19. ΕΡΩΤΗΣΙΣ ΙΘ'
Τί ἐστιν ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται; Καὶ πῶς ὁ αὐτὸς λέγει πάλιν ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ; Εἰ διὰ νόμου κριθήσονται, πῶς διὰ Ἰησοῦ Χριστοῦ;
Ἀπόκρισις.
Ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς Χριστός, ὡς μὲν πάντων δημιουργός, καὶ νόμου τοῦ κατὰ φύσιν ἐστὶ ποιητής, ὡς δὲ προνοητὴς καὶ νομοθέτης, καὶ τοῦ ἐν γράμματι σαφῶς καὶ τοῦ ἐν πνεύματι, τουτέστιν ἐν χάριτι, νόμου ἐστὶ δοτήρ· τέλος γὰρ νόμου Χριστός, δηλονότι τοῦ γραπτοῦ νοουμένου πνευματικῶς.
Εἰ τοίνυν εἰς Χριστόν, ὡς δημιουργὸν προνοητήν τε καὶ νομοθέτην καὶ ἱλασμόν, ὅ τε κατὰ φύσιν καὶ ὁ γραπτὸς καὶ ὁ τῆς χάριτος συνάγεται νόμος, ἀληθεύει φάσκων ὁ θεῖος ἀπόστολος ὅτι ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων μέλλει κρίνειν κατὰ τὸ Εὐαγγέλιον αὐτοῦ, τουτέστι καθῶς εὐαγγελίζεται διὰ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς κατ᾽ οὐσίαν οἰκείου Λόγου, χωρῶν διὰ πάντων, καὶ τοὺς μὲν ἐλέγχων, τοὺς δὲ προσφόρως ἀποδεχόμενος, καὶ τοῖς κατὰ φύσιν καὶ νόμον καὶ χάριν διὰ τοῦ συνόντος αὐτῷ κατ᾽ οὐσίαν μονογενοῦς ἀφράστου Λόγου τὰ κατ᾽ ἀξίαν ἀπονέμων.
Πάσης γὰρ φύσεως καὶ παντὸς νόμου καὶ θεσμοῦ καὶ τάξεως ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ ποιητής, καὶ τῶν ἐν φύσει καὶ νόμῳ καὶ θεσμῷ καὶ τάξει κριτής· τοῦ γὰρ διαγορεύοντος Λόγου χωρίς, νόμος οὐκ ἔστιν. Εἴτε οὖν ἐν νόμῳ τις κρίνεται, ὡς ἐν Χριστῷ κριθήσεται, εἴτε χωρὶς νόμου, πάλιν ἐν αὐτῷ πάντως κριθήσεται· πάντων γὰρ τῶν ὄντων καὶ λεγομένων καὶ νοουμένων ἐστὶ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος, ὡς δημιουργός, ὁ Λόγος.