Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

Κ (20). ΠΕΡΙ ΤΗΣ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΞΗΡΑΝΘΕΙΣΗΣ ΣΥΚΗΣ.


 
20. ΕΡΩΤΗΣΙΣ Κ'

Τίς ἡ ἐν τῷ Εὐαγγελίῳ παραλόγως, ὅσον πρὸς τὸ φαινόμενον, ξηρανθεῖσα συκῆ; Καὶ τίς ἡ ἀκρασία τῆς πείνης παρὰ καιρὸν ἐπιζητούσης καρπόν; Καὶ τίς ἡ τοῦ ἀναισθήτου κατάρα;


Ἀπόκρισις.

Ὁ πάντα σωτηρίας ἕνεκεν τῶν ἀνθρώπων μετὰ σοφίας οἰκονομῶν Θεὸς Λόγος, πρότερον διὰ νόμου σωματικωτέραν ἔχοντος λατρείαν παιδαγωγήσας τὴν φύσιν —οὐ γὰρ ἠδύνατο γυμνὴν τυπικῶν προκαλυμμάτων δέξασθαι τὴν ἀλήθειαν διὰ τὴν ἐγγενομένην αὐτῇ πρὸς τὴν ἀρχετυπίαν τῶν θείων πραγμάτων ἄγνοιάν τε καὶ ἀλλοτρίωσιν—, ὕστερον, ἐμφανῶς δι᾽ ἑαυτοῦ γενόμενος ἄνθρωπος, κατὰ πρόσληψιν σαρκὸς νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχὴν παραγενόμενος καὶ πρὸς τὴν ἄϋλον γνωστικὴν ἐν πνεύματι λατρείαν, ὡς Λόγος, τὴν φύσιν μεταγαγών, οὐκ ἠβούλετο, τῆς ἀληθείας τῷ βίῳ διαφανείσης, τὴν σκιὰν ἔχειν τὴν δυναστείαν, ἧς τύπος ὑπῆρχεν ἡ συκῆ.

Διὰ τοῦτό φησιν· ἐπανιὼν ἐκ Βηθανίας εἰς Ἱεροσόλυμα, τουτέστι μετὰ τὴν τυπικὴν καὶ σκιώδη κατὰ τὸν νόμον λανθάνουσαν αὐτοῦ παρουσίαν αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιδημῶν—οὕτω γὰρ ληπτέον τὸ ἐπανιών—, εἶδε συκῆν ἐν τῇ ὁδῷ φύλλα μόνον ἔχουσαν, τὴν ἐν σκιαῖς ὑπάρχουσαν καὶ τύποις, σωματικὴν δηλαδὴ τοῦ νόμου λατρείαν κατὰ τὴν ἄστατον καὶ παροδικήν, ὡς ἐν ὁδῷ κειμένην, παράδοσιν, καὶ μόνων οὖσαν τῶν παρερχομένων τύπων τε καὶ θεσμῶν· ἣν θεασάμενος ὁ Λόγος κομψῶς τε καὶ ἀμφιλαφῶς, καθάπερ συκῆν, τοῖς ἐκτός, ὥσπερ φύλλοις, περιβλήμασι τῶν σωματικῶν τοῦ νόμου παρατηρημάτων κεκοσμημένην, καὶ μὴ εὑρηκὼς καρπόν, δηληνότι δικαιοσύνης, ὡς λόγον μὴ τρέφουσαν κατηράσατο, μᾶλλον δὲ προσέταξε μηκέτι τοῖς κατὰ νόμον τύποις δυναστευομένην καλύπτεσθαι τὴν ἀλήθειαν· ὃ δὴ προβὰν ἐδείχθη διὰ τῶν ἔργων, καταξηρανθείσης παντελῶς τῆς ἐν μόνοις σχήμασιν ἐχούσης τὸ εἶναι νομικῆς ὡραιότητος καὶ τοῦ ἐπ᾽ αὐτῇ τύφου τῶν Ἰουδαίων ἀποσβεσθέντος.

Οὐ γὰρ ἦν εὔλογον οὔτε μὴν εὔκαιρον, τῆς ἀληθείας τῶν τῆς δικαιοσύνης καρπῶν ἐμφανῶς δειχθείσης, ἀπατωμένην παραπείθεσθαι φύλλοις τὴν ὄρεξιν τῶν τὴν παροῦσαν ζωὴν ὡς ὁδὸν παρατρεχόντων, ἀφέντων τοῦ Λόγου τὴν ἐδώδιμον εὐκαρπίαν. Διό φησιν οὐκ ἦν ὁ καιρὸς σύκων· ὁ χρόνος δηλαδὴ καθ᾽ ὃν ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος, οὐκ ἦν δικαιοσύνης καρπῶν, ἀλλ᾽ εἰκονιστικὸς τῶν ἐν δικαιοσύνῃ καρπῶν καὶ οἷον τῆς μελλούσης πάντων σωστικῆς θείας καὶ ἀπορρήτου χάριτος μηνυτικός· εἰς ἣν μὴ φθάσας ὁ παλαιὸς διὰ τῆς ἀπιστίας ἀπώλετο λαός. Ἰσραὴλ γάρ, φησὶν ὁ θεῖος ἀπόστολος, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιᾷ δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν Πνεύματι κατὰ Χριστὸν δηλαδὴ τελειούμενον.

῍Η πάλιν, ἐπειδὴ τῶν ἱερέων καὶ γραμματέων καὶ νομικῶν καὶ Φαρισαίων ἡ πληθύς, τὴν κενὴν νοσήσασα δόξαν διὰ τῆς τῶν εὐλαβῶς δῆθεν πεπλασμένων ἠθῶν ἐπιδείξεως, τῷ δοκεῖν μετιέναι δικαιοσύνην τὸν ἐκ τῆς οἰήσεως διέτρεφε τῦφον, συκῆν ἄκαρπον μόνοις κομῶσαν τοῖς φύλλοις εἶναί φησι τῶν εἰρημένων τὴν οἴησιν ὁ λόγος· ἣν ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν ὡς ἄκαρπον καταρώμενος ἀποξηραίνει, ὅπως, τοῦ δοκεῖν εἶναι δίκαιοι τὸ εἶναι μᾶλλον προκρίναντες, τὸν μὲν καθ᾽ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δέ, καθὼς ὁ θεῖος βούλεται Λόγος, ἀνοθεύτως μετελθόντες, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι, Θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν.

Εἰ δὲ καὶ τῶν Χριστιανῶν ἐσμεν τοιοῦτοί τινες, τὴν εὐλάβειαν διὰ τῶν τρόπων σχηματιζόμενοι δίχα τῆς ἐπ᾽ ἔργοις δικαιοσύνης, ἐκδεξώμεθα τὸν Λόγον, ὡς φιλάνθρωπον ἡμῶν πεινῶντα τὴν σωτηρίαν, ἀποξηραίνοντα τῆς ψυχῆς τὸ τῆς κακίας σπέρμα, τὴν οἴησιν, μηκέτι φθορᾶς καρπὸν φέρουσαν τὴν ἀνθρωπαρεσκίαν.

Ἔχετε, κατὰ τὴν ἐμὴν πενιχρὰν δύναμιν, τοῦ λόγου τὴν δύναμιν, κατὰ τὴν ἐκδοθεῖσαν ἀφήγησιν καλῶς πεινῶντα τὸν Κύριον χρησίμως τε τὴν συκῆν καταρώμενον καὶ εὐκαίρως ξηραίνοντα δείξασαν, ὡς ἐμποδιστικὴν τῆς ἀληθείας, εἴτε τὴν παλαιὰν κατὰ τὸν νόμον τῶν σωματικῶν τύπων παράδοσιν, εἴτε τὴν τῶν Φαρισαίων καὶ ἡμῶν ἐπὶ τοῖς ἤθεσιν οἴησιν.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D