκα τῶν θείων τὴν εἴδησιν καὶ γεννῶν ἐξ αὐτῆς τὸ ἀνάθεμα τῆς τῶν παθῶν ἐνεργείας καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾽ αὐτοῖς λογισμῶν ἀηδίας καὶ ἐκ τῆς Μερόβ, τουτέστι τῆς αὐτοῦ θυγατρὸς γαστριμαργίας, ἔκγονα λαμβάνων τοὺς κατὰ παράχρησιν τρόπους τῶν αἰσθήσεων, τοὺς ἐν τῇ φύσει τῶν ὄντων, ἤγουν τοὺς κατὰ φύσιν, ὡς Γαβαωνίτας, ἀποκτέννειν εἴωθε λόγους καὶ λογισμούς. Γαβαωνῖται γὰρ ἑρμηνεύονται ‘ὀρεινοὶ ἢ μετέωροι·’ δηλοῦσι δὲ σαφῶς οὗτοι τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέρους λόγους ἢ τοὺς ἐφ᾽ ἡμῖν κατὰ φύσιν λογισμούς, οὓς ἀποκτέννει Σαοὺλ καὶ εἴτις νῦν κατὰ διάθεσιν ἄλλος ὑπάρχει Σαούλ, διὰ τὴν ἐν μόνῳ τῷ νομικῷ γράμματι πλάνην τοὺς κατὰ φύσιν ἀποπέμπεσθαι καὶ παραχαράττειν οὐ παραιτούμενος λόγους. Οὐδεὶς γὰρ μόνῃ προσανέχων τῇ σωματικῇ τοῦ νόμου λατρείᾳ φυσικὸν τὸ παράπαν δύναιτ᾽ ἂν παραδέξασθαι λόγον ἢ λογισμόν, ὅτι μηδὲ πέφυκε ταὐτὸν εἶναι τῇ φύσει τὰ σύμβολα.
Εἰ δὲ ταὐτὸν οὐκ ἔστι τῇ φύσει τὰ σύμβολα, κατὰ φύσιν ὁρᾶν τῶν ὄντων τὴν γένεσιν οὐδέποτε δύναται σαφῶς ὁ τοῖς τοῦ νόμου συμβόλοις ὡς πρωτοτύποις προστετηκὼς καὶ διὰ τοῦτο παραλόγως τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους, μὴ λογιζόμενος(12) ὅτι χρὴ περιποιεῖσθαι τοὺς ὑπὸ Ἰησοῦ διασωθέντας, ὑπὲρ ὧν καὶ πρὸς τοὺς ἐπαναστάντας αὐτοῖς πέντε βασιλεῖς τὸν φοβερὸν ἐκεῖνον συνεκρότησε πόλεμον, ἐν ᾧ καὶ οὐρανὸς αὐτὸς κατὰ τῶν ἐπαναστάντων τοῖς Γαβαωνίταις διὰ λίθων χαλάζης τῷ Ἰησοῦ συνεμάχησε· οὓς κατέστησε ξυλοφόρους καὶ ὑδροφόρους τῆς θείας σκηνῆς(13), τουτέστι τῆς διὰ τῆς σκηνῆς προδιατυπωθείσης ἁγίας Ἐκκλησίας, ὁ σαρκωθεὶς Λόγος. Οὗτος γάρ, οὗτός ἐστιν Ἰησοῦς ὁ ἀποκτείνας τοὺς κατ᾽ αἴσθησιν αὐτοῖς ἐπανισταμένους ἐμπαθεῖς τρόπους καὶ λογισμούς. Ἀεὶ γὰρ τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς περιποιεῖται, προσκαθιστῶν αὐτοὺς τῆς θείας τῶν μυστηρίων σκηνῆς ξυλοφόρους καὶ ὑδροφόρους, οἷα δὴ τῆς ἐξαπτικῆς τοῦ φωτισμοῦ τῆς θείας γνώσεως ὕλης καὶ τῆς ῥυπτικῆς τῶν παθῶν καθάρσεως ἢ τῆς ἐν Πνεύματι ζωτικῆς διαδόσεως ἀφορμῆς χορηγούς. Φυσικῆς γὰρ θεωρίας χωρὶς ἐν οὐδενὶ κατ᾽ οὐδένα τρόπον οὐδαμῶς συντηρεῖσθαι πέφυκε τῶν μυστηρίων ἡ δύναμις.
Εἰ δὲ καὶ τὴν ἐθνικὴν μοῖραν δηλοῦσιν οἱ Γαβαωνῖται(14), προσχωροῦσαν τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ καὶ σῳζομένην διδασκομένην τε ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τουτέστι τὸν περὶ σταυροῦ καὶ τῆς δι᾽ ὕδατος θείας ἀναγεννήσεως μυστικὸν καὶ σωτήριον λόγον πρακτικῶς τοῖς ὤμοις τῶν ἀρετῶν περιφέρειν, καὶ χορηγεῖν τῇ θείᾳ κιβωτῷ τῆς εὐσεβοῦς πίστεως, ξύλων δίκην, διὰ μὲν τῆς πρακτικῆς τῶν ἐπὶ γῆς μελῶν τὴν νέκρωσιν, διὰ θεωρίας δέ, καθάπερ ὕδωρ, τὴν ἐπιρροὴν τῆς ἐν Πνεύματι γνώσεως, οὐκ ἄτοπον οὐδὲ τῆς εὐσεβείας ἀλλότριον.
Εἴτε γοῦν τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους, εἴτε τὴν σῳζομένην διὰ πίστεως μερίδα τῶν ἐθνῶν προτυποῦσιν οἱ Γαβαωνῖται, τὸν ἰουδαϊκῶς ζῆν κατὰ τὸν ἐν μόνῳ τῷ γράμματι νόμον προῃρημένον ἔχουσιν ἐχθρὸν καὶ τοῦ σῳζομένου πολέμιον. Ὁ γὰρ Θεὸν τὴν κοιλίαν ἡγούμενος καὶ ὡς ἐπὶ δόξῃ τῇ αἰσχύνῃ καλλωπιζόμενος μόνων οἶδεν ὡς θείων ἀντέχεσθαι διὰ σπουδῆς τῶν παθῶν τῆς ἀτιμίας καὶ διὰ τοῦτο μόνα περιέπει τὰ χρονικά, τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος(15) καὶ τὴν κατὰ παράχρησιν πενταπλῆν ἐνέργειαν τῶν αἰσθήσεων, τὰ μὲν ὡς Ῥεσφᾶς τῆς παλλακῆς τέκνα, τὰ δὲ ὡς τῆς ἀτίμου θυγατρὸς ἔκγονα Μερόβ. Τῇ γὰρ ὕλῃ καὶ τῷ εἴδει συμπλακεῖσα κατὰ μίξιν ἡ αἴσθησις ἀποτελεῖν μὲν πάθος, ἀποκτέννειν δὲ καὶ συντελεῖν τοὺς κατὰ φύσιν πέφυκε λόγους. Οὐ γὰρ πέφυκε πάθει συνεμφαίνεσθαι τὸ παράπαν φύσεως λόγος(16), ὥσπερ οὔτε φύσει συναποτίκτεσθαι κατὰ τὴν γένεσιν πάθος.
Οὐκοῦν ὁ μόνου τοῦ γράμματος τῆς Γραφῆς ἀντεχόμενος κατὰ τὸν Σαοὺλ καὶ τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους καὶ τὴν μυστικῶς προκεκηρυγμένην τῶν ἐθνῶν οὐ προσδέχεται κλῆσιν, πρὸς μόνην κεχηνὼς κατὰ νόμον, ὡς οἴεται, τῆς σαρκὸς τὴν ἀπόλαυσιν. Ταύτης οὖν κρατούσης τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων(17) τῆς κατὰ νόμον σωματικῆς διαθέσεως, ἡ λιμὸς οὐ διαδείκνυται τῆς θείας ἐν Πνεύματι γνώσεως. Λιμὸς γάρ ἐστι, ὡς ἀληθῶς, ἔκλειψις τῶν κατ᾽ αὐτὴν πεῖραν ἐγνωσμένων ἀγαθῶν καὶ ἀπορία καὶ σπάνις παντελὴς τῶν τὴν ψυχὴν συγκρατούντων πνευματικῶν βρωμάτων. Πῶς γὰρ λιμὸν ἡγήσεταί τις ἢ ζημίαν τὴν τῶν καθάπαξ αὐτῷ μηδαμῶς ἐγνωσμένων ἀφαίρεσιν; Ὅθεν ζῶντος Σαοὺλ οὐ γίνεται λιμός, ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ κατὰ νόμον γράμματος καὶ βασιλεύοντος τῶν ὑλικῶν τὴν διάνοιαν Ἰουδαίων, τῆς πνευματικῆς γνώσεως διαγνωσθῆναι τὴν ἔνδειαν. Ὁπηνίκα δὲ τῆς εὐαγγελικῆς χάριτος διαλάμψῃ τὸ σέλας, καὶ λάβῃ τὴν βασιλείαν τῶν πνευματικῶν τὴν διάνοιαν Δαβὶδ ὁ πανεύφημος, ὅς ἐστιν ὁ κατὰ Πνεῦμα νόμος, μετὰ τὸν θάνατον Σαούλ, ἤγουν μετὰ τὴν τοῦ γράμματος τελευτήν—ἑρμηνεύεται γὰρ ὁ Δαβὶδ ‘ἐξουδένωσις’ καὶ ‘ἰσχυρὸς ὁράσει·’ τὸ μὲν γὰρ λέγεται κατὰ Ἰουδαίους, πλεονεκτοῦντος τὸ πνεῦμα τοῦ γράμματος(18), τὸ δὲ κατὰ Χριστιανοὺς προσαγορεύεται, νικήσαντος τὸ γράμμα τοῦ πνεύματος—, τηνικαῦτα διαγινώσκεται τῆς ἐν πνεύματι γνώσεως ἡ λιμός, κοινῶς μὲν ἐν τῷ πιστῷ λαῷ καὶ τῇ ψυχῇ τοῦ καθ᾽ ἕκαστον ἰδικῶς, ὅταν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας τὴν ἐκτὸς προφαινομένην τοῦ γράμματος προκρίνῃ περιβολὴν καί, οἷον εἰπεῖν, τὴν ψυχὴν τῆς Γραφῆς ἀτιμοτέραν ποιῆται τοῦ σώματος(19). Λιμώττει γὰρ ἐπ᾽ ἀληθείας τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν ὁ λαὸς καὶ ἡ ψυχὴ τοῦ καθ᾽ ἕκαστον ἀφεμένη τῆς ἐν τῇ χάριτι πνευματικῆς θεωρίας καὶ γενομένη τῆς τυπικῆς ἐν τῷ γράμματι δουλείας, μὴ διατρέφουσα τὸν νοῦν ταῖς τῶν νοημάτων μεγαλοφυΐαις, ἀλλὰ πληροῦσα τὴν αἴσθησιν ἐμπαθοῦς φαντασίας ταῖς σωματικαῖς τῶν γραφικῶν συμβόλων διατυπώσεσιν. Διὸ θείας γνώσεως μάλιστα γίνεται λιμὸς τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Πᾶς γὰρ τὴν πνευματικὴν τῆς ἁγίας Γραφῆς θεωρίαν μὴ προσιέμενος τόν τε φυσικὸν ταύτῃ κατὰ τοὺς Ἰουδαίους συναπώσατο νόμον καὶ τὸν ἐν τῇ χάριτι νόμον ἠγνόησεν, καθ᾽ ὃν δίδοται τοῖς κατ᾽ αὐτὸν ἀγομένοις ἡ θέωσις.
Οὐκοῦν ἡ λιμὸς τῶν τριῶν ἐτῶν(20) δηλοῖ τὴν ἐν τοῖς τρισὶ νόμοις, τῷ τε φυσικῷ λέγω καὶ τῷ γραπτῷ καὶ τῷ τῆς χάριτος, ἀναλόγως ἑκάστῳ γενομένην τῆς γνώσεως ἔνδειαν τοῖς οὐκ ἐπιμελουμένοις τῆς αὐτῶν κατὰ τὴν θεωρίαν ἀναγωγῆς. Ἐπιμελεῖσθαι γὰρ παντελῶς οὐ δύναται τῆς νοητῆς τῶν Γραφῶν ἐπιστήμης ὁ τοὺς μὲν φυσικοὺς τῶν ὄντων κατὰ τὴν θεωρίαν ἀπωθούμενος λόγους, ἀντεχόμενος δὲ μόνων τῶν ὑλικῶν συμβόλων καὶ μηδεμίαν αὐτοῖς ἐπινοῶν ὑψηγορίαν πνευματικήν. Κρατούσης γὰρ μόνης τῆς ἱστοριώδους τῶν γραφῶν ἀφηγήσεως(21), τὸ τῶν προσκαίρων καὶ χρονικῶν τῆς διανοίας οὐκ ἀπεγένετο κράτος, ἀλλ᾽ ἔτι ζῶσι τὰ τέκνα τοῦ ἀποθανόντος Σαοὺλ καὶ τὰ ἔκγονα, ἑπτὰ ὄντα τὸν ἀριθμόν, τουτέστιν ἡ σωματικὴ τοῦ νόμου λατρεία καὶ πρόσκαιρος, ἐξ ἧς ἡ ἐμπαθὴς εἴωθεν ἀπογεννᾶσθαι τοῖς φιλοσωμάτοις κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν διάθεσις, ἐπίκουρον ἔχουσα τῆς πλάνης τὴν πρόδηλον ἐν τοῖς συμβόλοις διαταγήν. Διὰ ταύτην οὖν οἶμαι τὴν αἰτίαν μὴ γενέσθαι λιμὸν ἐν ταῖς ἡμέραις Σαούλ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς νομικῆς κατὰ σάρκα λατρείας τὴν ἔνδειαν μὴ διαγνωσθῆναι τῆς ἐν πνεύματι γνώσεως, ἀλλ᾽ ἐν τῷ χρόνῳ τῆς εὐαγγελικῆς χάριτος, καθ᾽ ὅν, ὅταν μὴ πᾶσαν πνευματικῶς τὴν Γραφὴν ἐκλαμβάνωμεν μετὰ τὴν πάροδον τῆς τοῦ γράμματος δυναστείας, λιμώττομεν πάντως, τῆς Χριστιανοῖς πρεπούσης μυστικῆς κατὰ Πνεῦμα λατρείας οὐκ ἀπολαύοντες. Ἐπὰν δέ, λαβόντες αἴσθησιν, κατὰ τὸν Δαβὶδ ζητήσωμεν τὸ πρόσωπον Κυρίου(22), διδασκόμεθα σαφῶς ὅτι, διὰ τὸ μὴ παραδέξασθαι τοὺς κατὰ φύσιν λόγους πρὸς ἐπίβασιν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας, ἀλλ᾽ ἔτι τῶν ἐν τῷ γράμματι τοῦ νόμου σωματικῶν ἀντέχεσθαι λογισμῶν, ἡ χάρις ἀφῃρέθη τῆς γνώσεως.
«Καὶ ἐζήτησεν», φησίν, «Δαβὶδ τὸ πρόσωπον Κυρίου»· καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας». Δαβίδ ἐστι πᾶς νοῦς κατὰ Χριστὸν διορατικός(23), ἀεὶ ζητῶν τὸ πρόσωπον Κυρίου. Πρόσωπον δὲ Κυρίου καθέστηκεν ἡ κατ᾽ ἀρετὴν τῶν θείων ἀληθὴς θεωρία καὶ γνῶσις· ἣν ζητῶν διδάσκεται τὴν αἰτίαν τῆς κατ᾽ αὐτὴν ἐνδείας καὶ ἀπορίας καὶ κελεύεται δοῦναι πρὸς θάνατον τοὺς δύο υἱοὺς Σαοὺλ τοὺς ἐκ τῆς παλλακίδος Ῥεσφᾶς καὶ τοὺς πέντε τῆς αὐτοῦ θυγατρὸς Μερὸβ υἱούς. Σαούλ ἐστιν, καθὼς ἔφην, ‘αἰτητὸς ᾅδης,’ ἤτουν ‘ἄγνοια ποθητή·’ ποθουμένη δὲ σαφῶς ἐστιν ἄγνοια(24) τὸ γράμμα τὸ νομικόν, ἤγουν τὸ σωματικὸν τῆς ἐν νόμῳ λατρείας κράτος, ὅπερ ἐστὶ τὸ τοῦ νόμου σωματικὸν ἢ νοῦς μόνης κατ᾽ αἴσθησιν ἀντεχόμενος σωματικῶς τῆς ὕλης τοῦ γράμματος. Ῥεσφὰ δέ ἐστιν, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, ‘δρόμος στόματος,’ ὅπερ ἐστὶν ἡ τοῦ νόμου κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμάθησις· δρόμον δὲ ἀληθῶς ἔχει στόματος, ἀλλ᾽ οὐ διανοίας, ὁ τῆς πνευματικῆς τοῦ νόμου θεωρίας ἀλλότριος.
Υἱοὶ δὲ τῆς Ῥεσφᾶς ὑπάρχουσιν Ἑρμονθὶ καὶ Μεμφιβοσθέ. Ἑρμονθὶ δ᾽ ἐστὶν ‘ἀνάθεμα αὐτῶν,’ ὅπερ ἐστὶν ἡ καθ᾽ ἁμαρτίαν διὰ σώματος φθορὰ τῆς τῶν παθῶν ἐνεργείας ἢ ὁ τόπος, τουτέστιν ὁ κόσμος, ἐν ᾧ τῆς παραβάσεως ἐδόθη τὸ ἐπιτίμιον, ἤγουν ἡ καθ᾽ ἡδονὴν πρὸς τὸν κόσμον ἐνδιάθετος σχέσις, ἢ τυχὸν ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιάπλαστος κίνησις, Μεμφιβοσθὲ δὲ ‘αἰσχύνη στόματος αὐτῶν,’ ὅπερ ἐστὶν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις, ἤγουν ἡ ἐπινοητικὴ τῶν παθῶν ἐνθύμησις, ἢ τυχὸν ἡ φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος, ἢ πάλιν ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα καὶ τὸ καθ᾽ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις· τούτους γὰρ γεννᾶν τοὺς υἱοὺς πέφυκεν ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμαθήσεως ὅ τε γραπτὸς νόμος καὶ ὁ μόνῳ προσκαθήμενος τῷ γράμματι τοῦ νόμου νοῦς. Μερὸβ δέ, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, ἐστὶν ἡ τοῦ Σαοὺλ θυγάτηρ, ἡ ‘πλησμονὴ τοῦ φάρυγγος,’ ὅπερ δηλοῖ τὸ τῆς γαστριμαργίας πάθος. Μόνην γὰρ οἶδε γεννᾶν σώματος τρυφὴν καὶ τὴν τῶν ὑλικῶν ἀπολαυστικὴν διάθεσιν ὅ τε νόμος κατὰ τὸ γράμμα τοῖς συμβόλοις τοὺς κατ᾽ αὐτὸν λατρεύοντας περιγράφων ὅ τε νοῦς διὰ τὴν φιλόσαρκον ζωὴν κατὰ τὸ γράμμα τὸν νόμον τοῖς τύποις περιορίζων. Πέντε δὲ τῆς Μερὸβ θυγατρὸς Σαοὺλ υἱοὶ καθεστήκασιν οἱ κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόποι τῶν πέντε αἰσθήσεων, οὓς τίκτειν πάντως εἴωθε τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς, ἡ μόνου τοῦ σώματος κατὰ νόμον διὰ τρυφῆς ἐπιμελουμένη διάθεσις.
Τούτους τοὺς δύο τοῦ Σαοὺλ υἱούς(25), ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος, καὶ τοὺς πέντε τοῦ Σαοὺλ υἱωνούς, ἤγουν τοὺς περὶ τὴν ὕλην καὶ τὸ εἶδος κατὰ παράχρησιν πέντε τρόπους τῶν πέντε αἰσθήσεων, λέγω δὲ τὴν ἐμπαθῆ τε καὶ παρὰ φύσιν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων συμπλοκήν, ἤγουν τὰ ὑπὸ χρόνον καὶ ῥεῦσιν, μετὰ τὴν τελευτὴν Σαούλ, τουτέστι μετὰ τὴν πάροδον τῆς ἐν νόμῳ κατὰ τὸ γράμμα σωματικῆς λατρείας καὶ τὴν τῆς ἀγνοίας διάβασιν, παραδίδωσι θανατωθῆναι κατὰ τὸν θεῖον χρηματισμὸν Δαβὶδ ὁ θαυμάσιος τοῖς Γαβαωνίταις, τουτέστι τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις καὶ λογισμοῖς ὁ πνευματικὸς νόμος ἢ νοῦς τὴν ἐν τοῖς συμβόλοις πρὸς αἴσθησιν καὶ σῶμα καθολικωτάτην τῶν ὑπὸ χρόνον σχέσιν ἀφανίσαι καὶ θανατῶσαι κατὰ τὸ ὕψος γινομένοις τοῦ βουνοῦ Σαούλ, λέγω δὲ τοῦ νόμου τῆς πνευματικῆς θεωρίας. Εἰ γὰρ μὴ φυσικῶς πρότερόν τις, τὴν ἐν τοῖς συμβόλοις τῶν θείων καὶ νοητῶν διασκοπήσας ἀπέμφασιν(26), ἐλθεῖν ποθήσει κατὰ νοῦν, ἔξω παντελῶς τῶν θείων ἀδύτων τὴν αἴσθησιν θέμενος, πρὸς τὴν τῶν νοητῶν εὐπρέπειαν τῆς ἐν τοῖς τύποις ἀπολυθῆναι καθάπαξ οὐ δύναται σωματικῆς ποικιλίας· καθ᾽ ἥν, ἕως βέβηκε τοῦ γράμματος ἀντεχόμενος, τὴν ἐκ τοῦ λιμοῦ τῆς γνώσεως εἰκότως ἀπορίαν οὐ παραμυθεῖται, τῆς Γραφῆς τὴν γῆν, ἤγουν τὸ σῶμα, κατὰ τὸν ἀπατηλὸν ὄφιν ἐσθίειν ἑαυτὸν καταδικάσας, ἀλλ᾽ οὐ κατὰ Χριστὸν τὸν οὐρανόν, ἤγουν τῆς Γραφῆς τὸ πνεῦμα καὶ τὴν ψυχήν, τουτέστι τὸν οὐράνιον καὶ ἀγγελικὸν ἄρτον, λέγω δὲ τὴν ἐν Χριστῷ τῶν Γραφῶν πνευματικὴν θεωρίαν καὶ γνῶσιν, βρωματιζόμενος, ἣν δίδωσι δαψιλῶς ἐπιχορηγουμένην τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Θεός, κατὰ τὸ γεγραμμένον· «ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος».
Χρὴ τοιγαροῦν τὴν κατ᾽ αἴσθησιν πρὸς σῶμα τῆς Γραφῆς ἐκδοχήν, ὡς παθῶν προδήλως καὶ τῆς πρὸς τὰ χρονικὰ καὶ ῥέοντα σχετικῆς διαθέσεως οὖσαν γεννητικήν, ἤγουν τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐμπαθοῦς ἐνεργείας, ὡς Σαοὺλ τέκνα καὶ ἔκγονα, διὰ τῆς φυσικῆς, ὡς ἐν ὄρει, τῇ τῶν θείων ἀναγωγῇ λογίων, ἀφανίσαι θεωρίας, εἴπερ ἐμφορηθῆναι θείας ἐφιέμεθα χάριτος. Εἰ γὰρ ἐπὶ Σαοὺλ ἡ ἀδικία, κατὰ τὸν θεῖον χρησμόν, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, ὑπὲρ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας, δῆλον ὡς ἀδικεῖ τὴν ἀλήθειαν ὅ τε νόμος κατὰ μόνον τὸ γράμμα νοούμενος καὶ ὁ τῶν Ἰουδαίων λαὸς καὶ εἴ τις ἐκείνων ὑπάρχει κατὰ διάνοιαν μιμητής—τοῦτον γὰρ οἶδεν ὁ λόγος οἶκον εἶναι Σαούλ—, μόνῳ τῷ γράμματι περιγράφων τοῦ νόμου τὴν δύναμιν καὶ μὴ δεχόμενος πρὸς τὴν φανέρωσιν τῆς μυστικῶς ἐγκεκρυμμένης τῷ γράμματι γνώσεως τὴν φυσικὴν θεωρίαν, μέσην ὑπάρχουσαν τύπων καὶ ἀληθείας, τῶν μὲν τοὺς ἀγομένους ἀπάγουσαν, πρὸς δὲ τὴν ἐπανάγουσαν, ἀλλ᾽ οἷον ταύτην πάμπαν ἀρνούμενος καὶ τῆς τῶν θείων αὐτὴν ἔξω ποιούμενος μυσταγωγίας.
Ταύτην τοιγαροῦν χρὴ τὴν σωματικὴν τοῦ νόμου καὶ πρόσκαιρον ἐκδοχήν, ὡς ὑπὸ χρόνον καὶ ῥέουσαν, ἀποκτέννειν διὰ τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς γνώσεως, τοὺς τῶν θείων ἐπιμελητὰς θεαμάτων. «Καὶ ἐκάλεσε» γάρ, φησίν, «Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσατε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· δότε ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς Μερόβ, θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου. Καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπὶ τὸ αὐτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν ἀρχῇ θερισμοῦ κριθῶν».
Ποῦ κατὰ τὴν ἱστορίαν εὑρίσκομεν ὡς ἠφάνισαν τὸν Σαοὺλ οἱ Γαβαωνῖται τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, τοῦ υἱοῦ Ἰωνάθαν, υἱοῦ Σαούλ, Μαριβαὰλ παρὰ τῷ βασιλεῖ Δαβὶδ διασωθέντος καὶ ἄλλων πολλῶν τῆς συγγενείας Σαούλ, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων; Πῶς δέ, τοὺς ἐκ τοῦ σπέρματος αὐτοῦ λαβόντες ἑπτὰ ἄνδρας, αὐτόν, εἶπον, ἀφανίσομεν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, πρὸ τούτου πολλοὺς ἀποθανόντα χρόνους; Ἀλλ᾽ ὡς ἔοικε, παρεμίγη τῷ ῥητῷ τῆς ἱστορίας τὸ παράλογον, ἵνα τὸ τῆς διανοίας ἀληθὲς τῶν γεγραμμένων ζητήσωμεν. Οὐκοῦν τὸν σωματικὸν νοῦν τῆς Γραφῆς, τουτέστι τὸν Σαούλ, ἀφανίζει παντελῶς ἐκ παντὸς ὁρίου Ἰσραὴλ ὁ πράξει διὰ τῆς φυσικῆς θεωρίας, ὡς διά τινων Γαβαωνιτῶν, ἀποκτέννων τὴν γεννωμένην ἐκ τοῦ γραπτοῦ νόμου πρὸς τὴν ἄστατον ὕλην καὶ ῥέουσαν τῇ ψυχῇ φιλήδονον σχέσιν καὶ φιλοσώματον, κατασφάττων, ὡς τέκνα τοῦ Σαοὺλ καὶ ἔκγονα, τὴν χαμαίζηλον τοῦ νόμου διάνοιαν διὰ μέσης τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς γνώσεως, καὶ φανερὰν ποιούμενος ἐνώπιον Κυρίου, δι᾽ ἐξομολογήσεως δηλαδή, τὴν πρὸς σῶμα τοῦ νόμου προτέραν ἐκδοχήν.
Τοῦτο γὰρ «ἐξηλιάσαι» νοεῖσθαι δύναται τοῖς φιλομαθέσιν ἔναντι Κυρίου· καὶ ἐξηλίασαν αὐτούς, φησίν, ἐν τῷ ὄρει ἔναντι Κυρίου, εἰς φῶς ἀγαγόντες, διὰ τῆς γνώσεως δηλαδή(27), τὴν κατὰ τὸ γράμμα πεπλανημένην τοῦ νόμου πρόληψιν. Πᾶς γὰρ ἀποκτείνας τὴν σωματικὴν τοῦ νόμου διάνοιαν τὸ γράμμα τοῦ νόμου σαφῶς ἀπέκτεινε καὶ ἠφάνισεν, «τοῦ μὴ ἑστάναι ἐν παντὶ ὁρίῳ Ἰσραήλ»(28), τουτέστιν ἐν παντὶ μυστικῷ τρόπῳ τε καὶ λόγῳ πνευματικῆς θεωρίας. Εἰ γὰρ Ἰσραὴλ ‘νοῦς ὁρῶν Θεὸν’ ἑρμηνεύεται, δῆλον ὡς τὸ σωματικὸν τοῦ νόμου καθάπαξ ἐν οὐδενὶ τρόπῳ πνευματικῆς θεωρίας ὑφέστηκε τοῖς τὸ πνεῦμα προτιμῶσι τοῦ γράμματος, εἴπερ «Πνεῦμα», κατὰ τὸ γεγραμμένον, «ἐστὶν ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ Ἀληθείᾳ δεῖ προσκυνεῖν», ἀλλ᾽ οὐ γράμματι· «τὸ γράμμα γὰρ ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ». Διὸ χρὴ τὸ ἀποκτέννειν πεφυκὸς ἀποκτείνεσθαι Πνεύματι ζωοποιῷ· συνυπάρχειν γὰρ κατ᾽ ἐνέργειαν ἀλλήλοις ἅμα κατὰ τὸ αὐτὸ τὸ σωματικὸν τοῦ νόμου καὶ τὸ θεῖον(29), ἤγουν τὸ γράμμα καὶ τὸ πνεῦμα, παντελῶς ἀμήχανον, ὅτι μηδὲ συμφωνεῖν πέφυκε τῷ παρεχομένῳ κατὰ φύσιν ζωὴν τὸ ταύτην ἀφαιρεῖσθαι δυνάμενον.
Οὐκοῦν κατὰ μὲν τὴν ἱστορίαν τοῦτον λαμβάνοντες τὸν τόπον οὐχ εὑρίσκομεν τὴν Γραφὴν ἀληθεύουσαν. Ποῦ γὰρ ἠφάνισαν οἱ Γαβαωνῖται τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ, πολλῆς μετὰ τοῦτο συγγενείας τοῦ Σαοὺλ εὑρισκομένης ἐν τῷ λαῷ; Κατὰ δὲ τὴν θεωρίαν νοοῦντες σαφῶς εὑρίσκομεν ὅτι διὰ μέσης τῆς φυσικῆς θεωρίας ἐν τῷ ὕψει τῆς γνώσεως ὁ γραπτὸς παντελῶς ἀπογίνεται νόμος, ἤγουν ὁ σωματικὸς ἐν τοῖς συμβόλοις κατὰ τὴν λατρείαν θεσμός. Ποῦ γὰρ ἔτι στήσεται περιτομὴ σαρκός, νοουμένου τοῦ νόμου πνευματικῶς; ποῦ τὰ σάββατα καὶ τῶν μηνῶν αἱ ἀρχαί; ποῦ τῶν ἑορτῶν αἱ πανηγύρεις; ποῦ τῶν θυσιῶν καὶ τῆς ἀργίας τῆς γῆς καὶ τῆς λοιπῆς τοῦ νόμου κατὰ τὴν σωματικὴν λατρείαν ἡ παράδοσις; Οἴδαμεν γάρ, φυσικῶς ἐπιβάλλοντες τοῖς πράγμασιν(30), ὡς οὐκ ἔστι τελειότης ἡ τῆς ἐκ Θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαίρεσις—οὐ γὰρ ποιεῖ τελειότητα φύσις διὰ τέχνης κολοβουμένη καὶ διὰ περινοίας ἀποτιθεμένη τὸ προσὸν αὐτῇ θεόθεν κατὰ λόγον δημιουργίας—, ἵνα μὴ τὴν τέχνην Θεοῦ πρὸς βεβαίωσιν δικαιοσύνης ἰσχυροτέραν εἰσάγωμεν καὶ τὴν περινενοημένην τῆς φύσεως ἔλλειψιν ἀναπληρωτικὴν ποιώμεθα τῆς ἐν δικαιοσύνῃ κατὰ τὴν δημιουργίαν ἐλλείψεως, ἀλλ᾽ ἐκ τῆς τοπικῆς τοῦ περιτεμνομένου μορίου θέσεως διδασκώμεθα ποιεῖσθαι γνωμικῶς τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς διαθέσεως, καθ᾽ ἣν μᾶλλον τῇ φύσει συντρέχειν ἡ γνώμη ῥυθμίζεται, τὸν ἐμπαθῆ τῆς ἐπικτήτου γενέσεως νόμον διορθουμένη.
Περιτομὴ γάρ ἐστι μυστικὴ(31) τῆς ἐμπαθοῦς κατὰ νοῦν περὶ τὴν ἐπείσακτον γένεσιν σχέσεως παντελὴς περιαίρεσις. Τὸ δὲ Σάββατον(32) τελεία παθῶν ἐστιν ἀπραξία καὶ τῆς περὶ τὰ πεποιημένα καθολικὴ τοῦ νοῦ παῦλα κινήσεως καὶ πρὸς τὸ θεῖον τελεία διάβασις· ἐν ᾧ τὸν δι᾽ ἀρετῆς καὶ γνώσεως κατὰ τὸ θεμιτὸν ἀφικόμενον οὐ δεῖ, καθάπερ ξύλα, τὴν οἱανοῦν παντελῶς ὕλην ἐξαπτικὴν ἐνθυμεῖσθαι παθῶν, οὔτε μὴν φύσεως τὸ παράπαν ἀναλέγεσθαι λόγους, ἵνα μὴ πάθεσιν ἡδόμενον ἢ φύσεως ὅροις μετρούμενον κατὰ τοὺς Ἕλληνας τὸν Θεὸν δογματίζωμεν, ὅνπερ ἡ τελεία μόνη κέκραγε σιγὴ(33) καὶ ἡ παντελὴς καθ᾽ ὑπεροχὴν ἀγνωσία παρίστησιν. Τὰς δὲ νεομηνίας εἶναί φαμεν(34) τοὺς ἐν τῷ δρόμῳ τῶν κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἡμερῶν διαφόρους φωτισμούς· οἷς προτροπάδην ἅπαντας ἐνδιαθέοντες τοὺς αἰῶνας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου πληροῦμεν τῷ τῆς χρηστότητος στεφάνῳ κοσμούμενον. Στέφανος δὲ χρηστότητός ἐστι(35) πίστις καθαρά, λίθων τιμίων δίκην ταῖς τῶν δογμάτων ὑψηγορίαις καὶ λόγοις διηνθισμένη πνευματικοῖς, καὶ νοήμασι τὸν θεοφιλῆ, καθάπερ κεφαλήν, διασφίγγουσα νοῦν· ἢ μᾶλλον, στέφανος πάλιν χρηστότητός ἐστιν(36) αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῇ ποικιλίᾳ τῶν κατὰ πρόνοιαν καὶ κρίσιν τρόπων, ἤγουν ἐγκρατείᾳ τῶν ἑκουσίων(37) καὶ ὑπομονῇ τῶν ἀκουσίων παθῶν, ὡς κεφαλὴν τὸν νοῦν περιγράφων καὶ τῇ μετοχῇ τῆς κατὰ τὴν θέωσιν χάριτος αὐτὸν ἑαυτοῦ τὸν νοῦν ποιῶν ὡραιότερον.
Τῶν ἑορτῶν δὲ τὴν μὲν πρώτην(38) πρακτικῆς εἶναι φιλοσοφίας σύμβολον, πρὸς ἀρετήν, ὡς ἀπ᾽ Αἰγύπτου, τῆς ἁμαρτίας, τοὺς ὑπ᾽ αὐτῆς κρατουμένους διαβιβάζουσαν, τὴν δευτέραν(39) δὲ τῆς ἐν πνεύματι φυσικῆς τύπον ὑπάρχειν θεωρίας, τὴν περὶ τῶν ὄντων εὐσεβῆ δόξαν, ὡς ἀπαρχὴν θέρους, τῷ Θεῷ προσκομίζουσαν, τὴν δὲ τρίτην θεολογίας εἶναι μυστήριον(40), τὴν πάντων τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων γνωστικὴν ἕξιν καὶ τὴν κατ᾽ οἰκονομίαν τοῦ σαρκωθέντος Λόγου παντελῆ διὰ τῆς χάριτος ἀναμαρτησίαν καὶ τὴν ἐπ᾽ αὐταῖς ἐν τῷ ἀγαθῷ τελείαν καὶ ἀθάνατον ἀτρεψίαν περιέχουσαν, ὡς σαλπίγγων καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας ποιητικήν.
Ταύτην ἔχω τέως, κατὰ μίαν ἐπιβολήν, ἐκ τῆς τῶν ἡμερῶν τιμῆς τὴν ὑπόνοιαν. Οὐ γὰρ δὴ τιμᾶσθαι θέλων ὁ Θεὸς ἡμέρας ὑπὸ τῶν ἀνθρώπων προσέταξε τιμηθῆναι τό τε Σάββατον καὶ τὰς νεομηνίας καὶ τὰς ἑορτάς—οὕτω γὰρ ἂν λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα κατὰ νόμον ἐντολῆς ἐξεδίδαξεν(41) οἰομένους σεπτὰς εἶναι φύσει τὰς ἡμέρας καὶ διὰ τοῦτο προσκυνητάς—, ἀλλ᾽ Ἑαυτὸν τιμᾶσθαι συμβολικῶς διὰ τῶν ἡμερῶν παρεδήλωσεν. Αὐτὸς γάρ ἐστι Σάββατον μέν(42), ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων ἀνάπαυσις καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις, Πάσχα δέ(43), ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας, Πεντηκοστὴ δέ(44), ὡς ἀρχὴ καὶ τέλος τῶν ὄντων καὶ Λόγος, ᾧ τὰ πάντα φύσει συνέστηκεν. Εἰ γὰρ μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος περίοδον ἐστιν ἡ πεντηκοστή, πενταδικὴ δὲ σαφῶς ὑπάρχει δεκὰς ἡ πεντηκοστή, προδήλως ἄρα τῶν ὄντων ἡ φύσις, κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα πενταδικὴ διὰ τὰς αἰσθήσεις, μετὰ τὴν φυσικὴν τοῦ χρόνου καὶ τῶν αἰώνων διάβασιν ἐν τῷ Θεῷ ἔσται τῷ κατὰ φύσιν ἑνί, μὴ δεχομένη πέρας ἐν ᾧ παντελῶς οὐκ ἔστι διάστασις.
Φασὶ γάρ τινες εἶναι δεκάδα τὸν Λόγον, ὡς πρόνοιαν κατὰ πρόοδον τῇ δεκάδι τῶν ἐντολῶν πλατυνόμενον· ὁπηνίκα δὲ συναφθῇ τῷ Λόγῳ κατὰ χάριν ἡ φύσις, οὐκ ἔσται τὰ 'ὧν οὐκ ἄνευ', τῆς τῶν φύσει κινουμένων ἀλλοιωτῆς ἀπογενομένης κινήσεως. Δεῖ γὰρ τὴν πεπερασμένην στάσιν, ἐν ᾖ γίνεσθαι πέφυκεν ἐξ ἀνάγκης κατ᾽ ἀλλοίωσιν τῶν κινουμένων ἡ κίνησις, δέξασθαι τέλος τῇ παρουσίᾳ τῆς ἀπεράντου στάσεως, ἐν ᾗ παύεσθαι πέφυκε τῶν κινουμένων ἡ κίνησις. Ἐν ᾧ γὰρ πέρας κατὰ φύσιν ἐστίν, καὶ ἀλλοιωτὴ πάντως ἡ τῶν ἐν αὐτῷ καθέστηκε κίνησις· ἐν ᾧ δὲ πέρας κατὰ φύσιν οὐκ ἔστιν, οὐδεμία παντελῶς ἀλλοιωτὴ τῶν ἐν αὐτῷ γνωσθήσεται κίνησις. Οὐκοῦν ὁ μὲν κόσμος τόπος ἐστὶ πεπερασμένος καὶ στάσις περιγεγραμμένη, ὁ δὲ χρόνος περιγραφομένη καθέστηκε κίνησις· ὅθεν καὶ ἀλλοιωτὴ τῶν ἐν αὐτῷ καθέστηκεν ἡ κατὰ τὴν ζωὴν κίνησις.
Ὁπηνίκα δὲ τὸν τόπον διελθοῦσα καὶ τὸν χρόνον κατ᾽ ἐνέργειάν τε καὶ ἔννοιαν ἡ φύσις, ἤγουν τὰ 'ὧν οὐκ ἄνευ', τουτέστι τὴν πεπερασμένην στάσιν καὶ κίνησιν, ἀμέσως συναφθῇ τῇ προνοίᾳ, λόγον εὑρίσκει τὴν πρόνοιαν κατὰ φύσιν ἁπλοῦν καὶ στάσιμον καὶ μηδεμίαν ἔχοντα πάντῃ περιγραφὴν καὶ διὰ τοῦτο παντελῶς οὔτε κίνησιν. Διόπερ ἐν μὲν τῷ κόσμῳ ὑπάρχουσα χρονικῶς ἡ φύσις ἀλλοιωτὴν ἔχει τὴν κίνησιν διὰ τὴν τοῦ κόσμου πεπερασμένην στάσιν καὶ τὴν καθ᾽ ἑτεροίωσιν τοῦ χρόνου φοράν, ἐν δὲ τῷ Θεῷ γινομένη, διὰ τὴν φυσικὴν τοῦ ἐν ᾧ γέγονε μονάδα, στάσιν ἀει κίνητον ἕξει καὶ στάσιμον ταυτοκινησίαν, περὶ τὸ ταὐτὸν καὶ ἓν καὶ μόνον ἀϊδίως γινομένην, ἣν οἶδεν ὁ λόγος ἄμεσον εἶναι περὶ τὸ πρῶτον αἴτιον τῶν ἐξ αὐτοῦ πεποιημένων μόνιμον ἵδρυσιν.
Πεντηκοστῆς οὖν ἐστι τὸ μυστήριον ἡ πρὸς τὴν πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις, ἤγουν ἡ πρὸς τὸν Λόγον κατὰ τὴν τῆς προνοίας ἐπίνοιαν τῆς φύσεως ἕνωσις, καθ᾽ ἣν οὐδεμία τὸ παράπαν ἐστὶ χρόνου καὶ γενέσεως ἔμφασις. Σάλπιγξ δὲ πάλιν(45) ἡμῶν ἐστιν ὁ Λόγος, ὡς τὰς θείας καὶ ἀρρήτους ἡμῖν ἐνηχούμενος γνώσεις, ἱλασμὸς δέ, ὡς ἐν ἑαυτῷ τὰ ἡμέτερα, καθ᾽ ἡμᾶς γενόμενος, διαλύων ἐγκλήματα καὶ τῇ δωρεᾷ τῆς χάριτος ἐν Πνεύματι τὴν ἁμαρτήσασαν φύσιν θεοποιῶν, σκηνοπηγία δέ, ὡς τῆς ἡμῶν κατὰ τὴν θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πῆξις καὶ τῆς πρὸς ἀθανασίαν μεταποιήσεως συνεκτικὸς ὑπάρχων δεσμός.
Σφαγαῖς δὲ ζῴων ἀλόγων(46) καὶ ῥαντισμοῖς αἱμάτων ἡδόμενον τὸν Θεὸν καὶ οἷον τῆς θεραπείας μισθὸν τὴν τῶν ἁμαρτημάτων παρεχόμενον τοῖς προσφέρουσιν ἄφεσιν, τῇ Γραφῇ φυσικῶς ἐπιβάλλοντες, οὐ πιστεύομεν, ἵνα μὴ Θεὸν ἐμπαθῆ λάθωμεν σέβοντες, ὡς ἐμπαθῶς ἐκείνων διὰ πολλῆς ἐφιέμενον τῆς σπουδῆς, περὶ ἅ, κἂν ἀνθρώπους περιπαθῶς ἔχοντας θεωρήσωμεν, ὡς ἀκολάστους καὶ ἀκρατεῖς διαβάλλομεν. Θυσίας γὰρ πνευματικὰς εἶναι γινώσκομεν(47) οὐ μόνον τὴν τῶν παθῶν νέκρωσιν σφαττομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ, καὶ πάσης τῆς ἐν σαρκὶ ζωῆς, ὡς αἵματος, τὴν κατὰ πρόθεσιν ἔκχυσιν, ἀλλὰ καὶ τῶν κατὰ φιλοσοφίαν ἠθῶν καὶ πασῶν τῶν κατὰ φύσιν δυνάμεων προσαγωγήν, ἀφιερουμένων Θεῷ καὶ τῷ πυρὶ τῆς ἐν Πνεύματι χάριτος πρὸς τὴν θείαν λῆξιν ὁλοκαυτουμένων.
Οὕτως ἕκαστον τῶν ἐμφερομένων τῇ Γραφῇ συμβόλων φυσικῶς ἐποπτεύοντες, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς μυστικῆς θεωρίας, καθάπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν χρονικὴν ἀποκτέννομεν καὶ πρόσκαιρον τοῦ νόμου παράδοσιν, καὶ ἀφανίζομεν τὸν Σαούλ, τουτέστι τὸν ἐν μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς χοϊκὸν νοῦν, «τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ», τουτέστι τρόπῳ θεωρίας πνευματικῆς. Οὗτος γὰρ ζῶν ἐπ᾽ ἀληθείας συντελεῖ καὶ διώκει(48) καὶ ἀπόλλυσι, σαρκὶ μόνῃ τὸν νόμον περιγράφων, τοὺς κατὰ φύσιν λόγους καὶ λογισμούς, τιμῶν ὡς θεῖα τὰ πάθη τῆς ἀτιμίας ἅπερ οἱ κατὰ φύσιν λογισμοί, λαμβάνοντες ἄδειαν ὑπὸ τοῦ νόμου τοῦ Πνεύματος, ἀποκτέννουσιν ἐπὶ τὸ αὐτὸ καὶ θανατοῦσιν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν ἐστιν ἡ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν μετά τινος συμμέτρου λόγου τῶν ἀρετῶν συλλογή, καθ᾽ ἣν τὸ γεῶδες τῶν Γραφῶν ἀποκτέννεσθαι πέφυκε καὶ πᾶν χοϊκὸν παντελῶς ἀφανίζεσθαι κίνημα. Ἅμα γάρ τις τὴν τῶν ἀρετῶν λογικῶς μετέλθοι φιλοσοφίαν(49), ἅμα καὶ τὴν τῶν Γραφῶν πρὸς τὸ Πνεῦμα φυσικῶς μετήνεγκεν ἐκδοχήν, ἐν καινότητι πνεύματος πρακτικῶς διὰ τῶν ὑψηλῶν θεωρημάτων τῷ Θεῷ λατρεύων, καὶ οὐ παλαιότητι γράμματος διὰ τῆς κατ᾽ αἴσθησιν πρὸς σῶμα ταπεινοτέρας τοῦ νόμου παραδοχῆς τροφεὺς παθῶν κατὰ τοὺς Ἰουδαίους γινόμενος καὶ ἁμαρτίας θεραπευτής.
Πράξει γὰρ χρὴ διὰ τῶν κατὰ φύσιν λογισμῶν τὴν ἐμπαθῆ καὶ σωματικὴν τοῦ νόμου διάνοιαν διαχειρίζεσθαι, καθὼς ὁ τῆς Γραφῆς ὑφηγεῖται λόγος, φάσκων· Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μερόβ, τῆς θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν. Χείρ ἐστι τῶν Γαβαωνιτῶν(50) ἡ κατ᾽ ἀρετὴν πρᾶξις τῶν φυσικῶν λογισμῶν, δι᾽ ἧς οἱ υἱοὶ Ῥεσφᾶς, Ἑρμονθὶ καὶ Μεμφιβοσθέ, τουτέστιν ἡ ἐκ τῆς ἐν μόνῃ τῇ προφορᾷ τοῦ λόγου σωματικῆς τοῦ νόμου διδαχῆς γεννωμένη τῶν παθῶν ἐνέργεια καὶ ἡ τῶν λογισμῶν ἀκόλαστος κίνησις, ἀποκτέννονται, πρὸς δὲ καὶ οἱ πέντε υἱοὶ τῆς Μερόβ, τουτέστιν οἱ ἐκ τῆς τρυφῆς γεννώμενοι κατὰ τὴν παρὰ φύσιν τῆς ἐνεργείας χρῆσιν ἀκόλαστοι πέντε τρόποι τῶν πέντε αἰσθήσεων· οὓς ἀποκτέννειν ἐπὶ τὸ αὐτὸ πέφυκεν, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς πνευματικῆς θεωρίας, ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ὅπερ ἐστὶν ἐν προοιμίοις τῆς κατ᾽ ἀρετὴν πράξεως ἢ τῆς κατὰ φύσιν εὐσεβοῦς θεωρίας, πᾶς νοῦς κατὰ Θεὸν ὑψηλὸς καὶ μετέωρος, κατὰ τὸ αὐτὸ τήν τε τῶν παθῶν κατασφάττων ἐνέργειαν καὶ τὴν τῶν λογισμῶν ἀσχήμονα κίνησιν, πρὸς δὲ καὶ τοὺς κατὰ παράχρησιν τῆς τῶν αἰσθήσεων ἐνεργείας ἀκολάστους τρόπους.
«Καὶ ἔπεσον», φησίν, «ἐπὶ τὸ αὐτὸ οἱ ἑπτά, καὶ ἐθανατώθησαν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφά, θυγάτηρ Ἔα, τὸν σάκκον καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ». Ῥεσφά, καθὼς ἔφην, ἔστιν ἑρμηνευομένη ‘δρόμος στόματος,’ ὅπερ ἐστὶν ἡ κατὰ μόνην τοῦ λόγου τὴν προφορὰν σωματικὴ τοῦ νόμου διδαχή· <ἣ> μετὰ τὸν θάνατον τῶν ἐξ αὐτῆς γεννωμένων παθῶν καὶ τὴν φανέρωσιν τὴν ἐν τῷ ὕψει γενομένην τῆς φυσικῆς θεωρίας(51) ἐν τῇ τοῦ καθ᾽ ἕκαστον καρδίᾳ τῶν αὐτῇ προκατειλημμένων, καθάπερ σάκκον, τὴν μετάνοιαν στρώννυσιν ἐπὶ τὴν πέτραν, λέγω δὲ τὸν λόγον τῆς κατὰ Χριστὸν πίστεως, τῶν ἐν Πνεύματι διὰ τῆς μετανοίας κατὰ Χριστὸν ἐπιμελουμένη θεσμῶν, ἔχουσα κατ᾽ ὀφθαλμοὺς ἡμέρας καὶ νυκτὸς διὰ τῆς μνήμης, ὡς τέκνα, τὴν ἐν σαρκὶ τοῦ νόμου προτέραν ἀγωγήν, ἕως στάξουσιν ὕδατα Θεοῦ ἐξ οὐρανοῦ, τουτέστιν ἕως καταπεμφθῶσιν αἱ θεῖαι τῶν Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας(52), αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἀνανεωτικαὶ δὲ τῶν ἀρετῶν. Πέφυκε γὰρ ἡ τοῦ νόμου μάθησις, πρὸς Χριστόν, τὴν ἀληθῆ καὶ στερρὰν πέτραν, διὰ τῆς μετανοίας προσχωροῦσα, τὸν θεῖον τῆς πνευματικῆς τῶν Γραφῶν γνώσεως ὑετὸν ὑποδέχεσθαι, κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως Δαβίδ, τουτέστι τοῦ ‘ἰσχυροῦ τὴν ὅρασιν’ νοῦ. Φησὶ γάρ· «καὶ ἐποίησε πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα».
Οὐκοῦν ἡ τῶν θείων Γραφῶν μάθησις, κατὰ τὴν ἐντολὴν Δαβὶδ τοῦ βασιλέως, τουτέστι τοῦ πνευματικοῦ νόμου ἢ τοῦ ἰσχυροῦ τὴν ὅρασιν νοῦ, διὰ μέσης τῆς μετανοίας, ἧς ὁ σάκκος ὑπάρχει σύμβολον, κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν ἐπὶ τὴν πέτραν, ἤγουν τὸν Χριστόν, μεταφερομένη, τὸν θεῖον ἐκκαλεῖσθαι τῆς γνώσεως πέφυκεν ὑετὸν ἐπακοῦσαί τε τὸν Θεὸν τῇ γῇ τῆς καρδίας εἴωθε δυσωπεῖν καὶ δοῦναι θείους χαρισμάτων ὄμβρους καὶ τῶν ἐν δικαιοσύνῃ καρπῶν χορηγῆσαι τὴν ἀφθονίαν καὶ λῦσαι, καθάπερ λιμόν, τὴν προλαβοῦσαν τῶν θείων ἀγνωσίαν καὶ ποιῆσαι χώραν πλήρη τῶν πνευματικῶν ἀγαθῶν τὴν ψυχήν, σίτῳ βρίθουσαν καὶ οἴνῳ καὶ ἐλαίῳ, τῷ μέν, ὡς λόγῳ πρακτικῆς γνώσεως, στηριζομένην(53), τῷ δέ, ὡς θείῳ πόθῳ καὶ ἀνανεωτικῷ τῆς κατ᾽ ἔφεσιν πρὸς Θεὸν ἐρωτικῆς ζέσεως, εὐφραινομένην(54), τῷ δέ, ὡς λείῳ καὶ ὁμαλῷ(55) καὶ διαυγεῖ καὶ φωτιστικῷ καὶ παντὸς γεώδους ἐλευθέρῳ κινήματος τῆς ἀπαθείας τρόπῳ τε καὶ λόγῳ, τὸ πρόσωπον ἱλαρυνομένην τῶν ἀρετῶν(56).
Ἀλλὰ καὶ ἡμεῖς κατὰ τὸν μέγαν Δαβὶδ ἀφανίσωμεν τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ, τουτέστι τὸν γεώδη καὶ σωματικὸν τοῦ νόμου θεσμόν, ἤγουν τὸν ἰουδαϊκὸν τῆς λατρείας τρόπον ἢ τὸν ἐν μόνῳ τῷ ῥητῷ πρόχειρον τῆς ὅλης Γραφῆς καὶ σωματικώτερον νοῦν, ἐκ παντὸς τρόπου θεωρητικῆς μυσταγωγίας, καὶ μετέλθωμεν πρὸς τὴν πνευματικὴν τῶν νοουμένων ἐκθέωσιν, καὶ περιποιησώμεθα τοὺς Γαβαωνίτας, τουτέστι τοὺς κατὰ φύσιν τῶν ὄντων λόγους, οὓς ἀπαθεῖς διετήρησεν ὁ ἀληθινὸς κληροδότης τῶν θείων ἐπαγγελιῶν Ἰησοῦς, δι᾽ οὕς, ἀναιρουμένους ὑπὸ Σαούλ, τὸν θεῖον ἀνέσχε τῆς μυστικῆς γνώσεως ὑετὸν ὁ Θεός, καὶ ἀποκτείνωμεν δι᾽ αὐτῶν τῶν Γαβαωνιτῶν, τῆς φυσικῆς δηλαδὴ θεωρίας, ὥσπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν ἐμπαθῆ τοῦ νόμου πρόσυλόν τε καὶ χρονικὴν ἐκδοχήν, ἣν τίκτειν πέφυκεν ἡ Ῥεσφά, ‘στόματος’ ὑπάρχουσα ‘δρόμος,’ ὅπερ ἐστὶν ἡ σωματικὴ τοῦ νόμου μάθησις, καὶ ἡ Μερόβ, ‘πλησμονὴ φάρυγγος’ ἑρμηνευομένη, τουτέστιν ἡ τρυφὴ τῆς γαστρός, ἡ μὲν τὸν Μεμφιβοσθὲ τίκτουσα καὶ τὸν Ἑρμονθί, τὸν μὲν ‘αἰσχύνη στόματος’ ἑρμηνευόμενον, τὸν δὲ ‘ἀνάθεμα αὐτῶν,’ ἤγουν τὴν ἕξιν τῶν παθῶν καὶ τὴν ἐνέργειαν, ἡ δὲ τοὺς πέντε υἱοὺς τῷ Ἐσδριήλ, τῷ θεωρητικῷ δηλαδὴ τῆς ψυχῆς μέρει, τοὺς κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόπους τῶν ἐν ἡμῖν αἰσθήσεων· οὓς διὰ τῆς φυσικῆς ἀναιροῦντες θεωρίας ὠργισμένον τὸν Θεὸν ἱλεούμεθα, πρὸς τὸ πνεῦμα μετενεχθέντες ἀπὸ τοῦ γράμματος, καὶ τοὺς θείους ἐκκαλούμεθα τῆς γνώσεως ὄμβρους, καὶ τῶν ἐξ αὐτῆς δαψιλῶς τῆς δικαιοσύνης καρπῶν ἀπολαύομεν. Τὸ γὰρ γράμμα τοῦ νόμου, καθάπερ τινὰ Σαούλ, ἢ τὴν ἐκ τοῦ γράμματος γεννωμένην πρόσυλον ἐκδοχὴν τοῖς χοϊκοῖς τὴν διάνοιαν, ὡς τέκνα Σαοὺλ καὶ ἔκγονα, διὰ μέσης τῆς φυσικῆς θεωρίας πρὸς τὸ ὕψος τῆς πνευματικῆς μυσταγωγίας ἀναγαγόντες, πᾶν σωματικὸν τοῦ νόμου καὶ πρόσκαιρον νόημα καί, κυριώτερον εἰπεῖν, χοϊκὸν ἀποκτείνωμεν· εἴπερ καὶ ἡμεῖς μετὰ τοῦ Θεοῦ τὸν Σαοὺλ μεμισήκαμεν, καὶ ἐξουδενώκαμεν αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ, ἤγουν τὸν κατὰ σάρκα προφανῆ τῆς Γραφῆς τρόπον, τουτέστι τὸν Ἰουδαϊσμόν, ἀπωσάμεθα τοῦ μὴ βασιλεύειν πρὸς σαρκὸς δουλείαν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως.
Δεῖ γὰρ τὸν Σαούλ, ἤγουν τὸν σωματικὸν τοῦ νόμου θεσμόν, μισηθῆναι(57) καὶ ἀπωσθῆναι τῆς βασιλείας, ὡς τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὰ πίονα τῶν ποιμνίων καὶ βουκολίων καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν, τὰ τοῦ θυμοῦ λέγω καὶ τῆς ἐπιθυμίας ὑπεκκαύματα καὶ τὰ ποιητικὰ τῆς τρυφῆς αἴτια, περιποιούμενον καὶ αὐτὸν ζῶντα τὸν Ἀγὰγ πρὸς τὴν γῆν μεταφέροντα τῆς ἐπαγγελίας, τουτέστι τὸν μόσχον, ἤγουν τὸ χοϊκὸν φρόνημα τῆς σαρκὸς εἰς τὸν τῆς θείας ἐπιγνώσεως τόπον, λέγω δὴ τὴν καρδίαν. ‘Μόσχος’ γὰρ ὁ Ἀγὰγ ἑρμηνεύεται, μόσχος ἐκεῖνος τυχόν, ὃν ὁ μῶρος καὶ ἀσύνετος Ἰσραὴλ(58) κατὰ τὴν ἔρημον χωνεύσας ἐθεοποίησε καὶ τῆς θείας θεραπείας τὴν ἡδονὴν τῆς γαστρὸς προετίμησεν· ὅντινα μόσχον Μωυσῆς ἀφανίζει καὶ Σαμουήλ, ὁ μὲν λεαίνων καὶ διασπείρων ὑπὸ τὸ ὕδωρ, ὁ δὲ μαχαίρᾳ πνευματικῇ κατασφάττων, τουτέστιν ἡ ζῶσα καὶ ἐνεργὴς τοῦ ἁγίου βαπτίσματος χάρις—τοῦτο γὰρ Μωυσῆς—καὶ ἡ διὰ τῶν ἐντολῶν ὑπακοὴ τοῦ Θεοῦ—τοῦτο γὰρ Σαμουήλ—· Μωυσῆς γὰρ ‘ὕδωρ’ ἑρμηνεύεται ‘σπαῖρον’ καὶ Σαμουὴλ ‘ὑπακοὴ Θεοῦ,’ ὅπερ ἐστὶ πίστις ἀληθὴς καὶ βίος ὁ ἔνθεος.
Οὐκοῦν τὸ κράτος τῆς ἁμαρτίας, ἤγουν τὸ φρόνημα τῆς σαρκός, ἡ χάρις ἀφανίζειν πέφυκε τοῦ ἁγίου βαπτίσματος καὶ ἡ κατ᾽ ἐνέργειαν ὑπακοὴ τῶν θείων ἐντολῶν ἀποκτέννειν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ἤγουν τῷ ῥήματι τῆς θείας ἐν πνεύματι γνώσεως, βοῶσα μυστικῶς πρὸς τὸ πάθος τῆς ἁμαρτίας, ὡς ὁ μέγας πρὸς τὸν Ἀγὰγ Σαμουήλ· «καθὼς ἠτέκνωσε γυναῖκας ἡ μάχαιρά σου, ἀτεκνωθήσεται σήμερον ἐκ γυναικῶν ἡ μήτηρ σου». Πολλὰς γὰρ τὸ πάθος τῆς γαστριμαργίας, ὡς ἐν μαχαίρᾳ, τῷ λείῳ τῆς ἡδονῆς λογισμῷ ἠτέκνωσεν ἀρετάς· τῆς μὲν γὰρ σωφροσύνης διὰ τῆς ἀκρασίας ἀποκτέννει τὰ σπέρματα, τῆς δικαιοσύνης δὲ διὰ τῆς πλεονεξίας διαφθείρει τὴν ἰσονομίαν, τῆς φιλανθρωπίας δὲ διὰ τῆς φιλαυτίας τὴν ἐκ φύσεως διατέμνει συνέχειαν, καὶ συντόμως εἰπεῖν(59), πάντων τῶν κατ᾽ ἀρετὴν γεννημάτων ἀναιρετικόν ἐστι τῆς γαστριμαργίας τὸ πάθος. Τοῦτο δὲ μόνη, καθὼς ἔφην, ἀναιρεῖ τὸ πάθος ἥ τε τοῦ βαπτίσματος χάρις καὶ ἡ καθ᾽ ὑπακοὴν Θεοῦ τῶν ἐντολῶν ἀγωγή.
Τὸν οὖν τούτου τοῦ πάθους περιποιητικὸν ἐν γράμματι νόμον μεταμελεῖται χρίσας εἰς βασιλέα τοῦ Ἰσραὴλ ὁ Θεὸς καὶ μεταφέρει τὸ κράτος τῆς βασιλείας καὶ δίδωσι τῷ Δαβίδ, τῷ εὐαγγελικῷ δηλαδὴ καὶ πνευματικῷ νόμῳ, τουτέστι τῷ υἱῷ Ἰεσσαί· ἑρμηνεύεται δὲ Ἰεσσαὶ ‘Θεοῦ ποίησις’. Οὐκοῦν τὸ ἅγιον Εὐαγγέλιον γέννημα τυγχάνει τῆς ποιήσεως, ἤγουν τῆς τοῦ Θεοῦ διὰ σαρκὸς αὐτουργίας, τῆς ἐχούσης εἰς τοὺς ἀπείρους αἰῶνας τὴν βασιλείαν, καθ᾽ ἣν ἔχομεν τὴν ἀγαλλίασιν ἀκατάλυτον καὶ τὴν εὐφροσύνην, ὡς ἡμέραν οὖσαν ἀνέσπερον καὶ ἀτελεύτητον. Φησὶ γάρ· «αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ἡμέραν λέγων τὴν εὐαγγελικὴν χάριν ἢ τὸ μυστήριον αὐτὸ τοῦ ταύτην ποιησαμένου τὴν χάριν, ἐν ᾧ βούλεται πάντας ἡμᾶς, κατὰ τὸν θεῖον Ἀπόστολον, «ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν». Ἡμέρα γὰρ ἀϊδίου φωτός ἐστιν ὁ Χριστός, ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι. Οὗτος γάρ ἐστιν ὁ πεποιημένος ἄνευ σπορᾶς ὑπὸ Θεοῦ μόνος τὸ κατὰ σάρκα, καὶ τῶν κατὰ φύσιν θεσμῶν καινοτομήσας τοὺς νόμους, καὶ κατὰ πρόσωπον πάντων τῶν λαῶν ἡτοιμασμένος, καὶ «φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Ἰσραήλ». Φῶς γάρ ἐστιν ὡς ἀληθῶς ἐθνῶν ὁ Κύριος ἡμῶν(60), ἀποκαλύπτων αὐτοῖς διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας ἐπιμεμυκότας ὀφθαλμοὺς τῆς διανοίας, καὶ θείας ἀγωγῆς πάλιν ἑαυτὸν ἑτοιμάσας(61) τοῖς πιστοῖς λαοῖς ἀγαθὸν ἀρετῆς ἐξεμπλάριον, προσώπου τοῦ κατ᾽ ἀρετὴν ὑπογραμμὸς αὐτοῖς γενόμενος καὶ ὑποτύπωσις· πρὸς ὃν ἀφορῶντες, ὡς ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τὰς ἀρετὰς κατὰ μίμησιν, ὡς ἡμῖν ἐστι δυνατόν, κατορθοῦμεν διὰ τῆς πράξεως.
Ἀλλὰ καὶ «δόξα λαοῦ Ἰσραὴλ» αὐτός ἐστιν ὁ Θεὸς καὶ Λόγος(62), ὡς τῷ θείῳ τῆς γνώσεως φωτὶ διὰ τῆς μυστικῆς θεωρίας καταφαιδρύνων τὸν νοῦν. ῍Η τυχὸν λαούς φησιν ὁ λόγος τοὺς κατὰ φύσιν λόγους(63), πρόσωπον δὲ τούτων τῶν λόγων τὴν ἀληθῆ περὶ τῶν ὄντων ἄπταιστον δόξαν, ἧς ἑτοιμασία σαφῶς πρὸς ἐπίγνωσιν αὐτὸς καθέστηκεν ὁ Λόγος ὡς κτίστης τῆς φύσεως, ἔθνη δὲ τὰ παρὰ φύσιν πάθη(64), ἅπερ ἀποκαλύπτει λανθάνοντα, φῶς δωρούμενος γνώσεως, καὶ παντελῶς ἐξωθεῖται τῆς φύσεως· δόξα δὲ γίνεται τοῦ Ἰσραὴλ ὁ Λόγος(65), ὡς τῶν παρὰ φύσιν παθῶν ἀποκαθαίρων τὸν νοῦν καὶ τοῖς κατὰ φύσιν λόγοις κατακοσμῶν, πρὸς δὲ καὶ τῷ διαδήματι τῆς κατὰ τὴν θέωσιν ἀτρεψίας ἐπισφίγγων. Δόξα γὰρ ἀληθῶς ὑπάρχει τοῦ Ἰσραὴλ ἥ τε τῶν παρὰ φύσιν ἀπαλλαγὴ παθῶν καὶ τῶν κατὰ φύσιν λόγων κατόρθωσις καὶ τῶν ὑπὲρ φύσιν ἐπίκτησις ἀγαθῶν. Ὁ τοῦτον τὸν νοητὸν Δαβὶδ προσδεχόμενος, κἂν φθονῆται ὑπὸ Σαούλ, ἀλλ᾽ οὐχ ἁλίσκεται· ἀλλὰ καὶ τοὐναντίον διὰ πολλὴν φιλανθρωπίαν, ὡς ἀπαθής, καὶ μισούμενος θεραπεύει τῇ κιθάρᾳ τοῦ πνεύματος τὸν ἐχθρὸν πονηρῷ καταπνιγόμενον πνεύματι, καὶ ποιεῖ σώφρονα, λύων αὐτόν, καθάπερ δαίμονος πονηροῦ, τῆς κακῆς τοῦ χοϊκοῦ φρονήματος ἐπιληψίας. Πᾶς γὰρ διὰ φθόνον μισῶν καὶ κακῶς διαθρυλλῶν ταῖς διαβολαῖς τὸν ἐν τοῖς ἀγῶσι τῶν ἀρετῶν καὶ τῇ περιουσίᾳ τοῦ λόγου τῆς πνευματικῆς γνώσεως δυνατώτερον Σαούλ ἐστιν, πονηρῷ καταπνιγόμενος πνεύματι, μὴ φέρων τὸ κλέος τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εὐδαιμονίας τοῦ κρείττονος καὶ διὰ τοῦτο πλέον μαινόμενος, ὅτι μὴ δύναται τὸν εὐεργέτην διαχειρίσασθαι.
Πολλάκις δὲ καὶ αὐτὸν ἀποπέμπεται πικρῶς τὸν φίλτατον Ἰωνάθαν, τὸν ἔμφυτον λέγω κατὰ συνείδησιν λογισμόν, τὸ ἄδικον μῖσος ἐλέγχοντα καὶ τοῦ μισουμένου φιλαλήθως ἀφηγούμενον τὰ κατορθώματα κατὰ τὸν πάλαι καὶ μάταιον ὄντως Σαούλ· πρὸς ὅν φησι Σαμουήλ, ὡς παραβάτην τῶν θείων ἐντολῶν· «μεματαίωταί σοι, ὅτι παρέβης τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι ὁ Θεός». Σαούλ, ὡς προέφην, ἐστὶν ἢ ὁ γραπτὸς νόμος ἢ ὁ κατὰ τὸν γραπτὸν νόμον πολιτευόμενος λαὸς τῶν Ἰουδαίων. Ἀμφοτέρων γὰρ οὕτω χοϊκῶς ἀλλήλοις συμπεπλεγμένων ἀφίσταται τὸ πνεῦμα Κυρίου, ὅ ἐστιν ἡ πνευματικὴ θεωρία καὶ γνῶσις, καὶ ἐπέρχεται πνεῦμα πονηρόν, τουτέστι τὸ ὑλικὸν φρόνημα, ταῖς ἀλλεπαλλήλοις τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ταραχαῖς καὶ δινήσεσι, ὡς ἐπιλήπτους, τῇ ἀστασίᾳ τῶν λογισμῶν καταπνῖγον. Ὅ τε γὰρ νόμος, χοϊκῶς πρὸς μόνον τὸ γράμμα νοούμενος, ἐπίληπτός ἐστι, μυρίαις δονούμενος ἐναντιώσεσι καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν· ὅ τε ἰουδαΐζων νοῦς, τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑλικῶν ἐπιμαινόμενος, ἀστάτως ἐξ ἀνάγκης καὶ αὐτὸς τὴν οἰκείαν συμμεταβαλλομένην ἔχει διάθεσιν. Ὁπηνίκα δὲ Δαβίδ, ὁ κατ᾽ ἀλήθειαν φύσει μουσικός, ὁ Κύριος ἡμῶν Ἰησοῦς, ἐπᾴσει τῷ πνεύματι τῆς γνωστικῆς θεωρίας τόν τε νόμον καὶ τὸν Ἰουδαῖον, τὸν μὲν ἀντὶ χοϊκοῦ ποιεῖ πνευματικόν, τὸν δὲ μετάγει πρὸς πίστιν ἐξ ἀπιστίας. Ἔστιν οὖν, κατὰ τὸν Σαούλ, ὅ τε νόμος καὶ ὁ τῶν Ἰουδαίων λαὸς καὶ ἐπίληπτος καὶ σώφρων. Ἐπίληπτος γὰρ ὁ νόμος ἐστίν, ὡς ἔφην, χοϊκῶς λαμβανόμενος, καὶ ἐπίληπτος ὁ Ἰουδαῖός ἐστιν, χοϊκῶς τῷ Θεῷ λατρεύειν βουλόμενος· καὶ πάλιν σώφρων ὁ νόμος ἐστίν, πνευματικῶς νοούμενος, καὶ ὁ Ἰουδαῖος ὡσαύτως σώφρων ἐστίν, ἐκ τῆς σωματικῆς λατρείας ἐπὶ τὴν πνευματικὴν τοῦ Θεοῦ θεραπείαν μεταφερόμενος.
Σημειωτέον δὲ ὅτι τοὺς ὑπὸ Ἰησοῦ διασῳζομένους ἀποκτέννει Σαούλ. Οὓς γὰρ περιποιεῖται τὸ πνεῦμα τῆς Γραφῆς ἀποκτέννειν τὸ γράμμα πέφυκεν. Διὸ τοῦτον, λέγω δὲ τὸν γραπτὸν νόμον, μεταμελεῖται χρίσας βασιλεύειν τοῦ Ἰσραὴλ ὁ Θεός, ὑπὸ Ἰουδαίων σαρκικῶς λαμβανόμενον, καὶ δίδωσι τῷ πνεύματι τὸ κράτος τῆς βασιλείας, τῷ πλησίον τοῦ γράμματος καὶ ἀγαθῷ ὑπὲρ τὸ γράμμα. «Καὶ δώσω», φησίν, «τὴν βασιλείαν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ». Καθὼς γὰρ ὁ Δαβὶδ ἦν πλησίον τοῦ Σαούλ, οὕτω τῷ γράμματι τοῦ νόμου τὸ πνεῦμα σαφῶς παραπέπηγεν· ὅπερ μετὰ τὸν θάνατον τοῦ γράμματος πέφυκε διαφαίνεσθαι(66).
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν νοητὸν Δαβὶδ(67) ἐπηχῆσαι τῇ κιθάρᾳ τῆς πνευματικῆς θεωρίας καὶ γνώσεως ἐπιληπτευόμενον τοῖς ὑλικοῖς τὸν ἡμέτερον νοῦν καὶ ἀπελάσαι τὸ πονηρὸν πνεῦμα τῆς πρὸς αἴσθησιν ὑλικῆς περιπετείας, ἵνα δυνηθῶμεν νοῆσαι τὸν νόμον πνευματικῶς καὶ τὸν ἐν αὐτῷ κεκρυμμένον μυστικὸν λόγον εὑρεῖν καὶ κτῆμα ποιήσασθαι διαρκὲς πρὸς ἐφόδιον ἀϊδίου ζωῆς, ὅπως μὴ τὸν δεδανεισμένον ἐν γράμματι συμβολικὸν ἔχωμεν νόμον(68), ἀποροῦντες τῆς κατὰ χάριν ἐν Πνεύματι γνώσεως, καὶ μόνην στέργωμεν, ὡς μὴ βλέποντες, τὴν περὶ τῶν θείων ἐρώτησιν, ἐστερημένοι τῆς τῶν μυστικῶν λογίων κατ᾽ ἀλήθειαν παμφαοῦς αὐτοψίας· ἄμφω γὰρ λέγεται Σαούλ, πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενος. Ἑρμηνεύεται γὰρ πρὸς τοῖς εἰρημένοις καὶ ‘δεδανεισμένος’ καὶ ‘ἐρώτησις·’ ἅπερ δὴ καὶ ὁ γραπτὸς ὑπάρχων καθέστηκε νόμος, τὸ μὲν ὡς οὐκ ὢν οἰκειότατον κτῆμα τῆς φύσεως καὶ τῇ κατ᾽ αὐτὴν ὑπάρξει παντελῶς οὐ συμπαρατεινόμενος, τὸ δὲ ὡς περὶ γνῶσιν ἀληθῆ κινῶν ἡμᾶς καὶ πρωτότυπον σοφίαν, τοὺς μὴ νομίζοντας τὴν ἐρώτησιν κατάληψιν εἶναι τῆς ζητουμένης τῶν θείων ἀρχετυπίας, ἀλλὰ μόνον διὰ τῶν ἐν νόμῳ σωματικῶν συμβόλων, ὡς δι᾽ ἐρωτήσεώς τινος, πρὸς τὴν τῶν θείων ἀγαθῶν ἐπειγομένους κατάληψιν, ἵνα παυσώμεθα τῆς κατὰ τὴν ἐρώτησιν φροντίδος, ἐν ᾗ τυχόν ἐστι πολλάκις καὶ πλάνησις(69), ἐν τῇ τῶν ζητουμένων θείων ἀληθείᾳ γενόμενοι, καὶ τῆς αὐτῶν μεταποιηθῶμεν μακαριότητος, φαινομένης ἐν ἡμῖν ἀναλλοιώτως κατὰ τὴν μέθεξιν(70) καὶ τὸ κατ᾽ αὐτὴν εἶδος τῆς ἡμῶν γνώρισμα ποιουμένης ὑπάρξεως ἐν Χριστῷ Ἰησοῦ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΣΧΟΛΙΑ
1. Νοῦς εἰς ἄκρον διά τῶν ἀρετῶν καθαιρόμενος, τούς τῶν ἀρετῶν πέφυκεν εἰκότως ἐκδιδάσκεσθαι λόγους· τήν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν, οἰκεῖον ποιούμενος πρόσωπον. Καθ᾿ ἑαυτόν γάρ ἀνείδεός τε καί ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφήν ἔχων ἐπίκτητον, ἤ τήν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν, ἤ τήν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν.
2. Ὁ τήν νοῦ μορφήν τήν ἐξ ἀρετῶν ἐν Πνεύματι θείαν δεξάμενος γνῶσιν, τά θεῖα λέγεται παθεῖν, ὅτι μή φύσει κατά τήν ὕπαρξιν, ἀλλά χάριτι κατά τήν μέθεξιν ταύτην προσέλαβεν. Ὁ δέ τήν ἐκ χάριτος μή δεξάμενος γνῶσιν, κἄν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατά τήν πεῖραν τοῦ λεγομένου τήν δύναμιν. Ψιλή γάρ μάθησις, τήν καθ᾿ ἕξιν γνῶσιν οὐ δίδωσιν.
3. Καλῶς κατά τόνδε τῆς Γραφῆς εἶπε τόν τόπον λαμβάνεσθαι τόν Σαούλ· διά τό κατά πολλούς ἐν ἄλλοις τόποις λαμβάνεσθαι τρόπους, πρός τήν ἐκ τῆς ἱστορίας ἀναδεικνυμένην θεωρίαν προσφυῶς ἁρμοζόμενον.
4. Ὥσπερ, φησίν, ὁ παλλακῇ συναπτόμενος, νόμιμον οὐ κέκτηται τόν γάμον· οὕτως ὁ σωματικῶς τήν νομικήν ἐξασκούμενος μάθησιν, νόμιμον τήν πρός αὐτήν οὐκ ἔχει συμβίωσιν· νόθα γεννῶν ἐξ αὐτῆς δόγματα, καί τῇ τῆς σαρκός ζωῇ συμφθειρόμενα.
5. Ὁ πρός σῶμα, φησίν, τήν Γραφικήν ἐκδεχόμενος μάθησιν, τήν κατ᾿ ἐνέργειαν ἐξ αὐτῆς ἁμαρτίαν διδάσκεται, καί τήν κατά νοῦν τῆς ἁμαρτίας μελέτην· τρυφήν, καί συνουσίας ἀκρατεῖς, καί φόνους, καί πᾶσαν τοῦ Θεοῦ βδελύττεσθαι τήν κτίσιν ἐκ τοῦ γράμματος τοῦ νόμου μανθάνεται.
6. Θεωρία κατ᾿ ἄλλην ἐπιβολήν. Ἀνάθεμα λέγεται καί ὁ κόσμος οὗτος, ὁ καταδίκης χωρίον· ὅν γεννᾷν τῇ προσπαθείᾳ πέφυκεν, ὁ μή πρός τό πνεῦμα τοῦ νόμου κατά νοῦν διαβαίνων.
7. Ὅτι πρός ὅ σχετικῶς, φησί, διακείμεθα, πρός ἐκεῖνο καί τήν κατά νοῦν μελέτην κεκτήμεθα.
8. Κατ᾿ ἄλλην θεωρίαν, ὅτι ἀνάθεμά ἐστι, καί ἡ τῶν παθῶν ἀνείδωλος κίνησις· αἰσχύνη δέ στόματος, ἡ τό πάθος εἰδοποιοῦσα πρός αἴσθησιν τοῦ νοῦ κίνησις, καί ταῖς ἐπινοίαις ὕλην ἁρμόδιον τῷ πάθει πορίζουσα.
9. Κατά συναίρεσιν τάς τρεῖς θεωρίας τοῦ κειμένου ἐξέδωκεν.
10. Ὁ πεισθείς θείαν εἶναι διαταγήν τό σωματικῶς κατά νόμον τρυφᾷν, τήν γαστριμαργίαν ὡς Θεοῦ δῶρον λαμβάνει μετά χαρᾶς πρός συμβίωσιν· ἐξ ἧς γεννᾷ τούς μολύνοντας τῇ παραχρήσει τήν ἐνέργειαν τῶν αἰσθήσεων τρόπους.
11. Ἐπίτομος τῶν προθεωρηθέντων ἐπανάληψις, δι᾿ ἧς δείκνυσιν ὅτι ὁ σωματικῶς ἐκλαμβάνων τόν νόμον, τήν αὐτοῦ παλλακεύεται μάθησιν· καί γεννᾷ τήν τε τῶν παθῶν ἕξιν καί τήν ἐνέργειαν· καί ὡς θείαν εἰσοικίζεται τήν γαστριμαργίαν, πρός γένεσιν τῶν ῥυπαινόντων τῇ παραχρήσει τάς αἰσθήσεις τρόπων· εἰς ἀναίρεσιν τῶν ἐν τοῖς οὖσι φυσικῶν λόγων τε καί σπερμάτων.
12. Ὁ τοῖς συμβόλοις τοῦ νόμου, φησίν, ἐναπομένων, οὐ δύναται κατά λόγον τήν τῶν ὄντων φύσιν ὁρᾷν, καί τούς τεθέντας οὐσιωδῶς ὑπό Δημιουργοῦ τοῖς οὖσι λόγους περιποιεῖσθαι, διά τό τῶν συμβόλων πρός τήν τῶν ὄντων φύσιν διάφορον.
13. Ξυλοφοροῦσι μέν οἱ λόγοι τῆς φύσεως, ὕλη πρός τήν γνῶσιν τῶν θείων γινόμενοι· ὑδροφοροῦσι δέ ῥύψιν ποιοῦντες παθῶν, καί διάδοσιν τῆς ἐν πνεύματι ζωτικῆς ἐνεργείας.
14. Ἄλλη θεωρία τῶν αὐτῶν, εἰσηγουμένη διά τῶν Γαβαωνιτῶν τήν κλῆσιν τῶν ἐθνῶν.
15. Ὕλην εἶπε καί εἶδος κατά θεωρίαν τόν Ἐρμονθί καί τόν Μεμφιβοσθέ, καί πενταπλῆν παράχρησιν τῶν αἰσθήσεων, τούς πέντε τῆς Μερώβ υἱούς· οὕς ἀλλήλοις συνάψας, ἤγουν ὕλῃ καί εἴδει προσπλέξας τήν αἴσθησιν διά τήν πρός σάρκα τοῦ νόμου σύστασιν, ὁ μόνον τόν νοῦν περιγράφων τῷ γράμματι, τό μέν σαρκικόν πάθος ἀποτελεῖ· τούς δέ φυσικούς διαφθείρει λόγους.
16. Ὅτι πάθος καί φύσις κατά τόν τοῦ εἶναι λόγον, οὐδαμῶς ἀλλήλοις συνυπάρχουσι.
17. Ὁ μή πιστεύων, φησί, τήν Γραφήν εἶναι πνευματικήν, τήν οἰκείαν κατά τήν γνῶσιν πενίαν οὐκ αἰσθάνεται.
18. Ὅταν, φησίν, ὁ Δαβίδ εἰς τόν νόμον λαμβάνεται, κατ᾿ Ἰουδαίους, τό γράμμα δηλῶν, ἑρμηνεύεται ἐξουδένωσις, διά τήν πρός σάρκα τῶν θείων νομίμων παράδοσιν· κατά δέ Χριστιανούς τό πνεῦμα σημαίνων, ἑρμηνεύεται ἰσχυρός ὁράσει, διά τήν κατά νοῦν θεωρίαν τῆς γνώσεως.
19. Ψυχήν τῆς Γραφῆς εἶπε, τό πνεῦμα· σῶμα δέ, τό γράμμα.
20. Τούς τρεῖς ἐνιαυτούς λέγει, τούς τρεῖς νόμους, τόν τε γραπτόν, καί τόν φυσικόν, καί τόν χάριτος, ἐχομένους ἀλλήλων. Ὁ τοίνυν τόν γραπτόν νόμον λαμβάνων σωματικῶς, ἀρεταῖς τήν ψυχήν οὐ διατρέφει· καί ὁ τοῖς λόγοις τῶν ὄντων οὐκ ἐπιβάλλων, τῇ ποικίλῃ τοῦ Θεοῦ σοφίᾳ τόν νοῦν οὐχ ἑστιᾷ φιλοτίμως· καί ὁ τό μέγα τῆς καινῆς χάριτος μή γινώσκων μυστήριον, τῇ ἐλπίδι τῆς μελλούσης θεώσεως οὐκ ἀγάλλεται. Οὐκοῦν ἡ ἔλλειψις τῆς κατά τόν γραπτόν νόμον πνευματικῆς θεωρίας ἔχει παρεπομένην αὐτῇ τήν ἔνδειαν τῆς κατά τόν φυσικόν νόμον νοουμένης ποικίλης σοφίας τοῦ Θεοῦ, ἐφεπομένην ἔχουσαν τῆς κατὰ τό καινόν μυστήριον χάριτι δοθησομένης θεώσεως πάντως τήν ἄγνοιαν.
21. Ὁ πνευματικῶς μή νοῶν τόν νόμον, κἄν ἀποθανόντα ἔχῃ τόν νόμον διά τό μή λατρεύειν σωματικῶς, ἀλλά τά χαμαίζηλα ἔχει τοῦ νόμου νοήματα· τά τέκνα τοῦ Σαούλ περιέπει καί τά ἔκγονα· διό τῷ λιμῷ τῆς γνώσεως βασανίζεται.
22. Ὥσπερ τό πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ᾿ ἕκαστον· οὕτω καί ἡ πνευματική γνῶσις ἐμφατικῶς χαρακτηρίζει τό θεῖον· ἥν ὁ ζητῶν, λέγεται ζητεῖν τό πρόσωπον Κυρίου.
23. Ὡς ἰσχυρός ὁράσει, καί νοῦς διορατικός ὁ Δαβίδ ἑρμηνεύεται.
24. Ὁ κατασαρκούμενος κατά τό γράμμα τοῦ νόμου ταῖς ἐναίμοις θυσίαις, ποθουμένην ἄγνοιαν ἔχει, πρός μόνην σαρκός ἡδονήν τήν ἐντολήν ἐκδεχόμενος.
25. Ὁ μέν σωματικῶς, φησί, κατά νόμον λατρεύων, καθάπερ ὅλην γεννᾷ τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· καί ὡς εἶδος, τήν ἐπ᾿ αὐτῇ κατά νοῦν συγκατάθεσιν ταῖς προσφόροις ἡδοναῖς τῶν αἰσθήσεων ὑλικῶς διαπλάττεται. Ὁ δέ πνευματικῶς τήν Γραφήν ἐκδεχόμενος, ὡς μέν ὕλην, τήν ἐνέργειαν· ὡς εἶδος δέ, τῆς ἁμαρτίας τήν συγκατάθεσιν μετά τῶν κατά παράχρησιν πρός ἡδονήν τῆς αἰσθήσεως τρόπων, ὡς υἱούς καί υἱωνούς τοῦ νομικοῦ γράμματος θανατοῖ διά τῶν φυσικῶν λογισμῶν ἐν τῷ ὕψει τῆς θεωρίας.
26. Ὅτι χωρίς φυσικῆς θεωρίας, οὐδείς τήν πρός τά θεῖα τῶν νομικῶν συμβόλων ἀπέμφασιν διαγινώσκει.
27. Τό ἐξηλιάσαι νενόηκεν, ἀντί τοῦ φανερῶσαι κατά τό ὕψος τῆς θεωρίας τό γράμμα τοῦ νόμου νεκρόν, διά τῆς ἐν πνεύματι γνώσεως.
28. Ὅριον Ἰσραήλ νενόηκε, πάντα λόγον τε καί τρόπον πνευματικῆς θεωρίας· ἐν ᾧ στῆναι οὐ δύναται παντελῶς ἡ σωματική τοῦ νόμου παράδοσις.
29. Τό μέν πνεῦμα, φησί, ζωῆς ὑπάρχει παρεκτικόν· τό δέ γράμμα, ζωῆς ἐστιν ἀφαιρετικόν. Οὐκοῦν οὐ δύναται καί τό γράμμα πράττειν κατά τό αὐτό, καί τό πνεῦμα· ὥσπερ οὐδέ τό ζωοποιόν τῷ φθοροποιῷ συνυπάρχει.
30. Φυσικόν ἡ ἀκροβυστία, φησί· πᾶν δέ φυσικόν, θείας ἔργον δημιουργίας ἐστίν. Ἔστι δέ θείας ἔργον δημιουργίας καί λίαν καλόν, κατά τήν φάσκουσαν φωνήν· Εἶδεν ὁ Θεός πάντα ὅσα ἐποίησε, καί ἰδού καλά λίαν. Ὁ δέ νόμος, ὡς ἀκάθαρτον περιαιρεῖσθαι κελεύων τήν ἀκροβυστίαν διά περιτομῆς, τόν Θεόν εἰσάγει διά τέχνης τό οἰκεῖον διορθούμενον ἔργον· ὅπερ καί ἐννοεῖν ἀσεβέστατον. Οὐκοῦν ὁ τοῖς συμβόλοις τοῦ νόμου φυσικῶς ἐπιβάλλων, οἶδεν ὡς οὐ τήν φύσιν ὁ Θεός διορθοῦται διά τῆς τέχνης, ἀλλά τό ἐπιπειθές λόγῳ τῆς ψυχῆς παθητικόν περιτέμνεσθαι κελεύει, τό διά τοῦ σωματικοῦ μορίου τυπικῶς δηλούμενον· ὅπερ γνῶσις διά τῆς κατά τήν πρᾶξιν ἀνδρείας γνώμης ἀποτίθεσθαι πέφυκεν. Ὁ γάρ περιτέμνων ἱερεύς, σημαίνει τήν γνῶσιν, τήν ἔχουσαν καθάπερ σίδηρον κατά τοῦ πάθους τήν τοῦ λόγου κατά τήν πρᾶξιν ἀνδρείαν. Ἀφανίζεται γοῦν ἡ σωματική τοῦ νόμου παράδοσις, πλεονεκτοῦντος τό γράμμα τοῦ πνεύματος.
31. Ὅρος τῆς κατά περιτομήν μυστικῆς θεωρίας.
32. Ὅρος τῆς κατά Σάββατον μυστικῆς νομοθεσίας, ἐν ᾧ, τί τό Σάββατόν ἐστι, παρίστησι μυστικῶς, καί τίς ὁ κατ᾿ αὐτό πνευματικός λόγος ἐστίν, ὅτι παθῶν καί τῆς περί τήν φύσιν τῶν ὄντων τοῦ νοῦ κινήσεώς ἐστιν ἀνάπαυσις.
33. Θεόν δῆλον ὅτι.
34. Τί σημαίνουσιν αἱ νεομηνίαι.
35. Ὅρος τοῦ στεφάνου τῆς χρηστότητος.
36. Ἄλλος ὅρος τοῦ αὐτοῦ μυστικώτερος.
37. Ἐνταῦθα τήν ἐγκράτειαν ἔργον εἶναι λέγει τῆς Προνοίας, ὡς τῶν γνωμικῶν καθαρτικήν παθῶν· τήν ὑπομονήν δέ τῆς κρίσεως εἶναι κατόρθωμά φησιν, ὡς τοῖς ἀκουσίοις ἀντιτασσομένην πειρασμοῖς.
38. Πρώτην ἑορτήν, τό Πάσχα λέγει.
39. Δευτέραν ἑορτήν λέγει τήν Πεντηκοστήν.
40. Τρίτην λέγει, τήν ἐν ἑβδόμῳ μηνί, τήν τοῦ Ἱλασμοῦ.
41. Σκόπει, πῶς ὁ νόμος ἀπόλλυσι τούς νοοῦντας αὐτόν σωματικῶς, τῇ κτίσει λατρεύειν παρά τόν κτίσαντα πείθων· καί ἡγεῖσθαι φύσει σεπτά τά δι᾿ αὐτούς γεγονότα, τόν δι᾿ ὅν αὐτοί γεγόνασιν ἀγνοήσαντας.
42. Πῶς ἐστι Σάββατον ὁ Θεός.
43. Πῶς ὁ Θεός καί Πάσχα ἐστί μυστικόν.
44. Μυστήριον τῆς κατά τήν Πεντηκοστήν ἑορτῆς, ἐν ᾧ μυστικῶς τήν τῶν δηλουμένων πνευματικήν ἐμυσταγώγησε δύναμιν, τόν Θεόν Πεντηκοστήν προσαγορεύσας. Ὡς γάρ ἡ μονάς στάσιμος μένουσα μετά τήν εἰς ἑαυτήν ἑβδοματικήν τῆς ἑβδομάδος συνέλιξιν, ἀποτελοῦσα τήν Πεντηκοστήν· καί πάλιν ταῖς εἰς αὐτήν προσόδοις γινομένη δεκάς διά πεντάδος ἰσοπλασιασθείσης αὐτῇ ποιοῦσα τήν Πεντηκοστήν, ἀρχή καί τέλος ἐστί τῶν ἑαυτῆς· τό μέν, ὡς πρό παντός ποσοῦ· τό δέ, ὡς ὑπέρ ποσόν· οὕτω καί ὁ Θεός, ᾧ τήν μονάδα κατ᾿ εἰκασίαν τυπικήν ἀναλογεῖν ἔφησεν, ἀρχή καί τέλος ἐστί τῶν ὄντων, καί λόγος, ᾧ τά πάντα συνέστηκεν· ἀρχή μέν, ὅτι πρό πάσης οὐσίας ἐστί καί κινήσεως· τέλος δέ ὅτι ὑπέρ πᾶσαν οὐσίαν καί κίνησιν· λόγος δέ, ὅτι πάντων κατ᾿ αἰτίαν προνοητικός ἐστιν, ὡς πρός ὑποκείμενον εἶδος συνοχή, καθ᾿ ἥν τῶν ὄντων ἕκαστον ἔχει τήν ἐν τῷ ἑαυτοῦ Λόγῳ διαμονήν. Ὅταν οὖν λάβωσι πέρας οἱ χρόνοι καί οἱ αἰῶνες, οἷς ἀναλογεῖν τήν ἑβδομάδα φησίν, αὐτός ἔσται τότε μονώτατος ὁ Θεός, δίχα τῆς τῶν οὐκ ἄνευ, τουτέστι, τόπων καί χρόνων μεσιτείας, συγκρατῶν δι᾿ ἑαυτοῦ καθ᾿ ἕνωσιν ἀληθῆ τῶν ὄντων ἐν τοῖς σωζομένοις ὕπαρξιν· ἤγουν τήν φύσιν τήν γενητήν, ἥν τῇ πεντάδι παρείκασεν, οὐ μόνον διά τάς αἰσθήσεις, αἷς ὑποπίπτειν πέφυκεν, ἀλλά διά τήν καθολικήν ἐπιστήμην, ἥτις ἐν τῇ περιλήψει τῆς τῶν νοερῶν τε καί λογικῶν, αἰσθητικῶν τε καί ζώντων, καί ὄντων ἀπταίστου καθέστηκε γνώσεως. Οὐκοῦν παύσεταί ποτε, τῆς τε κατά τόπον στάσεως, καί τῆς κατά χρόνον κινήσεως, ὡς ὑπέρ τά δι᾿ αὐτήν γεγονότα (τουτέστι, τόπον καί χρόνον) διά τῆς πρός τόν Θεόν, δι᾿ ὅν καί γέγονεν, ἀληθοῦς συναφείας ἐν τοῖς σωζομένοις γενομένη τῶν ὄντων ἡ φύσις. Αὐτόν γάρ τόν Θεόν, κατά τόν τῆς Προνοίας λόγον, τῇ δεκάδι τῶν ἐντολῶν ἴδιον ποιησαμένη ποιόν (τουτέστι, τῆς ἐκ χάριτος κατά τήν θέωσιν ἰδιότητος γνώρισμα), τῆς τε κατά τήν στάσιν ἐν τόπῳ περιγραφῆς, καί τῆς ἐν χρόνῳ κατά τήν κίνησιν ἐλευθερωθήσεται στάσιν ἀεικίνητον λαβοῦσα, τήν ἀπέραντον τῶν θείων ἀπόλαυσιν, καί κίνησιν στάσιμον, τήν ἐπ᾿ αὐτοῖς ἀκόρεστον ὄρεξιν.
45. Τῷ ἑβδόμῳ μηνί τρεῖς εἰσιν ἑορταί· Σαλπίγγων καί Ἱλασμοῦ καί Σκηνοπηγίας· ὧν ἡ μέν Σάλπιγξ, νόμου καί προφητῶν, καί τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δέ Ἱλασμός, τῆς τοῦ Θεοῦ πρός τόν ἄνθρωπον διά σαρκώσεως σύμβολον ὑπάρχει καταλλαγῆς. Ὁ γάρ ὑποδύς ἑκουσίως τήν τοῦ κατακριθέντος κατάκρισιν, διελύσατο τήν ποτε πρός αὐτόν κυρωθεῖσαν ἔχθραν. Ἡ δέ Σκηνοπηγία, προτύπωσίς ἐστιν ἀναστάσεως, καί τῆς πάντων πρός ἀτρεψίαν μεταποιήσεως.
46. Ὁ ψιλαῖς ταῖς ἐναίμοις χαίρων θυσίαις, φησί, περί τά πάθη σπουδάζειν ὡς ἐμπαθής παρασκευάζει τούς θύοντας· φιλεῖ γάρ χαίρειν τό γνησίως σέβον, οἷς χαίρει τό προσκυνούμενον.
47. Ὅτι θυσίας οἶδεν ὁ λόγος, φησί, τήν τῶν παθῶν σφαγήν, καί τήν τῶν φυσικῶν δυνάμεων προσαγωγήν· ὧν τοῦ μέν λόγου τύπος ἐστίν ὁ κριός· τοῦ δέ θυμοῦ φέρει σύμβολον, ὁ ταῦρος· τῆς δέ ἐπιθυμίας, ἡ αἴξ ὑπάρχει δήλωσις.
48. Ὁ χοϊκός δῆλον ὅτι νοῦς τῆς Γραφῆς, κρατῶν τῆς ψυχῆς, τούς φυσικούς ἀποβάλλεται λόγους, τῇ παραχρήσει τῶν κατά φύσιν δυνάμεων αὐτούς ἐξαφανίζων.
49. Ἅμα τις, φησί, παύσηται κατ᾿ αἴσθησιν πρός σῶμα τήν Γραφήν ἐκδεχόμενος, ἅμα καί πρός πνεῦμα κατά νοῦν διά μέσης ἀνατρέχει τῆς φύσεως, ἐκεῖνα πράττων πνευματικῶς, ἅπερ ὁ Ἰουδαῖος ἐπιτελῶν ἔχει τόν Θεόν ὀργιζόμενον.
50. Τίς ἐστιν χείρ τῶν Γαβαωνιτῶν, ᾗ παραδίδωσι Δαβίδ τούς ἐκ σπέρματος Σαούλ.
51. Τόν ἐξηλιασμόν εἶναι λέγει, τήν φανέρωσιν, ἥν τά πάθη πάσχουσιν, ὑπό τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατά τήν ὑψηλήν θεωρίαν θριαμβευόμενα.
52. Ἡ πρός σῶμα τοῦ νόμου διδαχή, φησί, κατ᾿ ὀφθαλμούς ἔχουσα διά μετανοίας νεκρά τά σωματικά τοῦ νόμου νοήματα, τῷ κατά Χριστόν λόγῳ παρακαθημένη, δίκην ὑετῶν τούς οὐρανίους δέχεται τῆς γνώσεως φωτισμούς.
53. Σίτῳ δῆλον ὅτι.
54. Οἴνῳ δῆλον ὅτι.
55. Ἐλαίῳ δῆλον ὅτι.
56. Τόν σῖτον ἔφη ψυχῆς εἶναι στήριγμα, ὡς γνῶσιν ὄντα πνευματικήν· τόν οἶνον δέ, καρδίας εὐφραντικόν, ὡς τῆς πρός Θεόν ἐρωτικῆς ἑνώσεως ποιητικόν· τό δέ ἔλαιον, προσώπου πληρωτικόν ἱλαρότητος εἴρηκεν, ὡς τῆς λαμπρυνούσης τόν νοῦν κατά τήν ἀπάθειαν πνευματικῆς χάριτος χαρακτηριστικόν.
57. Ὁ Ἀμαλήκ ἐστιν ἡ γαστριμαργία· ταύτης ἐστί βασιλεύς, τό φρόνημα τό χοϊκόν· τούτου βουκόλια ἐστι καί ποίμνια, αἱ θρεπτικαί τῶν παθῶν ὕλαι· ἄμπελος δέ, ἡ προπετής τοῦ λογισμοῦ κίνησις· ἐλαία δέ, ἡ καθ᾿ ἡδονήν ἐκπυρωτική τῆς ἐπιθυμίας λειότης, ἅπερ μεταφέρει ὡς εἰς γῆν ἁγίαν, τήν ἕξιν τῆς θεοσεβείας, ὁ τῷ σωματικῷ τοῦ νόμου παρακαθήμενος· ὑπέρ ὧν καθάπερ μισθόν δέχεται τήν θείαν ἀποστροφήν.
58. Μωρός ὡς ἄθεος ἐκλήθη ὁ τῶν Ἰουδαίων λαός· ἀσύνετος δέ, ὡς κακοπράττων, ὅπερ ἐστίν ἀσεβής καί ἁμαρτωλός.
59. Τό τῆς γαστριμαργίας πάθος, φησί, τά θεῖα τῶν ἀρετῶν ἀποκτένειν γεννήματα πέφυκε· αὐτό δέ, ἥ τε χάρις τῆς πίστεως, καί ἡ ὑπακοή τῶν θείων ἐντολῶν, διά τοῦ κατά τήν γνῶσιν ἀποκτένει λόγου.
60. Πῶς ἐστι φῶς.
61. Πῶς ἐστιν ἑτοιμασία κατά πρόσωπον πάντων τῶν λαῶν ὁ Κύριος.
62. Πῶς ἐστι καί δόξα τοῦ Ἰσραήλ ὁ Κύριος.
63. Κατ᾿ ἄλλην θεωρίαν, τίνες οἱ λαοί, καί τίς ἡ κατά πρόσωπον αὐτῶν ἑτοιμασία τοῦ λαοῦ.
64. Τίνα πάλιν τά ἔθνη τυγχάνουσιν, ἅπερ ἀποκαλύπτει παραγινόμενος ὁ Λόγος.
65. Πῶς δόξα λέγεται πάλιν τοῦ Ἰσραήλ ὁ Λόγος.
66. Ἅμα, φησίν, ἀποκτείνει τις τόν ἐν τῷ γράμματι τοῦ νόμου σωματικόν νοῦν, βασιλεύοντα δέχεται τόν ἐν τῷ πνεύματι λόγον.
67. Τόν Δαβίδ ἔλαβε καί εἰς τόν Κύριον, καί εἰς τό Εὐαγγέλιον, καί εἰς τόν πνευματικόν νόμον· καί εἰς τήν γνῶσιν, καί εἰς τήν θεωρίαν, καί εἰς τήν λεγομένην πρᾶξιν, καί εἰς τόν νέον λαόν· καί κατά πολλούς θεωρίας τρόπους, προσφόρως τοῖς τόποις πρός τήν ὑποκειμένην ἥρμοσε χρείαν.
68. Ὁ τούς τύπους ἀλλά μή τά ἀρχέτυπα τῶν μυστηρίων ἔχων, καί τήν ἐρώτησιν, ἀλλά μή τήν γνῶσιν τῶν ἐν πνεύματι φωτισμῶν, εἰληφώς δάνειον, τό ὁμολογούμενον τοῖς προειρημένοις, τήν κατ᾿ αἴσθησιν ἐν τοῖς συμβόλοις τοῦ νόμου πεῖραν· κατά ψυχήν λιμώττων τοῦ πνεύματος, καί τήν ὥσπερ ὁδηγίαν ἐρώτησιν τῆς κατά ἀλήθειαν γνώσεως μυωπάζων.
69. Μεταξυλογία ἐστί, τό ἐν ᾗ τυχόν ἐστι πολλάκις καί πλάνησις.
70. Μακαριότητος δῆλον ὅτι, τούς κατά μέθεξιν αὐτῆς ἀξιωθέντας χαρακτηριζούσης, καί ἐξ αὐτῆς γνωρίμους αὐτούς καθιστῶσα.
