Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΚΑ (21). ΠΕΡΙ ΤΟΥ "ΑΠΕΚΔΥΣΑΜΕΝΟΣ ΤΑΣ ΑΡΧΑΣ ΚΑΙ ΤΑΣ ΕΞΟΥΣΙΑΣ".


21. ΕΡΩΤΗΣΙΣ ΚΑ'

Τί ἐστιν ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ ἑξῆς; Πῶς δὲ καὶ ἦν αὐτὰς ὅλως ἐνδυσάμενος, ἁμαρτίας χωρὶς γεγενημένος;


Ἀπόκρισις.

Ὁ κατὰ πάντα τρόπον ὁμοίως ἡμῖν, δίχα μόνης ἁμαρτίας, ἀτρέπτως ὑποδὺς τὴν ἡμετέραν φύσιν θεαρχικὸς Λόγος, τέλειος γενόμενος ἄνθρωπος, τὸν πρῶτον Ἀδὰμ εἶχε τοῖς κατὰ τὴν γένεσίν τε καὶ γέννησιν τρόποις φαινόμενον. Οἷον, ὁ πρῶτος ἄνθρωπος, ἐκ Θεοῦ τὸ εἶναι λαβὼν καὶ γενόμενος κατ᾽ αὐτὴν τοῦ εἶναι τὴν γένεσιν, φθορᾶς ἦν καὶ ἁμαρτίας ἐλεύθερος—οὐ γὰρ συνεκτίσθη αὐτῷ φθορὰ καὶ ἁμαρτία—ὅτε δὲ τὴν ἐντολὴν παραβὰς ἥμαρτε, γέννησιν καταδικάζεται διὰ πάθους καὶ ἁμαρτίας συνισταμένην, ἐν τῷ δι᾽ αὐτὴν παθητῷ τῆς ἁμαρτίας ἐχούσης, ὡς ἐν νόμῳ, λοιπὸν κατὰ τὴν φύσιν τὴν γένεσιν· καθ᾽ ὃν οὐδείς ἐστιν ἀναμάρτητος, ὑποκείμενος φύσει τῷ νόμῳ τῆς μετὰ τὴν γένεσιν διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης γεννήσεως.

Ἐπειδὴ τοίνυν διὰ τὴν παράβασιν ἡ ἁμαρτία, διὰ δὲ τὴν ἁμαρτίαν τὸ παθητὸν κατὰ τὴν γέννησιν τῇ φύσει τῶν ἀνθρώπων ἐπεισῆλθεν, καὶ συνήκμαζεν ἀεὶ τῷ παθητῷ τῆς γεννήσεως διὰ τῆς ἁμαρτίας ἡ πρώτη παράβασις, οὐκ ἦν ἐλπὶς ἐλευθερίας, δεσμῷ πονηρῷ δεθείσης ἀλύτως κατὰ γνώμην τῆς φύσεως. Ὅσον γὰρ πρὸς τὴν οἰκείαν ἔσπευδε διὰ τῆς γεννήσεως σύστασιν ἡ φύσις, τοσοῦτον πλέον ἑαυτὴν τῷ νόμῳ τῆς ἁμαρτίας ἐπέσφιγγεν, ἐνεργουμένην ἔχουσα κατὰ τὸ παθητὸν τὴν παράβασιν.

Ἐν αὐτῷ γὰρ τῷ παθητῷ διὰ τὴν φυσικὴν περίστασιν ἔχουσα τῆς ἁμαρτίας τὴν αὔξησιν, πασῶν εἶχε τῶν ἐναντίων δυνάμεων ἀρχῶν τε καὶ ἐξουσιῶν κατὰ τὴν ἐν τῷ παθητῷ γενικὴν ἁμαρτίαν διὰ τῶν παρὰ φύσιν παθῶν ἐγκεκρυμμένας τοῖς κατὰ φύσιν πάθεσι τὰς ἐνεργείας· δι᾽ ὧν πᾶσα πονηρὰ δύναμις ἐνήργει, κατὰ τὸ παθητὸν τῆς φύσεως εἰς τὴν φθορὰν τῶν παρὰ φύσιν παθῶν τὴν γνώμην διὰ τῶν κατὰ φύσιν ἐλαύνουσα.

Γενόμενος οὖν ὑπὲρ φιλανθρωπίας ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος τέλειος ἄνθρωπος, διὰ τὸ ταύτης τῆς πονηρᾶς ἐξελέσθαι τὴν τῶν ἀνθρώπων φύσιν ἀμηχανίας, ἐκ μὲν τῆς κατὰ τὴν γένεσιν τοῦ Ἀδὰμ πρώτης συστάσεως λαβὼν εἶχε δίχα τῆς ἀφθαρσίας τὸ ἀναμάρτητον, ἐκ δὲ τῆς ὕστερον διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης τῇ φύσει γεννήσεως μόνον εἴληφε δίχα τῆς ἁμαρτίας τὸ παθητόν.

Ἐπεὶ τοίνυν ἐν τῷ παθητῷ κατὰ τὸν Ἀδάμ, ὡς ἔφην, διὰ τὴν ἁμαρτίαν αἱ πονηραὶ δυνάμεις ἔσχον τὰς ἐνεργείας ἀφανῶς ἐγκεκρυμμένας τῷ περιστατικῷ νόμῳ τῆς φύσεως, εἰκότως ἐν τῷ Σωτῆρι Θεῷ τοῦ Ἀδὰμ θεωροῦσαι κατὰ φύσιν διὰ τὴν σάρκα τὸ παθητὸν καὶ δοκοῦσαι πρὸς ἀνάγκης περιστατικῶς ὡς ψιλὸν ἄνθρωπον καὶ τὸν Κύριον κεκτῆσθαι τὸν νόμον τῆς φύσεως, ἀλλ᾽ οὐχὶ κατὰ θέλησιν γνώμῃ κινούμενον, προσέβαλον, ἐλπίζουσαι κἀκεῖνον διὰ τοῦ κατὰ φύσιν πάθους τὸ παρὰ φύσιν πείθειν φαντάζεσθαι πάθος καί τι δρᾶν αὐταῖς ἐοικός· ὅς, διὰ τῆς πρώτης πείρας τῶν καθ᾽ ἡδονὴν πειρασμῶν συγχωρήσας τοῖς οἰκείοις αὐτὰς ἐμπαίζεσθαι δόλοις, ἐξεδύσατο ταύτας ἐξωθήσας τῆς φύσεως, ἀπρόσιτος μείνας αὐταῖς καὶ ἀνέπαφος, ἡμῖν προδήλως ἀλλ᾽ οὐχ ἑαυτῷ τὴν νίκην ποιούμενος· οἷς καὶ γέγονεν ἄνθρωπος προσάγων ὡς ἀγαθὸς ὅλον τὸ κατορθούμενον.

Οὐ γὰρ αὐτὸς ἐδεῖτο πείρας, Θεὸς ὢν καὶ δεσπότης καὶ παντὸς πάθους κατὰ φύσιν ἐλεύθερος, ἀλλ᾽ ἵνα, τοῖς ἡμετέροις πειρασμοῖς τὴν πονηρὰν προσκαλούμενος δύναμιν, ἕληται τῇ προσβολῇ, νεκρώσας τὴν ἑλεῖν αὐτὸν ὡς ἐν ἀρχῇ τὸν Ἀδὰμ προσδοκήσασαν.

Οὕτω μὲν οὖν κατὰ τὴν πρώτην πεῖραν προσβαλούσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐξεδύσατο, πόρρω ποιήσας τῆς φύσεως, καὶ τὸ καθ᾽ ἡδονὴν παθητὸν ἰασάμενος, καὶ τὸ χειρόγραφον ἐν ἑαυτῷ τοῦ Ἀδὰμ τῆς τῶν καθ᾽ ἡδονὴν παθῶν γνωμικῆς συγκαταθέσεως ἀπαλείψας· δι᾽ οὗ τὴν γνώμην ἄνθρωπος ῥέπουσαν ἔχων πρὸς ἡδονὴν τὴν πονηρὰν καθ᾽ ἑαυτοῦ καὶ σιγῶν διὰ τῶν ἔργων ἀνεκήρυττε δεσποτείαν, τῷ τοῦ θανάτου φόβῳ τῆς καθ᾽ ἡδονὴν ἐνοχῆς οὐκ ἐλευθερούμενος.

Ἐπειδὴ τοίνυν διὰ τῆς καθ᾽ ἡδονὴν πρώτης πείρας ἡττήσας τὰς πονηρὰς ἐματαίωσε δυνάμεις ἀρχάς τε καὶ ἐξουσίας Κύριος, καὶ δευτέραν αὐταῖς συγχωρεῖ ποιεῖσθαι προσβολὴν καὶ τὴν λειπομένην δι᾽ ὀδύνης καὶ πόνων πεῖραν τῶν πειρασμῶν προσαγαγεῖν, ἵνα τελείως κενώσας ἐν ἑαυτῷ τὸν φθαρτικὸν ἰὸν τῆς αὐτῶν πονηρίας ὡς πῦρ δαπανήσῃ, παντελῶς ἐξαφανίσας τῆς φύσεως, ἀπεκδυσάμενος κατὰ τὸν τοῦ θανάτου καιρὸν ἐν τῷ σταυρῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μείνας τοῖς πόνοις ἀνάλωτος, μᾶλλον δὲ φοβερὸς φανεὶς κατὰ τοῦ θανάτου, τὸ κατ᾽ ὀδύνην παθητὸν ἐξηλώσας τῆς φύσεως· ἧς ἀπορρέπουσαν διὰ τῆς δειλίας τὴν γνώμην ἔχων ἄνθρωπος διαπαντὸς φόβῳ θανάτου καὶ παρὰ γνώμην τυραννούμενος διὰ τὸ ζῆν τῆς καθ᾽ ἡδονὴν ἀντείχετο δουλείας.

Ἐξεδύσατο μὲν οὖν Κύριος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατὰ τὴν πρώτην ἐν τῇ ἐρήμῳ πεῖραν τῶν πειρασμῶν, τὸ καθ᾽ ἡδονὴν παθητὸν τῆς ὅλης φύσεως ἰασάμενος· ἀπεξεδύσατο δὲ ταύτας πάλιν κατὰ τὸν καιρὸν τοῦ θανάτου, τῆς φύσεως ὁμοίως ἐξηλώσας τὸ κατ᾽ ὀδύνην παθητόν, τὸ ἡμῖν κατορθούμενον ἑαυτοῦ διὰ φιλανθρωπίαν ὡς ὑπευθύνου ποιούμενος, μᾶλλον δὲ τῶν κατορθουμένων τὸ κλέος ἡμῖν ὡς ἀγαθὸς λογιζόμενος.

Ἐπειδὴ γὰρ ὁμοίως ἡμῖν λαβὼν χωρὶς ἁμαρτίας τὸ τῆς φύσεως παθητόν, δι᾽ οὗ πέφυκεν ἐνεργεῖν τὰ ἑαυτῆς πᾶσα πονηρὰ καὶ ὀλέθριος δύναμις, ἐν τῷ καιρῷ τοῦ θανάτου καὶ ἐπ᾽ αὐτὸν ἐλθούσας ἐρεύνης χάριν ἀπεξεδύσατο, θριαμβεύσας τε καὶ παραδειγματίσας αὐτὰς ἐν τῷ σταυρῷ κατὰ τὴν ἔξοδον τῆς ψυχῆς, μηδὲν τὸ σύνολον εὑρούσας ἐν τῷ κατ᾽ αὐτὸν παθητῷ τῆς φύσεως ἴδιον, ὅτε μάλιστα προσεδοκοῦσαν διὰ τὸ φύσει κατὰ σάρκα παθητὸν εὑρεῖν τι πάντως ἀνθρώπινον, εἰκότως δι᾽ ἑαυτοῦ δυνάμει καὶ πᾶσαν ὡς διά τινος ἀπαρχῆς τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς τὴν φύσιν τῶν ἀνθρώπων τῆς ἐμφυρείσης αὐτῇ κατὰ τὸ παθητὸν κακίας ἠλευθέρωσεν, ὑποτάξας αὐτῷ τῷ τῆς φύσεως παθητῷ τὴν ἐν αὐτῷ ποτε, φημὶ δὲ τῷ παθητῷ, βασιλεύσασαν τῆς φύσεως πονηρὰν δυναστείαν.

῏Ην μὲν καὶ ἄλλως τὸν περὶ τούτου λόγον μυστικώτερόν τε καὶ ὑψηλότερον θεωρῆσαι δυνατόν. Ἀλλ᾽ ἐπειδή, καθὼς ἴστε, τὰ τῶν θείων δογμάτων ἀπορρητότερα διὰ γραφῆς οὐ δεῖ κατατίθεσθαι, ἀρκεσθῶμεν τοῖς εἰρημένοις δυσωποῦσι φιλοπραγμονοῦσαν περὶ τούτου τὴν ἔννοιαν. Θεοῦ δὲ χαριζομένου καὶ τὸ κατ᾽ ὀφθαλμοὺς ὑμῶν ἀξιωθῆναι, τὴν ἀποστολικὴν διάνοιαν ἅμα φιλομαθῶς ἐξετάσομεν.

 
---------------------------
ΣΧΟΛΙΑ

1. Γένεσιν λέγει τήν ἐκ Θεοῦ πρώτην τοῦ ἀνθρώπου διάπλασιν· γέννησιν δέ, τήν ἐκ καταδίκης ὕστερον διά τήν παράβασιν ἐξ ἀλλήλων διαδοχήν.

2. Κακίας λέγει τὰς ἐνεργείας τῶν ἀκαθάρτων πνευμάτων. Τὰ πάθη δυὸ εἰδῶν ἐστι· τὸ μὲν τὰ παρὰ φύσιν πάθη ἐστί, ἅπερ εἰσὶ κακίαι ἀεὶ ἀντικείμεναι ταῖς ἀρεταῖς, μὴ δυνάμεναι ποτὲ ἐκδηλωθῆναι ἐν ταῖς ἀρεταῖς· τὸ δὲ ἕτερον τὰ πάθη εἰσὶ ἐκεῖνα, ἅπερ εἰ καὶ μὴ ἐκ τοῦ Θεοῦ ποιηθέντα ἐν τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ' εἰσῆλθον αὐτῇ ἅμα τῇ παραβάσει, διὸ θεωρούμενα καθ' ἑαυτά, κακὰ εἰσι, δυνάμενα δὲ μεταβληθῆναι εἰς ἀγαθὰ τοῖς χρησαμένοις καλῶς, ἅπερ εἰσὶ ἢ ἡδονὴ τε καὶ ὀδύνη, ἡ ἐπιθυμία τε καὶ ὁ φόβος, ἐν οἷς κεκρυμμέναι εἰσὶ κακίαι, δι' ὧν αἱ ἀντικείμεναι δυνάμεις πεφύκασι πράττειν ἀδίκους πράξεις.

3. Κινήσεις τῆς ψυχῆς λέγει τὴν ἡδονὴν καὶ ὀδύνην, τὴν ἐπιθυμίαν καὶ τὸν φόβον, λαμβανόμεναι ὡς ἀγαθαὶ καὶ κακαί, ἐν αἷς λανθανόντως αἱ κακίαι ἐνυπάρχουσι.

4. Τὴν διαδοχὴν τῶν ἀνθρώπων ὀνομάζει ἐπείσακτον γέννησιν τῇ φύσει ἡμῶν, ἐνώσει σωματικῇ, ὁμοίᾳ τοῖς ζώοις. Εἰ γὰρ ἡ τοῦ ἀνθρώπου φύσις οὐκ ἔπιπτε διὰ τοῦ πρώτου ἀνθρώπου τῇ παραβάσει, ὁ πολλαπλασιασμὸς τοῦ ἀνθρωπίνου γένους οὐκ ἂν ἐγίγνετο τῇ τῶν σωμάτων ἑνώσει, ἥτις ἐστὶ ἡ τῆς παραβάσεως ποινή, ἀλλὰ θαυμαστῷ τινι θείῳ τρόπῳ, ἄνευ μολυσμοῦ σπέρματός τίνος.

5. Διαδοχὴ ὀνομάζει τὴν δι' ἑνώσεως γέννησιν τῶν ἀνθρώπων ἐκ σπέρματος, ἥτις οὐκ ἐν τῇ φύσει αὐτοῦ ἦν, ἄλλα ποινὴ ἐστὶ ἐπείσακτος τῇ φύσει.

6. Τὰ ἀκάθαρτα πνεύματα πεφύκασι ὑποσύρειν τοὺς ἀνθρώπους, ὑποβάλλοντα μετὰ δόλου τὰ παρὰ φύσιν πάθη ὑπὸ μορφήν τῶν κατὰ φύσιν.

7. Τῆς ἡμῶν καθ᾿ ἡδονήν, οἰκειοῦτο πεῖραν εἰς πρόκλησιν τοῦ πειράζοντος ὁ φύσει καθ᾿ ἡδονήν καί ὡς ἄνθρωπος ἀπαθής ὑπάρχων· παθητός γάρ ἦν σαρκί κατά φύσιν, ὡς ἄνθρωπος, διά τό θνητόν, ἀλλ᾿ οὐκ ἐμπαθής κατά γνώμην ὡς ἀναμάρτητος.

8. Τὰς προτροπὰς τοῦ διαβόλου πρὸς τὸν Κύριον ἐν τῇ ἔρημῳ, ἐν τῷ ναῷ καὶ ἐν τῷ ὑψηλῷ ὅρει καλεῖ πειρασμούς.

9. Πάθος τοῦ σταυροῦ καλεῖ ἐκεῖνο δι' οὗ ἡττήθη ὁ διάβολος καὶ ἡ φύσις τοῦ ἀνθρώπου ἠλευθερώθη ὑπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας.

10. Ἕτερὸν ἐστι ἡ παθητότης τῆς ἡδονῆς, καὶ ἕτερον ἡ παθητότης τῆς σαρκός· παθητότης τῆς ἡδονῆς, τουτέστιν ἁμαρτία, οὐκ ἦν τῷ Χριστῷ.

11. Φύσεως ἴδιον κέκληκε, τό κατά γνώμην μετά παράβασιν πρός ἁμαρτίαν ἐξ ἀσθενείας ὀλισθηρόν· ὅπερ οὔτε κατά σάρκα φυσικῶς εἶχεν ὁ Κύριος, καί σαρκί κατ᾿ οὐσίαν ἀναμάρτητος ὤν.

12. Ὅτι οὐ δεῖ τοὺς ἑρμηνευτάς τῆς Γραφῆς ἑρμηνεύειν τι ὡς μὴ δυνάμενον ἄλλως ἑρμηνευθῆναι.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets