Αρχική Καρτέλα 1 Καρτέλα 2 Καρτέλα 3 Καρτέλα 4 Καρτέλα 5
Τελευταία νέα

Τρίτη 9 Απριλίου 2013

ΚΣΤ (26). ΠΕΡΙ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΒΑΒΥΛΩΝΟΣ ΚΑΙ ΙΟΥΔΑ ΚΑΙ ΤΩΝ ΕΘΝΩΝ.


26. ΕΡΩΤΗΣΙΣ ΚΣΤ'

Εἰ ὁ βασιλεὺς Βαβυλῶνος ἀλληγορεῖται εἰς τὸν διάβολον, τίς ὁ λόγος ὃν διὰ τοῦ προφήτου Ἱερεμίου ἀπειλεῖ τοῖς βασιλεῦσι τῶν ἐθνῶν καὶ τῷ βασιλεῖ Ἰούδα κλοιοὺς καὶ δεσμὰ καὶ λιμὸν καὶ θάνατον καὶ μάχαιραν καὶ αἰχμαλωσίαν, ἐὰν μὴ αὐτῷ δουλεύσωσιν, τοῖς δὲ ἑκουσίως δουλεύουσι μετὰ ἀνέσεως εἶναι ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὅτι δοῦλον αὐτὸν προσαγορεύει λέγων ἐγὼ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τῷ δούλῳ μου καὶ τὰ θηρία τοῦ ἀγροῦ δέδωκα δουλεύειν αὐτῷ; Τίς οὖν ἐστιν ἡ τοῦ διαβόλου δουλεία καὶ τίνα τὰ θηρία καὶ τίνα τὰ ἓξ εἴδη τῆς ἀπειλῆς καὶ τίνες οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα;


Ἀπόκρισις.

Ὁ διάβολος καὶ ἐχθρός ἐστι τοῦ Θεοῦ καὶ ἐκδικητής· ἐχθρὸς μὲν ὅταν, ὡς μισῶν αὐτόν, δοκῇ πως τὴν ὀλέθριον κεκτῆσθαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἀγάπην, τοῖς τῶν ἑκουσίων παθῶν τρόποις διὰ τῆς ἡδονῆς πείθων ἡμῶν τὴν προαίρεσιν τῶν αἰωνίων ἀγαθῶν προκρίνειν τὰ πρόσκαιρα, δι᾽ ὧν, κλέπτων ὅλην τῆς ψυχῆς τὴν ἔφεσιν, τῆς θείας ἡμᾶς παντελῶς ἀγάπης ἀφίστησιν, ἑκουσίους ἐχθροὺς ποιῶν τοῦ ποιήσαντος, ἐκδικητὴς δὲ ὅταν, γυμνώσας τὸ πρὸς ἡμᾶς μῖσος, ὡς ἤδη γενομένους αὐτῷ διὰ τὴν ἁμαρτίαν ὑποχειρίους, ἐξαιτῆται τὴν καθ᾽ ἡμῶν τιμωρίαν.

Οὐδὲν γὰρ οὕτω φίλον τῷ διαβόλῳ καθέστηκεν ὡς ἄνθρωπος τιμωρούμενος. Τοῦτο δὲ συγχωρηθείς, τὰς ἐπαλλήλους ἐπινοῶν τῶν ἀκουσίων παθῶν ἐπαγωγὰς λαίλαπος δίκην ἀπηνῶς ἐπιφέρεται τοῖς καθ᾽ ὧν ἐκομίσατο συγχωρήσει Θεοῦ τὴν ἐξουσίαν, οὐ τὸ πρόσταγμα τὸ θεῖον ἐκπληρῶσαι βουλόμενος, ἀλλὰ τὸ οἰκεῖον τοῦ καθ᾽ ἡμῶν μίσους διαθρέψαι πάθος ἐπιθυμῶν, ἵνα τῷ πολλῷ βάρει τῶν ὀδυνηρῶν συμφορῶν ἡ ψυχὴ δι᾽ ἀτονίαν ὀκλάσασα τῆς θείας ἐλπίδος ἑαυτῆς περικόψῃ τὴν δύναμιν, ἀντὶ νουθεσίας ἀθεΐας αἰτίαν ποιουμένη τὴν τῶν ἀλγεινῶς συμβαινόντων ἐπαγωγήν.

Ἀγαθὸς γὰρ ὑπάρχων ὁ Θεὸς καὶ θέλων ἡμῶν ἐκτίλαι παντελῶς τὸ τῆς κακίας σπέρμα, τὴν ἡδονὴν τὴν τὸν νοῦν τῆς θείας ἀποσυλοῦσαν ἀγάπης, συγχωρεῖ τῷ διαβόλῳ πόνους ἡμῖν καὶ τιμωρίας ἐπαγαγεῖν, κατὰ ταὐτὸν καὶ τῆς προλαβούσης ἡδονῆς τὸν ἰὸν διὰ τῶν πόνων τῆς ψυχῆς ἀποξέων καὶ πρὸς τὰ παρόντα καὶ μόνην τὴν αἴσθησιν σαίνοντα μῖσος ἡμῖν καὶ τελείαν ἀποδιάθεσιν, ὡς μηδὲν τιμωρίας πλέον εἰς κέρδος κεκτημένα κατὰ τὴν χρῆσιν, ἐμποιῆσαι βουλόμενος καὶ τὴν ἐκείνου τιμωρὸν δύναμιν καὶ μισάνθρωπον τῆς πρὸς ἀρετὴν ἐπαναγωγῆς περιστατικὴν αἰτίαν ποιήσασθαι τῶν αὐτῆς ἑκουσίως ἀπολισθησάντων.

Ὡς οὖν κατὰ συγχώρησιν τιμωρούμενος τοὺς ἁμαρτάνοντας ὁ διάβολος τοῦ Θεοῦ κέκληται δοῦλος, ἀποστάτης ὢν καὶ λῃστὴς πονηρός, καὶ τοῖς ἑκουσίως διὰ τῆς ἡδονῆς ἀφισταμένοις τοῦ Θεοῦ τὴν γνώμην ἔχων πάνυ κατάλληλον —πρέπον γάρ ἐστι καὶ δίκαιον ὑπὸ τοῦ διαβόλου κολάζεσθαι τοὺς τὰς αὐτοῦ πονηρὰς ὑποθήκας τῶν ἑκουσίων ἁμαρτημάτων ἡδέως δεξαμένους—, οὕτω μὲν οὖν καὶ ἡδονῆς ἐστι διὰ τῶν ἑκουσίων παθῶν σπορεὺς ὁ διάβολος καὶ ὀδύνης διὰ τῶν ἀκουσίων ἐπαγωγεύς.

Ὅταν οὖν οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τουτέστι τὴν πρακτικὴν ἕξιν ἢ τὴν θεωρητικὴν ἀπειληφότες ἐπιστήμην, πρὸς τὴν ἀνθρώπων ταύτας μετέρχωνται δόξαν, ἤθη μὲν ἀρετῶν τῷ φαινομένῳ τρόπῳ σκιαγραφοῦντες, λόγους δὲ σοφίας καὶ γνώσεως μόνον λαλοῦντες δίχα τῶν κατὰ δικαιοσύνην ἔργων, καὶ τὸν ὡς ἐπ᾽ ἀρετῇ καὶ γνώσει τοῖς ἄλλοις ἐπιδείκνυνται τῦφον, εἰκότως τοῖς πρέπουσι παραδίδονται πόνοις, διὰ τοῦ πάσχειν τὴν ἀγνοηθεῖσαν αὐτοῖς ἐκ τῆς ματαίας οἰήσεως ταπεινοφροσύνην μεταμανθάνοντες· ὅπερ εἰδὼς καὶ ὁ θαυμαστὸς ἀπόστολος, παρέδωκε τῷ σατανᾷ τὸν παρανομήσαντα Κορίνθιον εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.

Διὰ τοῦτο τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ βασιλεὺς παραδίδοται τῷ βασιλεῖ τῶν Ἀσσυρίων, τουτέστιν ὁ θεωρητικὸς νοῦς καὶ γνωστικὸς πρὸς τιμωρίαν ἐκδίδοται τῷ διαβόλῳ, πόνους αὐτῷ δικαίως ἐπάγοντι καὶ συμφοράς, ἵνα μάθῃ πάσχων περὶ καρτερίας μᾶλλον καὶ πόνων ὑπομονῆς φιλοσοφεῖν ἢ διακενῆς τοῖς οὐκ οὖσιν ὑπερηφάνως ἐμματαιάζειν.

Πᾶς οὖν ἀνεχόμενος ἑκουσίως ἐκ τῆς τῶν αὐτῷ πεπραγμένων συναισθήσεως δέξασθαι τὰς ἐπιπόνους τῶν ἀκουσίων ἐπιφορὰς πειρασμῶν μετὰ τῆς δεούσης εὐχαριστίας οὐκ ἐξοικίζεται τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἕξεώς τε καὶ χάριτος καθάπερ οἱ πάλαι τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ὡς ὑπελθὼν ἑκουσίως τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ὡς χρέος ἀποτιννὺς τὰς τῶν βασάνων ἐπιφορὰς καταδεχόμενος, ἀλλ᾽ ἐν αὐταῖς μένων τελεῖ τῷ μὲν βασιλεῖ Βαβυλῶνος τοὺς ἐκ τοῦ παθητοῦ τῆς φύσεως βιαίους πόνους καὶ τὴν ἐπ᾽ αὐτοῖς κατὰ τὴν διάνοιαν ὡς ὀφειλέτης αὐτῶν διὰ τὰς προλαβούσας πλημμελείας συγκατάθεσιν, τῷ δὲ Θεῷ προσφέρει διὰ λατρείας ἀληθινῆς—τῆς ταπεινῆς λέγω διαθέσεως—τὴν τῶν παρημελημένων διόρθωσιν.

Ὁ δὲ τὴν κατὰ συγχώρησιν Θεοῦ πρὸς διόρθωσιν ἐπαγομένην αὐτῷ διὰ τῶν ἀκουσίων πειρασμῶν συμφορὰν εὐχαρίστως μὴ καταδεχόμενος καὶ τὴν ἐπὶ τῷ δοκεῖν δίκαιος εἶναι μεταγνοὺς οὐκ ἀποτιθέμενος οἴησιν, ὡς τοῖς θείοις τῶν δικαίων κριμάτων ἀντιπίπτων θεσπίσμασι κατὰ τοὺς πάλαι τῆς Ἰουδαίας οἰκήτορας, καὶ μὴ καταδεχόμενος ἑκουσίως ὑπὸ τὸν ζυγὸν γενέσθαι τοῦ βασιλέως Βαβυλῶνος κατὰ τὴν θείαν διαταγήν, εἰς αἰχμαλωσίαν παραδίδοται τῷ βασιλεῖ Βαβυλῶνος καὶ κλοιοὺς καὶ δεσμὰ καὶ θάνατον καὶ λιμὸν καὶ μάχαιραν καὶ τῆς ἰδίας παντελῶς ἀποικίζεται γῆς, τουτέστι τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εἶναι δοκούσης ἕξεως, διὰ μὲν τῆς αἰχμαλωσίας τὴν τῶν θείων ἀποστασίαν κατακρινόμενος, διὰ δὲ τῶν κλοιῶν τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν, διὰ δὲ τῶν δεσμῶν τὴν παντελῆ τῶν καλῶν ἀπραξίαν, διὰ δὲ τοῦ λιμοῦ τὴν τῶν θείων στέρησιν διδαγμάτων, διὰ δὲ τοῦ θανάτου τὴν τελείαν πρὸς τὰ καλὰ πώρωσίν τε καὶ ἀναισθησίαν, διὰ δὲ τῆς μαχαίρας τοὺς τῶν θείων μνημῶν ἀναιρετικοὺς ἐμπαθεῖς καὶ ἀκολάστους λογισμούς.

Πάντα γὰρ ταῦτα καὶ τούτων πλείονα ὁ τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν, ὡς ἰδίας γῆς, ἐξοικιζόμενος ἕξεως πάσχει διὰ τὸ μὴ θέλειν αὐτὸν ἐξ ὑπερηφανίας καὶ ματαίας οἰήσεως, τὰς ἐφ᾽ οἷς ἐπλημμέλησεν ἐκτιννὺς δίκας, ἐν θλίψεσιν εὐδοκῆσαι καὶ ἀνάγκαις καὶ στενοχωρίαις κατὰ τὸν θεῖον ἀπόστολον, καίτοι πάσης τῆς ἐπὶ τούτοις ὀφειλῆς ὄντα διὰ τὴν δικαιοσύνην ἐλεύθερον.

῎Ηιδει γὰρ ὁ μέγας ἀπόστολος φυλακτικὴν τῶν θείων κατὰ ψυχὴν θησαυρῶν ὑπάρχουσαν τὴν ἐκτὸς περὶ τὸ σῶμα συνισταμένην διὰ τῶν πόνων ταπείνωσιν, καὶ διὰ τοῦτο στέργων ὑπέμενε, καὶ δι᾽ ἑαυτὸν καὶ τοὺς οἷς ἀρετῆς καὶ πίστεως προέκειτο τύπος, ἵνα, κἂν ὡς ὑπεύθυνοι πάσχωσι κατὰ τὸν ἐπιτιμηθέντα Κορίνθιον, εἰς παρηγορίαν ἔχωσι καὶ ὑπομονῆς μίμησιν τὸν ἀνευθύνως πάσχοντα.

Τοὺς δὲ βασιλεῖς τῶν ἐθνῶν εἶναι νομίζω κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον τοὺς τῶν λοιπῶν τῆς ἀτιμίας παθῶν ἐπάρχοντας ἀνθρώπους, καὶ αὐτοὺς ὑποκειμένους ἐνδίκως τῇ τιμωρίᾳ τῶν οἰκείων ὀφλημάτων καὶ διὰ τοῦτο τῷ βασιλεῖ Βαβυλῶνος παραδιδομένους ὡς τιμωρῷ δυνάμει καὶ χαιρούσῃ τῇ βασάνῳ τῆς φύσεως.

Ἔστιν οὖν ὁ μὲν Αἰγύπτιος βασιλεὺς ὁ φιλήδονος νοῦς καὶ ἀκόλαστος, ὁ δὲ Μωαβίτης ὁ τρυφητὴς καὶ βάκηλος νοῦς, ὁ δὲ Ἀμμανίτης ὁ πλεονεκτικὸς νοῦς, ὁ δὲ Σύρος ὁ δεισιδαίμων καὶ διαλεκτικὸς νοῦς—μόνος γὰρ ἀντικεῖσθαι γέγραπται τῷ Σαλομῶν ὁ Σύρος, τουτέστι τῇ εἰρήνῃ καὶ τῇ σοφίᾳ—, ὁ δὲ Τύριος ὁ φιλόκοσμος νοῦς καὶ φιλόζωος· καὶ οἱ λοιποὶ πάντες βασιλεῖς οὓς γνώσεται διὰ τῆς οἰκείας σημασίας ὁ γνωστικὸς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἢ τῆς τῶν τόπων θέσεως ἢ τῆς κρατούσης ἐν αὐτοῖς γενικῆς παραδόσεως ἢ τῆς ἐν ἀλλήλοις ἐπιτηδεύσεως ἢ τῆς πρὸς τὸν Ἰσραὴλ ποιᾶς ἀντιπαθείας ...

Οὐ γὰρ πάντοτε καὶ πάντες ὡσαύτως καὶ καθ᾽ ἓν σημαινόμενον λαμβάνονται, ἀλλὰ πρὸς τὴν ὑποκειμένην χρείαν καὶ τῆς προφητείας τὴν δύναμιν, ἐπεί τοί γε καὶ εἰς τὸν διάβολον οἶδεν ἡ Γραφὴ λαμβάνειν τὸν Φαραώ, ὅταν ἀναιρέτης γίνηται τοῦ Ἰσραήλ, καὶ πάλιν εἰς τὸν τῆς φύσεως νόμον, ὅταν αὐτῷ δουλεύῃ κατ᾽ οἰκονομίαν ὁ Ἰωσήφ, προφητικῶς δι᾽ ἑαυτοῦ σημάνας τὸν φύσει καὶ πάθεσι τοῖς ἡμετέροις ἑκουσίως δουλεύσαντα Θεὸν Λόγον δίχα μόνης ἁμαρτίας, ὁμοίως καὶ ὁ βασιλεὺς Τύρου νοεῖται εἰς τὸν διάβολον, ὅταν τὸν Ἰσραὴλ διὰ τοῦ Σισάρα πολεμῇ, καὶ πάλιν εἰς τὸν φυσικὸν νόμον, ὅταν σπένδεται τῷ Δαβὶδ καὶ εἰς τὸν οἰκοδομὴν τοῦ θείου ναοῦ τῷ Σαλομῶν πλεῖστα συμβάλλεται. Καὶ εἰς ἄλλα δὲ πολλὰ σημαινόμενα ἕκαστος τῶν ἀπηριθμημένων τῇ Γραφῇ βασιλέων λαμβάνεται, κατὰ μέντοι τὴν ὑποκειμένην τῇ προφητείᾳ δύναμιν.

Τὰ δὲ θηρία, ἅπερ δίδωσιν ὁ Θεὸς τῷ βασιλεῖ Βαβυλῶνος, εἰσὶν οἱ δαίμονες, ἕκαστος κατὰ τὴν ἐνδιαθέτως ὑποκειμένην ἐπιτηδειότητα πρὸς τήνδε ἢ τήνδε τῶν πειρασμῶν ἐπαγωγὴν λειτουργῶν. Ἄλλης γὰρ ἄλλος ἐστὶ ποιητικὸς κακίας, καὶ ἄλλος ἄλλου σαφῶς ἐστι μιαρώτερος καὶ πρὸς τόδε μᾶλλον τῆς κακίας τὸ εἶδος ἐπιτηδειότερος.

Οὔτε γὰρ αὐτοὶ οἱ δαίμονες ἄνευ θείας συγχωρήσεως κατ᾽ οὐδὲν ὑπουργεῖν δύνανται τῷ ἀρχεκάκῳ διαβόλῳ, ἵνα, καθὼς οἶδεν αὐτὸς ὁ Θεὸς μετὰ τῆς δεούσης φιλανθρώπου καὶ ἀγαθῆς προνοίας, συγχωρῇ τῷ διαβόλῳ διὰ τῶν αὐτοῦ ὑπουργῶν τὰς ἐφ᾽ οἷς ἡμάρτομεν διαφόρους ποιεῖσθαι τιμωρίας. Καὶ δηλοῖ τοῦτο σαφῶς ἡ περὶ τοῦ Ἰὼβ συγγραφή, μὴ δυνάμενον τῷ Ἰὼβ παντελῶς προσπελάσαι τὸν διάβολον ἀναγραφομένη δίχα τῆς θείας συγχωρήσεως.

Ἀλλὰ καὶ Ναβουχοδονόσορ αὐτὸς ὁ τῆς Βαβυλωνίας βασιλεὺς λαμβάνεται πολλάκις εἰς τὸν φυσικὸν νόμον. Καὶ τοῦτο δηλοῦσι γράφοντες τοῖς ἐν Ἱεροσολύμοις οἱ τὸν πνευματικὸν νόμον στέρξαι μὴ δυνηθέντες καὶ διὰ τοῦτο πρὸς τὴν Βαβυλωνίαν κατασυρέντες γῆν, λέγω δὲ τὴν ἕξιν τῆς κατὰ τὴν ὕλην συγχύσεως, εὔξασθε ὑπὲρ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ τῆς ζωῆς Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, τοῦ φυσικοῦ νόμου δηλαδὴ καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ὑφ᾽ οὓς τότε γεγόνασιν, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, διὰ τούτων παρακαλοῦντες εὔξασθαι τοὺς ἐν τῇ ἀπαθείᾳ τῆς ἀρετῆς καὶ τῇ ἀληθείᾳ τῆς γνώσεως μείναντας, ἵνα ὧσι τὰ νοήματα τοῦ κατὰ φύσιν νόμου καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ἐν ᾧ, τὸν πνευματικὸν ἀπολιπόντες νόμον, γεγόνασιν, ὡς τὰ θεῖα νοήματα τοῦ νόμου τοῦ Πνεύματος, ἡμέρας καλέσαντες τὰ νοήματα, οὐρανὸν δὲ τὸν πνευματικὸν νόμον.

Ἐζήτουν γὰρ μὴ ἀπᾴδειν τοῦ πνευματικοῦ νόμου τὸν ὑφ᾽ ὃν γεγόνασι φυσικὸν καὶ ἐπίμοχθον νόμον.

Τούτοις συμφωνεῖ καὶ τὸ πρὸς αὐτὸν κατὰ τὴν θείαν ἀπειλὴν μυστικῶς εἰρημένον ὑπὸ τοῦ μεγάλου Δανιήλ, τὸ θεαθὲν ὄναρ ἑρμηνεύοντος καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὖ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν θέλῃ δώσει αὐτήν· καὶ ὅτι εἶπεν· ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ· ἡ βασιλεία σου σοὶ μένει, ἀφ᾽ ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν ἐπουράνιον, ἐκδίωξιν μὲν λέγων τάχα τὴν εἰς τὸν κόσμον τοῦτον διὰ τὴν παράβασιν ἐκ τοῦ παραδείσου ἐκβολὴν καὶ τῆς μετὰ τῶν ἁγίων ἀγγέλων διαίτης ἀλλοτρίωσιν, ἤγουν τὴν ἐκ τῶν νοητῶν θεαμάτων πρὸς τὴν αἴσθησιν τοῦ νόμου τῆς φύσεως σχέσιν, τὴν δὲ μετὰ τῶν ἀγρίων θηρίων κατοικίαν τὴν μετὰ τῶν παθῶν καὶ τῶν ἐνεργούντων αὐτὰ δαιμόνων καταμονήν, ἤγουν κατοικίαν καὶ συναναστροφήν, σημαίνων.

Ὁ δὲ χόρτος, ὃν ἐψώμισαν αὐτόν—οἱ ἄνθρωποι δῆλον, ἀλλ᾽ οὐχὶ τὰ θηρία, μεθ᾽ ὧν ἔσχε τὴν κατοικίαν· ἐκεῖνα γὰρ οὐ ψωμιοῦσιν ἀλλὰ σπαράττουσιν—ἡ κατ᾽ αἴσθησίν ἐστι τῶν φαινομένων φυσικὴ κατανόησις καὶ ἡ κατ᾽ ἀρετὴν ἐπίπονος πρᾶξις, ἅπερ ὡς χόρτον χορηγοῦσι τοῖς ἀνθρώποις οἱ ἄγγελοι, τὸ δὲ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθῆναι τὸ διὰ τῆς θείας προνοίας ἐσχηκέναι τὴν ἐν τούτοις διαμονήν—δρόσον γὰρ οὐρανοῦ τὴν πρόνοιαν ὁ λόγος ἐκάλεσεν—, δι᾽ ἧς ἐν τῷ αἰῶνι τούτῳ μετὰ τῶν ἀπηριθμημένων τὴν συντήρησιν ἔσχεν ὁ ἄνθρωπος, ἤγουν ὁ κατὰ φύσιν νόμος, παντελῶς μὴ διαφθειρόμενος, ἢ τυχὸν ἡ διὰ τῶν φαινομένων γινομένη κατὰ χάριν Θεοῦ περὶ τῶν νοουμένων σύμμετρος γνῶσις, δι᾽ ἥν ἐστιν ὁ ἄνθρωπος ἐνταῦθα τῇ ἐλπίδι τῶν μελλόντων κρατούμενος.

Τὸ δὲ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ τὴν κατὰ τὸν αἰῶνα τοῦτον ἑβδοματικὴν τοῦ χρόνου παράτασιν δηλοῖ, ὑφ᾽ ἣν γέγονε, τὴν φυλακὴν τῆς οἰκείας ἕξεως καὶ ἐνεργείας ἐάσας, ὁ κατὰ φύσιν νόμος, καὶ μεθ᾽ ἣν συντελουμένην κατὰ τὴν προσδοκωμένην ἀνάστασιν διὰ τῆς ἀποβολῆς τῶν ἀλόγων ἰδιωμάτων πρὸς ἑαυτὸν ἐπανελεύσεται πάλιν, τὴν ἐξ ἀρχῆς εὐκληρίαν τῆς βασιλείας. ἀπολαμβάνων, ἐπιγνοὺς διὰ τῆς κατὰ τὸν αἰῶνα τοῦτον προνοητικῆς οἰκονομίας τὸ κράτος τῆς ἀληθινῆς βασιλείας.

Τὸ γὰρ ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ φάναι τὸ μὴ τῆς φύσεως ἀναιρεθῆναι τελείως διὰ τὴν παράβασιν τὸ σπέρμα καὶ τὰς δυνάμεις τῆς ἀγαθότητος δηλοῖ· καθ᾽ ἃς πάλιν λαμβάνουσα τὴν αὔξησιν εἰς τὸ πρώην φυσικὸν διὰ τῆς ἀναστάσεως ἐπανάγεται μέγεθός τε καὶ κάλλος.

Ἀλλ᾽ ἡμῖν γε κρεῖττον, στοιχοῦντας τῷ νόμῳ τῶν ἐντολῶν, ἑαυτοὺς πρὸς ἀναίρεσιν τοῦ φρονήματος τῆς σαρκὸς ἑκουσίοις ἐκπαιδεύειν πόνοις, καὶ οὐ μόνον κρεῖττον, ἀλλὰ καὶ πάνυ φιλόσοφον καὶ πρέπον τοῖς τὸν ἔμφυτον λόγον ἡγεμόνα τῶν παθῶν καταστήσασιν. Εἰ δὲ μὴ τοῦτο, τό γε τούτου δεύτερον· ἀκουσίως παιδευόμενοι, στέρξωμεν τοῦ παιδεύοντος ἡμᾶς τὴν βουλὴν μετὰ τῆς πρεπούσης εὐχαριστίας, καθάπερ ζυγὸν βασιλέως Βαβυλῶνος καταδεχόμενοι τὴν ἐφ᾽ οἷς ἡμάρτομεν κόλασιν.

Καὶ τῆς ἡμετέρας γῆς, τουτέστι τῆς πίστεως καὶ τῆς ἐλπίδος καὶ τῆς κατ᾽ ἀρετὴν ἕξεως, οὐ μεταφέρει τὸν ἡμέτερον νοῦν ὁ νοητὸς βασιλεὺς Βαβυλῶνος.

Κατὰ τοῦτον οὖν τὸν προαποδοθέντα τρόπον καὶ Θεοῦ δοῦλος ὁ διάβολος λέγεται, καὶ παραδίδονται αὐτῷ οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα καὶ τὰ θηρία τοῦ ἀγροῦ.

 
-----------------------
ΣΧΟΛΙΑ

1. Κατά ποῖον τρόπον, φησίν, ἐχθρός ἐστι τοῦ Θεοῦ καί ἐκδικητής ὁ διάβολος.

2. Ψυχὴ χωρισθεῖσα ὑπὸ τοῦ διαβόλου, ἁγνοοῦσα ἢ περιφρονοῦσα τὴν θείαν ἀπειλὴν διὰ τῶν πειρασμῶν, τουτέστι τὴν κόλασιν, ποιεῖ αἰτίαν ἀσεβείας πρὸς τὴν ἐντολήν. Ἐγκαταλείπει γὰρ τὸν Θεὸν καὶ πρὸς τὸν διάβολον φεύγει, θεωροῦσα λυτρωτὴν τὸν ἐχθρόν.

3. Ὅτι κατιωθεῖσαν ψυχήν τῷ ῥύπῳ τῆς ἡδονῆς φησίν, ἀποκαθαίρει πόνος, καί ἀφηλοῖ παντελῶς αὐτῆς τήν σχέσιν τῶν ὑλικῶν, τῆς πρός αὐτά φιλίας τήν ζημίαν μεταμαθοῦσαν· δι᾿ ἥν αἰτίαν ὁ Θεός συγχωρεῖ τῷ διαβόλῳ κατά κρίσιν δικαίαν τούς ἀνθρώπους βασάνοις καταπιέζειν.

4. Τὰ παρόντα, φησί, μόνον τὴν αἴσθησιν κολακεύουσι, μὴ ἀποφέροντα οὐδὲν κέρδος, ἢ δὲ διὰ τοῦ διαβόλου, κατὰ παραχώρησιν τοῦ Θεοῦ, τιμωρία ποιεῖ ἡμᾶς μισῆσαι καὶ περιφρονῆσαι αὐτά.

5. Ὁ πάσχων φησίν, ὑπέρ χάριτος Θεοῦ παραβαθείσης, ἐάν ἐπιγνῷ τῆς ἰωμένης αὐτόν θείας προνοίας τόν λόγον, τήν τε συμφοράν εὐχαρίστως δέχεται χαίρων, καί τήν ὑπέρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δέ ταύτης ἀναισθητῶν τῆς ἰατρείας τῆς δοθείσης, ἐνδίκως ἀπάγεται χάριτος, καί τῇ συγχύσει τῶν παθῶν παραδίδοται· πρός τήν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος, ὧν ἐνδιαθέτως εἶχε τήν ἔφεσιν.

6. Τήν μέν εἰρήνην κατά προσηγορίαν εἶχεν τοῦ ὀνόματος· τήν δέ σοφίαν κατά θείαν δωρεάν ὡς προσευχῆς καρπόν εἶχεν ὁ Σαλομῶν.

7. Εἰς τόν φυσικόν νόμον ἐνταῦθα μεταλαμβάνει τόν Ναβουχοδονόσορ, καί εἰς τήν ἕξιν αὐτοῦ τοῦ φυσικοῦ νόμου τόν υἱόν αὐτοῦ Βαλτάσαρ.

8. Ἐκ τῆς εὐχῆς δῆλόν ἐστι, φησίν, ὅτι τόν φυσικόν νόμον, καί τήν ἐξ αὐτοῦ τικτομένην ἕξιν ἐνταῦθα σημαίνουσι Ναβουχοδονόσορ τε καί Βαλτάσαρ, ἀλλ᾿ οὐ τόν διάβολον· οὐδείς γάρ εὐχήν ὑπέρ τοῦ διαβόλου γίνεσθαι παντελῶς ἐξηγεῖται· ἥν γάρ οὐ διέβαλεν εὐχήν ὁ τῆς προφητείας λόγος, οὐ χρή νομίζειν ὑπέρ τοῦ διαβόλου τοῦ ταύτην τῷ Θεῷ προσενηνέχθαι.

Disqus

Days Remaining:
Hours Remaining:
Minutes Remaining:
Seconds Remaining:
Blogger Wordpress Gadgets
y
e
n
o
m
4
k
c
i
l
C
-
g
o
l
B
o
m
e
D