Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Πέμπτη 11 Απριλίου 2013

Εὐχὴ τοῦ ἁγίου Μακαρίου του Αιγυπτίου

Ὦ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν ἐποίησα ἀγαθὸν ἐνώπιόν σου. Ἀναρῦσαί με ἀπὸ τοῦ Πονηροῦ, καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ στόμα μου τὸ ἀνάξιον, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Σὺ γὰρ γινώσκεις, Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μού εἰσι. Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ. Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγοψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας, μαλακίας ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ αἰσχρά. Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδοναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενοδοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ παύεται. Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοήθησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν. Ναὶ, Δέσποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets