ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ B' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὠδὴ ς’ Ἦχος πλ. δ’
Τὴν δέησιν ἐκχεῶ.
Οἱ Ἅγιοι διὰ πλείστων βασάνων, τὰς πολλὰς τῶν δυσμενῶν μυριάδας, καταβαλεῖν, ἠξιώθησαν Σῶτερ, καὶ τῶν πολλῶν ἀγαθῶν σου ἐπέτυχον, εὐχαῖς αὐτῶν ὡς ἀγαθός, τὰ πολλά μου ἐξάλειψον πταίσματα.
Ὑμνήσωμεν τοὺς Χριστοῦ Ἀθλοφόρους, καὶ βοήσωμεν αὐτοῖς ὁμοφρόνως, Δεσποτικῶν, μιμηταὶ παθημάτων, τὰ τῶν ψυχῶν ἡμῶν πάθη ἰάσατε, νηστεύειν τε ἀπὸ κακῆς, συνηθείας ἡμᾶς ἐνισχύσατε.
Μετέβαλες τοῦ θανάτου εἰς ὕπνον, τὸ ἐπίπονον ἐν τάφῳ ὑπνώσας, καὶ τοῖς νεκροῖς, τὴν ζωὴν ἐδωρήσω, τοὺς μεταστάντας οὖν Σῶτερ ἀξίωσον, τῆς στάσεως τῶν ἐκλεκτῶν, Ἀθλοφόρων ἁγίων δεήσεσι.
Θεοτοκίον.
Νηστεύειν με καὶ ἀπέχεσθαι πάσης, ἁμαρτίας ἐνδυνάμωσον Κόρη, τὸν δυνατόν, ἀναμάρτητον Λόγον, σωματωθέντα ἀρρήτως κυήσασα, καὶ δίδου μοι καθαρτικόν, μολυσμάτων Πανάμωμε δάκρυον.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ Ἀπόστολος
Προκείμενον Ἦχος πλ. β’
Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Γ’: 12-16)
Ἀδελφοί, βλέπετε, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν ἐν τῷ λέγεσθαι. Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως.
Καὶ Νεκρώσιμος.